← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§15-17

关于使团与演说详略失衡的批评

作者批评修昔底德在内容展开上的极度不均,指出其在处理使团往来和城邦陷落(如斯基奥内、优卑亚、埃癸那等)时详略失衡,并在修辞演说的采录上标准不一(如第一卷与第八卷的差异,以及米提利尼处置议案的偏颇记载)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

εἰ μὲν οὖν ἐπὶ τῆς Ἀθηναίων πρεσβείας ἡ τὰ κεφάλαια τῶν γινομένων περιειληφυῖα δήλωσις ἤρκει, λόγων δὲ καὶ παρακλήσεων, αἷς ἐχρήσαντο οἱ πρέσβεις, οὐδὲν ἔδει, μήτε πεισθέντων μήτε δεξαμένων τὰς σπονδὰς Λακεδαιμονίων, τί δή ποτε οὐ τὴν αὐτὴν προαίρεσιν ἐφύλαξε καὶ ἐπὶ τῶν ἐκ τῆς Σπάρτης ἀφικομένων εἰς τὰς Ἀθήνας; οὐδὲ γὰρ ἐκεῖνοι διαπραξάμενοι τὴν εἰρήνην ἀπῆλθον. εἰ δʼ ἀκριβῶς ἔδει ταῦτα εἰρῆσθαι, διὰ τί παρέλιπε ῥᾳθύμως ἐκεῖνα; οὐ γὰρ δή γε ἀσθενείᾳ δυνάμεως ἐξείργετο περὶ ἀμφοτέρων τοὺς ἐνόντας εὑρεῖν τε καὶ ἐξειπεῖν λόγους. εἰ δὲ δὴ κατὰ λογισμόν τινα τὴν ἑτέραν προείλετο πρεσβείαν ἐξεργάσασθαι, οὐκ ἔχω συμβαλεῖν, κατὰ τί τὴν Λακωνικὴν προέκρινε τῆς Ἀττικῆς μᾶλλον, τὴν ὑστέραν τοῖς χρόνοις ἀντὶ τῆς προτέρας καὶ τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας καὶ τὴν ἐπʼ ἐλάττοσι κακοῖς γενομένην ἀντὶ τῆς ἐπὶ μείζοσι. πόλεών τε ἁλώσεις καὶ κατασκαφὰς καὶ ἀνδραποδισμοὺς καὶ ἄλλας τοιαύτας συμφορὰς πολλάκις ἀναγκασθεὶς γράφειν ποτὲ μὲν οὕτως ὠμὰ καὶ δεινὰ καὶ οἴκτων ἄξια φαίνεσθαι ποιεῖ τὰ πάθη, ὥστε μηδεμίαν ὑπερβολὴν μήτε ἱστοριογράφοις μήτε ποιηταῖς καταλιπεῖν· ποτὲ δὲ οὕτως ταπεινὰ καὶ μικρά, ὥστε μηδʼ εἰς αἴσθησιν δεινῶν τι πεσεῖν γνώρισμα τοῖς ἀναγινώσκουσι τὸν ἄνδρα. λέγων τε ἃ περὶ τῆς Πλαταιέων πόλεως εἴρηκε καὶ περὶ τῆς Μυτιληναίων καὶ περὶ τῆς Μηλίων, οὐδὲν δέομαι τὰς λέξεις ἐκείνας φέρειν, ἐν αἷς ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξείργασται τὰς συμφορὰς αὐτῶν. ἐν αἷς δʼ ἐπιτρέχει καὶ μικρὰ ποιεῖ τὰ πάθη αὐτῇ κατὰ πολλοὺς τόπους τῆς ἱστορίας, τούτων μνησθήσομαι· περὶ δὲ τοὺς αὐτοὺς χρόνους τούτους Σκιωναίους Ἀθηναῖοι ἐκπολιορκήσαντες ἀπέκτειναν τοὺς ἡβῶντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν καὶ τὴν γῆν Πλαταιεῦσιν ἔδωκαν νέμεσθαι. καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν· καὶ τὴν ἄλλην ὁμολογίᾳ κατέστησαν, Ἑστιαιεῖς δʼ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον. ἀνέστησαν δὲ Αἰγινήτας τῷ αὐτῷ χρόνῳ τούτῳ ἐξ Αἰγίνης Ἀθηναῖοι αὐτούς τε καὶ γυναῖκας καὶ παῖδας, ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι· καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννησίων ἐπικειμένην αὑτῶν πέμψαντες ἐποίκους ἔχειν.1

