- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者确立了辨别酷似吕西亚斯、许佩里德斯和德摩斯梯尼的代纳尔科斯演说真伪的文体标准,通过其他造型艺术以及哲学家、历史学家和演说家的模仿者为例,阐明模仿作品中必然存在的造作缺陷,并分析了代纳尔科斯因谋篇布局与得体性上的不足而被冠以“乡巴佬德摩斯梯尼”之由。
ἔστωσαν δή τινες ἐπιγραφόμενοι λόγοι ὡς ὄντες Δεινάρχου, πολλὴν ἔχοντες πρὸς τὰ Λυσιακὰ ὁμοιότητα. τούτων ὁ βουλόμενος ποιεῖσθαι τὴν διάγνωσιν πρῶτον μὲν τὴν ἰδιότητα τοῦ ἀνδρὸς ἐκείνου θεωρείτω, ἔπειτʼ ἐὰν μὲν ἀρετήν τε καὶ χάριν τοῖς λόγοις ἐπανθοῦσαν ἴδῃ καὶ τὴν τῶν ὀνομάτων ἐκλογὴν ἐνοῦσαν καὶ τὸ μηδὲν ἄψυχον εἶναι τῶν λεγομένων, θαρρῶν λεγέτω τούτους Λυσίου. ἐὰν δὲ μήτε τὸ χάριεν ὅμοιον εὑρίσκῃ μήτε τὸ πιθανὸν καὶ τὸ τῶν ὀνομάτων ἀκριβὲς μήτε τὸ τῆς ἀληθείας ἁπτόμενον, ἐν τοῖς Δεινάρχου λόγοις αὐτοὺς ἐάτω. ὁμοίως καὶ ἐπὶ τῶν Ὑπερείδου· ἐὰν τῆς μὲν λέξεως τὸ ἰσχυρόν, τῆς δὲ συνθέσεως τὸ ἁπλοῦν, τῶν δὲ πραγμάτων τὸ εὔκαιρον, τῆς δὲ κατασκευῆς τὸ μὴ τραγικὸν μηδὲ ὀγκῶδες ἔχῃ (ταῦτα γὰρ μέγιστα ἐκείνου τοῦ ἀνδρὸς ἴδιά ἐστιν), Ὑπερείδου λεγέτω. ἐὰν δὲ ἐνδεεστέρως ἐν αὐτοῖς τούτοις ἔχῃ, κἂν τὰ ἄλλα πάντα μὴ φαύλως ᾖ γεγραμμένα, ἐν τοῖς Δεινάρχου πάλιν ἀναγραφέτω. τὸ δʼ αὐτὸ καὶ περὶ Δημοσθένους ὑπολαμβάνομεν. ἐὰν μὲν καὶ ἡ τῆς λέξεως μεγαλοπρέπεια καὶ ἡ τῆς συνθέσεως ἐξαλλαγὴ καὶ τὸ τῶν παθῶν ἔμψυχον καὶ τὸ διὰ πάσης κεραίας διῆκον1 πικρὸν καὶ νοερὸν τό τε πνεῦμα καὶ ἡ δεινότης πᾶσι παρέπηται, μηθὲν ἔτι τὸ κωλῦον ἔστω ἐν τοῖς Δημοσθένους αὐτοὺς ἀναγράφειν. ἐὰν δʼ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις. ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὕροι τις ἄν· ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων.2 περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι; περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ἢ ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὥρα, τοῖς δʼ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπʼ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.
假定有若干题名为代纳尔科斯所作的演说,它们与吕西亚斯的风格极为相似。凡欲对这些演说做出甄别之人,首先应当考察那位演说家固有的特质;接着,若见这些演说辞藻焕发卓绝之美与优雅,选词精当,且所言之事无一缺少生机,便可断然宣布它们属于吕西亚斯。但若发现既无类似的优雅,亦无说服力与用词的准确,更无触及真切实际的生动感,就应让它们仍留在代纳尔科斯的演说之中。对于许佩里德斯的演说亦同样如此:如果具备言辞之雄健、句法之简朴、论点之切合时宜,且辞章修饰不作悲剧式亦不作浮夸之态(因为这些正是此人最显著的特征),便当称其属于许佩里德斯。但若在这些方面有所欠缺,即使其余一切写得并不拙劣,也当重新将其列入代纳尔科斯名下。关于德摩斯梯尼,我们亦作如是观:倘若言辞的宏伟、句法的精妙变化、情感表达的逼真生动、贯穿一笔一画的锐利与理智、以及气魄与那股雄健磅礴之势无处不在,便再无任何理由阻碍将其列入德摩斯梯尼的著作。但若在上述各项中缺乏极致的水准,或缺乏贯穿一切文体的一致性,就让它们留在代纳尔科斯的篇目中。总括而言,人们可以发现模仿与古代范本相比存在着两类差异的模式:其一是自然的,乃是得益于长期的耳濡目染与朝夕熏习;另一类与此紧邻,乃是得自技艺法则的规范。关于前者,人复何言?而关于后者,除了指出一切原作范本皆显现出天生的优雅与神采,而依此摹仿之作即使达到模仿的极致,终究附带着某种造作而非天成的痕迹之外,人们还能说什么呢?不仅演说家依此法则辨别演说家,画家亦依此辨别阿佩勒斯与其模仿者的画作,塑像家辨别波吕克莱托斯的作品,雕刻家辨别菲迪亚斯的作品。
