← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§11-12

对战争起因的叙述顺序与戛然而止的结末之批评

作者批评修昔底德未遵循自然次序从真正的战争原因着笔,且在经历整场战争的情况下仍将历史记录停留在第二十二年,指责其布局存在重大缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ἐχρῆν δὲ αὐτὸν ἀρξάμενον τὰς αἰτίας τοῦ πολέμου ζητεῖν πρῶτον ἀποδοῦναι1 τὴν ἀληθῆ καὶ ἑαυτῷ δοκοῦσαν. ἥ τε γὰρ φύσις ἀπῄτει τὰ πρότερα τῶν ὑστέρων ἄρχειν καὶ τἀληθῆ πρὸ τῶν ψευδῶν λέγεσθαι, ἥ τε τῆς διηγήσεως εἰσβολὴ κρείττων ἂν ἐγίνετο μακρῷ, τοιαύτης οἰκονομίας τυχοῦσα. οὐδὲ γὰρ ἐκεῖνό τις ἂν εἰπεῖν ἔχοι τῶν ἀπολογεῖσθαι περὶ αὐτοῦ βουλομένων, ὅτι μικρὰ καὶ οὐκ ἄξια λόγου τὰ πράγματα ἦν ἢ κοινὰ καὶ κατημαξευμένα τοῖς πρὸ αὐτοῦ, ὥστε μὴ δεῖν ἀπὸ τούτων ἀρχὴν ποιεῖσθαι. αὐτὸς γὰρ ὡς ἐκλειφθέντα τὸν τόπον τοῦτον ὑπὸ τῶν ἀρχαίων ἄξιον ἱστορίας ὑπείληφεν, αὐταῖς λέξεσιν οὕτως γράφων· ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, διότι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τὸ χωρίον τοῦτο ἦν· καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν, ἢ αὐτὰ τὰ Μηδικά. τούτων δὲ ὧνπερ καὶ ἥψατο ἐν τῇ Ἀττικῇ συγγραφῇ Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη· ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων, ἐν οἵῳ τρόπῳ κατέστη.

然而,当他着手探究战争的起因时,本应当首先提出那真实且为其自身所认可的原因。因为自然之理要求在先者统领在后者,真实之事应当述于虚妄之事之前;若能获得如此布局,叙事的开篇也会远为优越。为他辩护者亦绝不能声称,那些事件微不足道、不值一提,或是对他之前的人而言属于陈腐熟知之事,以至于他不应当以此为始。因为他本人正因认定这一领域被古人所遗漏而值得载入史册,并用其确切的言辞这样写道: “我写下这些事并展开这一枝节论述,乃是因为在我之前的所有人皆遗漏了这一段历史:他们要么编纂波斯战争之前的希腊史,要么编纂波斯战争本身;而赫拉尼库斯在其《阿提卡史》中即便涉及这些事,亦只是简略提及且在年代上缺乏精确。同时,这亦包含了对雅典人的霸权以何种方式得以确立的证明。”

§12

ἱκανὸν μὲν οὖν καὶ τοῦτο τεκμήριον ἦν τοῦ μὴ κατὰ τὸν ἄριστον τρόπον ᾠκονομῆσθαι τὴν διήγησιν ὑπʼ αὐτοῦ, λέγω δὴ τὸ μὴ τὴν κατὰ φύσιν ἔχειν ἀρχήν. πρόσεστι δὲ τούτῳ καὶ τὸ μὴ εἰς ἃ ἔδει κεφάλαια τετελευτηκέναι τὴν ἱστορίαν. ἔτη γὰρ ἑπτὰ καὶ εἴκοσιν περιειληφότος τοῦ πολέμου, πάντα τὸν χρόνον τοῦτον ἕως τῆς καταλύσεως αὐτοῦ βιώσας, μέχρι τοῦ δευτέρου καὶ εἰκοστοῦ κατεβίβασεν ἔτους τὴν ἱστορίαν, τῇ περὶ Κυνὸς σῆμα ναυμαχίᾳ τὴν ὀγδόην βύβλον παρεκτείνας, καὶ ταῦτα προειρηκὼς2 ἐν τῷ προοιμίῳ πάντα περιλήψεσθαι τὰ πραχθέντα κατὰ τόνδε τὸν πόλεμον· καὶ ἐν τῇ πέμπτῃ βύβλῳ πάλιν συνκεφαλαιοῦται τοὺς χρόνους, ἀφʼ οὗ τε ἤρξατο καὶ μέχρι οὗ προελθὼν κατελύθη, ταῦτα κατὰ λέξιν γεγραφώς· καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ὀχυρῶς ξυμβάν.3 ἀεὶ γὰρ ἐγὼ μέμνημαι καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε προφερόμενον ὑπὸ πολλῶν, ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι αὐτόν. ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ, αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβῶς τι εἴσομαι· καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν εἰς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ παρʼ ἀμφοτέροις τοῖς πράγμασι καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίοις διὰ τὴν φυγὴν καθʼ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι.4 τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα, ὡς ἐπολεμήθη, ἐξηγήσομαι.