因此,如果对于雅典人的使团而言,那份涵盖所发生事件要点的说明已经足够,而使节们所运用的演说与恳求完全没有必要——既然拉栖代梦人既未被说服,亦未接受和约——那么他究竟为何没有对从斯巴达抵达雅典的使节保持同样的方针呢?因为那些使节在离去时同样未能达成和平。如果后者理应被精确地记述,他为何草率怠慢地略去了前者?因为他绝非因才能欠缺而受阻于发现并发表双方各自蕴含的论述。然而,即使他是出于某种深思熟虑而选择对另一场使团详加展开,我也无法理解,他究竟凭什么优先选择拉孔使团而非阿提卡使团,选择时间上居后者而非居前者,选择异邦使团而非本邦使团,选择在较轻灾祸下发生的使团而非在较重灾祸下发生的使团。 此外,当他屡次被迫记述城邦的沦陷、夷平、人口贩为奴隶以及其他类似灾祸时,有时他令那些苦难表现得如此残酷、恐怖且催人泪下,以至于既未给历史学家亦未给诗人们留下任何超越的余地;但有时却表现得如此卑微与轻浅,以至于读他著作的人甚至感知不到任何恐怖灾难的迹象。在谈及他关于普拉提亚人、米提利尼人以及墨罗斯人的城邦所说的那些话时,我完全无需引述他倾注至高才能详加描绘其灾祸的那些词句;至于他在历史的许多地方匆忙带过并把苦难本身变小之处,我将在此提及: “约在这一时期,雅典人围攻攻克了斯基奥内,处决了其成年男子,将妇孺贩为奴隶,并将土地赐给普拉提亚人耕种居住。” “雅典人又在伯里克利统率下渡海前往优卑亚,征服了全岛;其余各地依和约处置,但驱逐了赫斯提亚人,自己占领了土地。” “雅典人亦在这一时期将埃癸那人连同其妇女儿童从埃癸那驱逐出去,指控他们是引起这场战争的主要罪魁祸首;鉴于埃癸那紧邻伯罗奔尼撒,他们派遣自己的殖民者进驻占据该岛似乎更为安全。”

§16

πολλὰ καὶ ἄλλα τις ἂν εὕροι διʼ ὅλης τῆς ἱστορίας ἢ τῆς ἄκρας ἐξεργασίας τετυχηκότα καὶ μήτε πρόσθεσιν δεχόμενα μήτʼ ἀφαίρεσιν, ἢ ῥᾳθύμως ἐπιτετροχασμένα καὶ οὐδὲ τὴν ἐλαχίστην ἔμφασιν ἔχοντα τῆς δεινότητος ἐκείνης, μάλιστα δʼ ἐν ταῖς δημηγορίαις καὶ ἐν τοῖς διαλόγοις καὶ ἐν ταῖς ἄλλαις ῥητορείαις. ὧν προνοούμενος2 ἔοικεν ἀτελῆ τὴν ἱστορίαν καταλιπεῖν, ὡς καὶ Κράτιππος ὁ συνακμάσας αὐτῷ καὶ τὰ παραλειφθέντα ὑπʼ αὐτοῦ συναγαγὼν γέγραφεν, οὐ μόνον ταῖς πράξεσιν αὐτὰς ἐμποδὼν γεγενῆσθαι λέγων, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ὀχληρὰς εἶναι. τοῦτό γέ τοι συνέντα αὐτὸν ἐν τοῖς τελευταίοις τῆς ἱστορίας φησὶ μηδεμίαν τάξαι ῥητορείαν, πολλῶν μὲν κατὰ τὴν Ἰωνίαν γενομένων, πολλῶν δʼ ἐν ταῖς Ἀθήναις, ὅσα διὰ διαλόγων καὶ δημηγοριῶν ἐπράχθη. εἴ γέ τοι τὴν πρώτην καὶ τὴν ὀγδόην βύβλον ἀντιπαρεξετάζοι τις ἀλλήλαις, οὔτε τῆς αὐτῆς ἂν προαιρέσεως δόξειεν ἀμφοτέρας ὑπάρχειν οὔτε τῆς αὐτῆς δυνάμεως· ἣ μὲν γὰρ ὀλίγα πράγματα καὶ μικρὰ περιέχουσα πληθύει τῶν ῥητορειῶν, ἣ δὲ περὶ πολλὰς καὶ μεγάλας συνταχθεῖσα πράξεις δημηγορικῶν σπανίζει λόγων.

