- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:4-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯推算了代纳尔科斯的生年与创作年代,以此确立演说真伪的年代学界限,并分析其杂糅模仿吕西亚斯、许佩里德斯与德摩斯梯尼的文风特征,提出了鉴别真作的标准。
προειρημένων δὴ τούτων ἓν ἔτι λείπεται καὶ ἀναγκαιότατον, τὴν ἡλικίαν αὐτοῦ διορίσαι, ἵνα καὶ περὶ τῶν λόγων τῶν τε γνησίων αὐτοῦ καὶ μὴ σαφές τι ἔχωμεν λέγειν. τίθεμεν δὴ αὐτὸν ἑβδομηκοστὸν ἔχοντα ἔτος ἀπὸ τῆς φυγῆς κατεληλυθέναι, ὡς καὶ αὐτός φησι, γέροντα αὑτὸν ἀποκαλῶν· ἀφʼ οὗ χρόνου καὶ καλεῖν τοὺς ἐν τῇ ἡλικίᾳ ταύτῃ μάλιστα εἰώθαμεν. ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷ (τὸ γὰρ ἀκριβὲς οὐκ ἔχομεν) εἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς.1 εἰ δέ τις ἢ πρεσβύτερον ἢ νεώτερον τῶν εἰρημένων χρόνων αὐτὸν εἶναι φήσει, πρὸς τῷ μηδὲν ὑγιὲς λέγειν καὶ λόγους αὖ πολλοὺς ἀφελεῖται, μᾶλλον δὲ πάντας πλὴν πέντε ἢ ἕξ, τῶν μὲν πρεσβύτερον αὐτόν, τῶν δὲ νεώτερον εἶναι λέγων. οὐ μὴν ἀλλὰ καὶ ἄρξασθαι λέγοντες αὐτὸν λόγους συγγράφειν ἀπὸ τοῦ πέμπτου ἢ ἕκτου πρὸς τῷ εἰκοστῷ ἔτους οὐκ ἂν ἁμάρτοιμεν, ἄλλως τε καὶ τῶν περὶ Δημοσθένη τότε ἀκμαζόντων. ἕκτος δὲ καὶ εἰκοστός ἐστιν ἀπὸ Νικοφήμου Πυθόδημος. ὥσθʼ ὅσους εὑρίσκομεν πρεσβυτέρους τούτου τοῦ ἄρχοντος εἴ τις γνησίους θήσεται, ἀπιστοίημεν ἂν εἰκότως· ἔτι δὲ καὶ τοὺς ἀπʼ Ἀναξικράτους ἕως Φιλίππου τετελεσμένους ἀγῶνας ὁμοίως ἐν τοῖς ψευδέσιν ἀναγράφοιμεν ἄν· οὐ γὰρ εἰς Χαλκίδα ἄν τινες ἔπλεον λόγων χάριν ἢ ἰδίων ἢ δημοσίων· οὐ γὰρ τέλεον ἠπόρουν οὕτω λόγων. ἐπεὶ δὲ ὁ χρόνος τἀνδρὸς ὡς οἷόν τε ἀκριβέστατα εὕρηται, πρὸς ὃν καὶ τῶν λόγων τούς τε γνησίους καὶ μὴ διακρινοῦμεν, καιρὸς ἤδη καὶ περὶ τοῦ χαρακτῆρος αὐτοῦ λέγειν. ἔστι δὲ δυσόριστον. οὐδὲν γὰρ οὔτε κοινὸν οὔτʼ ἴδιον ἔσχεν οὔτʼ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἀλλὰ καὶ τοῖς Λυσίου παραπλήσιος ἔστιν ὅπου γίνεται καὶ τοῖς Ὑπερείδου καὶ τοῖς Δημοσθένους λόγοις. καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι. τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δʼ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτʼ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ διʼ ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε.