因此,这已足以证明其叙事并未以最佳方式进行布局——我指的是其未拥有顺应自然的开端。除此以外,还有其历史未能在理应终结的关键要点处画上句号这一事实。因为战争历时二十七年,他本人亦活过了直至战争结束的全部时光,却仅将历史记述降至第二十二年,在库诺斯塞玛海战处便收束了第八卷;更何况他此前已在序言中声明将涵盖本场战争中所发生的一切事件。此外,他在第五卷中再次概括了时间跨度,即从战争何时爆发直至延续至何时被终结,逐字写道: “对于那些凭借神谕有所断言的人而言,唯独此事得到了确凿的应验。因为我始终记得,无论是在战争开始之际,还是直至其结束之时,众人皆在口传此战必定历经三个九年。我度过了战争的全部过程,年龄已臻通晓世事,且专心致志,以便能获得确切的认知;在我赴安菲波利斯担任统帅之后,我恰逢遭遇流放离开故土二十年,从而得以涉足双方的实务,并因流放之故亦不少接触伯罗奔尼撒人的事务,在安闲之中更好地体察其中内情。因此,我将叙述十年之后的争执与和约的破坏,以及此后的战况。”

语法注4 条
  1. 11ἐχρῆν δὲ αὐτὸν ἀρξάμενον τὰς αἰτίας τοῦ πολέμου ζητεῖν πρῶτον ἀποδοῦναι

    非人称动词 ἐχρῆν(“理应……”)引出宾格加不定式结构(逻辑主语 αὐτόν,主要不定式 ἀποδοῦναι)。分词 ἀρξάμενον 与 αὐτόν 一致,统辖不定式 ζητεῖν(“在着手探究时”),副词 πρῶτον(“首先”)则修饰 ἀποδοῦναι。

  2. 12καὶ ταῦτα προειρηκὼς

    καὶ ταῦτα 与分词连用构成固定习语,表示让步或对比(“况且在……之后还……”、“明明已经……”)。它凸显了主句动词 κατεβίβασεν(仅记述至第二十二年)与修昔底德自身在序言中所作的包揽全战的承诺之间的鲜明矛盾。

  3. 12καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ὀχυρῶς ξυμβάν

    引自修昔底德《伯罗奔尼撒战争史》(5.26.3)的开端句。此处为省略系动词(ἦν 或 ἐγένετο)的结构,或中性分词 ξυμβάν 构成的独立句(“对于那些凭借神谕断言者而言,唯独此事得以确凿发生”)。与格 τοῖς ... ἰσχυρισαμένοις 表示关涉或基准。

  4. 12γενομένῳ παρʼ ἀμφοτέροις τοῖς πράγμασι καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίοις διὰ τὴν φυγὴν καθʼ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι

    承接前文非人称从句 ξυνέβη μοι(“我恰逢……”)的长句结构。分词 γενομένῳ 采用与格以同 μοι 取得一致,而不定式 αἰσθέσθαι 则作为受 ξυνέβη 支配的主语不定式。介词短语 παρʼ ἀμφοτέροις τοῖς πράγμασι(“置身于双方的局势中”)通过介词 παρά 的承前省略平行统辖 τοῖς Πελοποννησίοις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:11-12