人们在整部历史中还能发现许多其他事例,要么得到了极致的展开,既不容增益亦不容删减,要么草率地浮光掠影,丝毫不具备那种著名的雄健迫力,这尤其体现在群众演说、对话以及其他修辞性言论中。出于对这些演说的顾虑,他似乎让这部历史留下了未完之憾,正如与他同时代并辑录了他所遗漏之事迹的克拉提波斯所写的那样——他说这些演说不仅阻碍了事件的叙述,而且对听众而言亦令人厌烦。克拉提波斯说,正因省悟及此,他在历史的末尾部分中未安排任何修辞性言论,尽管在爱奥尼亚和雅典发生了许多通过对话和群众演说而处置的重大事件。无论如何,若有人将第一卷与第八卷相互对照,这两卷既看似不具相同的意图,亦看似不具相同的笔力;因为前者记述细微琐屑之事却充斥着修辞演说,而后者围绕众多重大事迹撰写却极为匮乏群众演说之辞。

§17

ἤδη δὲ ἔγωγε καὶ ἐν αὐταῖς ἔδοξα ταῖς ῥητορείαις τοῦτο συμβεβηκέναι τῷ ἀνδρὶ τὸ πάθος,3 ὥστε περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ ἐν τῷ αὐτῷ καιρῷ τιθέναι μὲν ἃς οὐκ ἔδει, παραλιπεῖν δὲ ἃς ἔδει λέγεσθαι. οἷόν τι καὶ περὶ τῆς Μυτιληναίων πόλεως ἐν τῇ τρίτῃ βύβλῳ πεποίηκε· μετὰ γὰρ τὴν ἅλωσιν αὐτῆς καὶ τὴν τῶν αἰχμαλώτων ἄφιξιν, οὓς ἀπέστειλεν ὁ στρατηγὸς Πάχης, διττῶν ἐκκλησιῶν γενομένων ἐν ταῖς Ἀθήναις τοὺς μὲν ἐν τῇ προτέρᾳ ῥηθέντας ὑπὸ τῶν δημαγωγῶν λόγους παρέλιπεν ὡς οὐκ ἀναγκαίους, ἐν ᾗ τούς τε αἰχμαλώτους ἀποκτεῖναι ὁ δῆμος ἐψηφίσατο καὶ τοὺς ἄλλους Μυτιληναίους ἡβηδόν, γυναῖκας δὲ καὶ παῖδας ἀνδραποδίσαι· τοὺς δʼ ἐν τῇ ὑστεραίᾳ πάλιν ὑπὸ τῶν αὐτῶν ῥηθέντας, ἐν ᾗ μετάνοιά τις ὑπεισῆλθε τοὺς πολλούς, περὶ τὴν αὐτὴν συνταχθέντας ὑπόθεσιν παρέλαβεν ὡς ἀναγκαίους.

实际上,在我看来,甚至在修辞演说本身之中,这位作者亦遭逢了这种性向缺陷,以至于在同一议题且同一时机下,写下了本不该写的内容,却略去了本该发表的演说。正如他在第三卷中围绕米提利尼人的城邦所作的处理一样:在该城沦陷及将领帕刻斯所押送的战俘抵达之后,雅典召开了两次民众大会,他将第一次大会上平民领袖们所发表的演说视作不必需而予以略去——在这次大会上,民众决议处决战俘以及米提利尼的其他成年男子,并将妇女和儿童变卖为奴;然而对于次日由同样之人再次发表的、在多数人心中萌生某种悔意之际围绕同一议题而构思的演说,他却视作必需而予以采录。

语法注3 条
  1. 15ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννησίων ἐπικειμένην αὑτῶν πέμψαντες ἐποίκους ἔχειν

    引自修昔底德《历史》第二卷第27节。在非人称结构 ἐφαίνετο ἀσφαλέστερον (εἶναι) 支配宾语 τὴν Αἴγιναν 和不定式 ἔχειν 的句式中,分词 πέμψαντες 采用了主格,与全句语义上的主语(雅典人)保持一致,体现了“主格与不定式”(nominativus cum infinitivo)的语法呼应。

  2. 16ὧν προνοούμενος

    中性关系代词 ὧν 指向前文提及的各项修辞言论(δημηγορίαι, διάλογοι, ῥητορεῖαι)。中动分词 προνοούμενος 支配属格,意为“考虑到/预先警惕这些(演说可能带来的弊病)”。

  3. 17ἤδη δὲ ἔγωγε καὶ ἐν αὐταῖς ἔδοξα ταῖς ῥητορείαις τοῦτο συμβεβηκέναι τῷ ἀνδρὶ τὸ πάθος

    此处使用的是第一人称人称句结构 ἔδοξα(“我认为/在我看来”),后接带有主格意味的宾格不定式从句(τοῦτο τὸ πάθος συμβεβηκέναι τῷ ἀνδρί)。此句式在语义上等同于非人称的 ἔδοξέ μοι,直接强调了作者自身的主观评判。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:15-17