在交代了上述事项之后,还剩下一项最不可或缺的工作,那就是厘定他的生卒年代,以便我们也能对其演说中的真作与伪作提出明确的论断。因此我们假定,正如他本人自称为老人所表明的那样,他是于七十岁时结束流亡归来的;因为我们通常也习惯将这一岁数的人称为老人。在这一大致的推算前提下(因为我们并无确凿无疑的数据),他当生于尼科费姆斯担任执政官之年。如果有人声称他的年纪较上述时间或长或幼,那么此人除了言之无据外,还会夺去他的许多演说,甚至剥夺除五六篇之外的所有演说,断言对某些演说而言他年纪太长,对另一些演说而言又年纪太轻。再者,如果我们说他是从二十五岁或二十六岁起开始撰写演说辞的,也不会有误,尤其是在当时以德摩斯梯尼为代表的一批演说家正值盛年。而从尼科费姆斯算起,第二十六任执政官便是皮托德穆斯。因此,若有人将我们发现早于这位执政官的演说视为真作,我们理当不予置信;此外,对于自安那克西克拉特斯至腓力普斯执政期间举行的诉讼,我们也当同样列入伪作之中;因为人们决不会为了私人或公共诉讼的撰辞而特意渡海前往卡尔基斯,他们无论如何也不至于完全匮乏撰稿之人。 既然此人的年代已尽可能准确地查明——以此为基准我们也将辨别其演说的真伪——现在正是谈论其文风特色(风格特征)的时候了。然而这是极难界定的。因为他在私人和公共诉讼中,既无贯穿始终的共性,也无独树一帜的独创性,而是在某些地方近于吕西亚斯,在另一些地方近于许佩里德斯,在某些地方又近于德摩斯梯尼的演说。对此人们可以列举出许多例证:吕西亚斯式的风格可见于《论姆涅西克勒斯》、以及《为尼科马科斯辩护控告吕西克拉特斯》等诸多演说中;而许佩里德斯的风格——在谋篇布局上比吕西亚斯更为严谨,在辞藻修饰上也更为宏伟——在代纳尔科斯的三十多篇演说中皆可觅得痕迹,尤以《论阿加松的反诉抗辩》为甚。不仅如此,关于他模仿最深切的德摩斯梯尼式风格,人们能列举出更多例子,尤其是在《控告波吕欧克托斯》一演说中;因为他开篇的序言便如德摩斯梯尼一般,并在通篇演说中都保持着极其相似的风格。
πῶς οὖν ἄν τις δυνηθείη τοὺς γνησίους αὑτῷ γνωρίζειν λόγους; πρῶτον μὲν εἰ ἐπίσταιτο τοὺς τῶν ἄλλων χαρακτῆρας, ἔπειτα τοὺς μὲν Λυσίου παραπλησίους λόγους τούτῳ προσφέροι, τοὺς δʼ Ὑπερείδου δόξαντας εἶναί τισι Δεινάρχου λέγοι μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών,2 τοὺς δὲ τῷ Δημοσθενικῷ χαρακτῆρι προσεληλυθότας ὡς οἷόν τε τούτου τοῦ ἀνδρὸς διαβεβαιοῖτο εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ῥητόρων, οὕς μεμίμηται, μεγίστη γνῶσις ἡ ὁμοείδεια τῶν λόγων. αὐτίκα ὁ μὲν Λυσίας ἔν τε τοῖς ἰδίοις καὶ τοῖς δημοσίοις ἀγῶσιν αὐτὸς αὑτῷ ὁμολογούμενός ἐστιν εἰς δὲ τὸν λεκτικὸν τόπον κατὰ τὴν τῶν ὀνομάτων σαφήνειαν καὶ σύνθεσιν αὐτοφυῆ μὲν καὶ λείαν εἶναι δοκοῦσαν, παντὸς δὲ λόγου κατὰ τὴν ἡδονὴν διαφέρουσαν. ὁ δʼ Ὑπερείδης κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων ἡττᾶται Λυσίου, κατὰ δὲ τὸν πραγματικὸν τόπον διαφέρει. διηγεῖται δὲ πολλαχῶς, ποτὲ μὲν κατὰ φύσιν ποτὲ δὲ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν πορευόμενος. πιστοῦταί τε οὐ κατʼ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατʼ ἐπιχείρημα πλατύνων. ὁ δὲ τούτους τε καὶ τοὺς ἄλλους πάντας ὑπερβαλλόμενος Δημοσθένης, ἅπαντα μιμησάμενος καὶ πάντων τὰ κάλλιστα ἐκλεξάμενος, δῆλος μὲν καὶ τῇ φωνῇ μόνον, δῆλος δὲ καὶ τῷ καθʼ ἕνα ἕκαστον λόγον πρέποντι, οὐ μὴν ἀλλὰ καὶ τῇ συνθέσει καὶ τῷ τῶν σχηματισμῶν ἀγκύλῳ3 καὶ τῇ οἰκονομίᾳ καὶ τῷ πάθει καὶ τὸ μέγιστον τῇ δεινότητι. ὁ δὲ Δείναρχος οὔτε ὅμοιος ἐν ἅπασίν ἐστιν οὔτʼ ἰδίου τινὸς εὑρετής, διʼ οὗ γνώσεταί τις αὐτὸν ἀκριβῶς, ἢ τοῦτον τὸν τρόπον· πολὺ γὰρ ἐμφαίνει μιμήσεις τε καὶ αὐτῶν ὡς πρὸς τῶν λόγων τἀρχέτυπον διαφοράν, ὡς καὶ ἐπὶ τῶν Ἰσοκράτους μαθητῶν καὶ αὐτοῦ τοῦ Ἰσοκράτους.
那么,人们究竟如何能够辨识属于他的真作演说呢?首先,如果精通其他演说家的风格特征,接着便将酷似吕西亚斯的演说归于代纳尔科斯,将某些人以为属于许佩里德斯的演说断定属于代纳尔科斯——完全不去理会手稿题签的标示——并将那些尽可能贴近德摩斯梯尼风格特征的演说坚定确认为此人所作。因为在他所模仿的其他演说家那里,识别的最首要依据乃是其演说文体的一致性。例如,吕西亚斯无论在私人还是公共诉讼中都始终如一,就辞章言语而言,其用词明晰,结构造句看似天然而流利,但在悦耳动人方面却冠绝一切演说。而许佩里德斯在选词上虽逊于吕西亚斯,但在论述内容的安排上却胜出一筹;他的叙事手法多变,时而按自然次序,时而由尾溯首;并且他不仅凭借修辞三段论(简式推论)确立论据,还通过扩充论证(全式推论)来予以铺陈。至于超越了这两位以及其他所有演说家的德摩斯梯尼,他兼收并蓄,采撷众人之至善,不仅仅凭声调便昭然若揭,不仅在切合每篇演说的得体性上卓绝,更在词句编排、曲折复杂的修辞格、谋篇布局、感染力以及最根本的雄健磅礴之势(震撼力)上令人瞩目。而代纳尔科斯则既非在所有篇章中都千篇一律,亦非独创了某种能让人确切辨识出他的独特风格,除非依照上述方法:因为他极大程度地体现出模仿,以及这些模仿与其原型演说相比所呈现的差异,正如伊索克拉底的学生们与伊索克拉底本人之间的差异一般。
- 4εἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς
由希求法 εἴη 加上完成时分词 γεγονώς 与 ἄν 构成的迂回式潜在希求法。此处并非陈述确凿事实,而是基于前面的推算假设(ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷ)作出的或然性逻辑推论,意为“他理当/应当出生于尼科费姆斯担任执政官之年”。
- 6μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών
成语 μακρὰ χαίρειν λέγω(“向……道别”,即完全弃之不顾、不予理会)的分词结构,接与格 ταῖς ἐπιγραφαῖς 作为补足语,意为“彻底不理会书册题签/标示”。
- 6τῷ τῶν σχηματισμῶν ἀγκύλῳ
中性单数形容词名词化结构(τὸ ἀγκύλον,“曲折/复杂之物”)结合属格 τῶν σχηματισμῶν(“修辞格的”)。指德摩斯梯尼有别于吕西亚斯等人的平直风格,在修辞技巧与句法形式上所展现出的迂回复杂的精妙手段。