καὶ οἱ μὲν Πλάτωνα μιμεῖσθαι λέγοντες καὶ τὸ μὲν ἀρχαῖον καὶ ὑψηλὸν καὶ εὔχαρι καὶ καλὸν οὐ δυνάμενοι λαβεῖν, διθυραμβώδη δὲ ὀνόματα καὶ φορτικὰ εἰσφέροντες κατὰ τοῦτʼ ἐλέγχονται ῥᾳδίως. οἱ δὲ Θουκυδίδην ζηλοῦν λέγοντες καὶ τὸ μὲν εὔτονον καὶ στερεὸν καὶ δεινὸν καὶ τὰ τούτοις ὅμοια χαλεπῶς ἐκλαμβάνοντες, τοὺς δὲ σολοικοφανεῖς σχηματισμοὺς καὶ τὸ ἀσαφὲς προχειριζόμενοι, πάνυ εὐχερῶς ἂν ἁλίσκοιντο ἐκ τούτου τοῦ παραγγέλματος. ὥς πέρ γε καὶ ἐπὶ τῶν ῥητόρων οἱ μὲν Ὑπερείδην μιμούμενοι, διαμαρτόντες τῆς χάριτος ἐκείνης καὶ τῆς ἄλλης δυνάμεως, αὐχμηροί τινες ἐγένοντο, οἷοι γεγόνασι Ῥοδιακοὶ ῥήτορες οἱ περὶ Ἀρταμένην καὶ Ἀριστοκλέα καὶ Φιλάγριον καὶ Μόλωνα· οἱ δʼ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀποτυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς· οὗτοι δʼ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα καὶ Σωσιγένην. οἱ δὲ Δημοσθένην προχειρισάμενοι καὶ τὰς ἀρετὰς τὰς ἐκείνου διώκοντες τῆς μὲν προαιρέσεως ἕνεκα ἐπῃνέθησαν, οὐ μὴν ἴσχυσαν τὰ κράτιστα τῶν ἐκείνου τοῦ ῥήτορος ἔργων λαβεῖν. τούτων ἄριστον ἄν τις θείη τὸν Δείναρχον γενέσθαι. λείπεται δὲ Δημοσθένους κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, ἃ περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δʼ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ καὶ τῷ πρέποντι. λέγω δὲ ταῦτα οὐκ ἐν τῷ καθόλου τρόπῳ, ὡς μηδὲν τούτων κατορθοῦντος, ἀλλʼ ἐν τῷ κοινοτέρῳ καὶ ὡς ἐπὶ τὸ πολύ. διʼ αὐτὸ γὰρ τοῦτο καὶ ἄγροικόν τινες Δημοσθένην ἔφασαν αὐτὸν εἶναι, κατὰ τὸ ἐλλιπὲς τῆς οἰκονομίας ταύτην περὶ αὐτοῦ τὴν δόξαν λαβόντες· τὸ γὰρ ἄγροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν.3
那些自称模仿柏拉图之人,因无法把握其古朴、崇高、优美与典雅,反而引入狂歌式的粗俗辞藻,在此点上便极易被识破。那些自称效法修昔底德之人,难以领会其刚健、沉稳、雄劲及诸如此类的品质,反而搬用类乎语病的修辞造句与晦涩笔法,依据这一法则便极易原形毕露。正如在演说家之中,那些模仿许佩里德斯的人,错失了那种优雅与其他力量,变得枯燥乏味,正如阿尔塔梅内斯、阿里斯托克勒斯、菲拉格里奥斯、莫隆等罗得岛演说家那样;而那些试图摹拟伊索克拉底及其风格的人,则变得松垮平卧、冷淡、涣散且脱离真实——这些人便是提麦奥斯、普萨翁和索西格内斯一派。那些以德摩斯梯尼为典范并追求其卓越品质的人,固然因其志向而获赞许,却未能掌握那位演说家著作中最强劲的精髓。在这些人当中,人们或许会将代纳尔科斯视为最出类拔萃者。然而他比之德摩斯梯尼,在选词方面逊于其雄健,在句法方面逊于其修辞格的丰富与变化,在确立论据方面因其不采用新颖出奇之论而拾取显豁凡庸之见而见逊,在谋篇布局方面逊于论据的次序、铺陈、预设铺垫、切入方法以及关于此类风格的其他技巧规则,而最逊色的则是其缺乏匀称、时宜与得体。我说这些并非绝对而言,仿佛他在此类方面一无所成,而是在更普遍的意义上、就绝大多数情况而言。正是为此缘故,某些人甚至称他为“乡巴佬德摩斯梯尼”,因其谋篇布局的欠缺而对他得出这般评价;因为粗鄙之人的体魄与城邦文雅之人的体魄之所以不同,并非由于外形构造,而是由于这种外形的体格充实度与体态风范有所差异。
- 7τὸ διὰ πάσης κεραίας διῆκον
借用κεραία(字画的微小笔画、尖角或衬线)构成的习语,意为“贯穿一笔一画、通达微末细枝”。在此处用作中性定冠词短语(起主格作用),生动形象地描述了德摩斯梯尼文风中那种渗透至句子每一个细微角落的锐利与理智精神。
- 7ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων
承接关系代词属格ὧν(先行词为δύο τρόπους),定冠词ὃ μὲν ... ὃ δὲ以指示代词的原初功能充当主语,意为“其一……另一……”,省略了中心词τρόπος。介词短语ἐκ πολλῆς...与ἐκ τῶν...分别标示出两种差异模式的生成根源。
- 8τὸ γὰρ ἄγροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν
动词διήνεγκεν(διαφέρω的格言性不定过去时)支配表比较的属格τοῦ πολιτικοῦ σώματος,主语为实体化的中性定冠词短语τὸ ἄγροικον [σῶμα](粗鄙乡民的躯体)。表示比较维度的与格μορφῇ与κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς作关系与格,分别指“外观构造”与“该外观的体魄充实度及状态”。
