- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过引用代纳尔科斯本人的诉状以及菲洛霍罗斯《阿提卡史》关于预兆与流亡者归还的记载,证实了代纳尔科斯流亡归来后因财产失窃而起诉普罗克塞诺斯的经过。
ἄλλων φίλων κάθοδος, περιμένων.1 συγχωρήσαντος δὲ τοῦ βασιλέως μετὰ τῶν ἄλλων φυγάδων κἀκείνῳ κατελθεῖν, ἀφικόμενος εἰς Ἀθήνας καὶ παρʼ ἑνὶ τῶν φίλων Προξένῳ καταχθεὶς τὸ χρυσίον ἀπολλύει γηραιὸς ὢν ἤδη καὶ τὰς ὄψεις ἀσθενής. ὀλιγώρως δʼ ἔχοντος τοῦ Προξένου πρὸς τὴν ζήτησιν, δίκην ἔλαχεν αὐτῷ περὶ τῶν χρημάτων αὐτὸς οὐδεπώποτε πρότερον εἰς δικαστήριον παρελθών. οὗτος μὲν ὁ βίος τἀνδρός. ἀποδείκνυται δʼ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῷ λόγῳ τῷ κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν, προσκειμένην δὲ ἔχει τὴν γραφὴν ταύτην· Δείναρχος Σωστράτου Κορίνθιος Προξένῳ, ᾧ σύνειμι, βλάβης ταλάντων δύο.2 ἔβλαψέ με Πρόξενος, ὑποδεξάμενος εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν ἀγρῷ, ὅτε πεφευγὼς Ἀθήνηθεν κατῄειν ἐκ Χαλκίδος, χρυσίου μὲν στατῆρας ὀγδοήκοντα καὶ διακοσίους καὶ πέντε, οὓς ἐκόμισα ἐκ Χαλκίδος εἰδότος Προξένου καὶ εἰσῆλθον ἔχων εἰς τὴν οἰκίαν αὐτοῦ, ἀργυρώματα δὲ οὐκ ἔλαττον εἴκοσι μνῶν ἄξια, ἐπιβουλεύσας τούτοις. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ λόγῳ εὐθὺς μὲν ἐν ἀρχῇ περὶ τοῦ μηδεμίαν δίκην πρότερον εἰσελθεῖν δεδήλωκεν, ἐν δὲ τοῖς μετὰ ταῦτα πρῶτον μὲν ἐν τῷ προοιμίῳ τὴν βλάβην τὴν γενομένην αὐτῷ διὰ Προξένου δεδήλωκεν, ἐν δὲ τοῖς ἑξῆς περί τε τῆς φυγῆς καὶ τῶν ἄλλων διεξέρχεται πάντων, ἐξ ὧν γίγνεται φανερὰ τὰ προειρημένα, καὶ ἔτι πρὸς τούτοις, ὅτι ξένος διέμεινε καὶ γέρων ἤδη ὢν εἶπε τὸν λόγον, ἐξ ὧν ἐπὶ τῷ τέλει τῆς δίκης εἴρηκε. ταῦτα μὲν αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ. Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω· ὁ δὲ Δημήτριος ὁ βασιλεὺς κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῷ δήμῳ. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ τῶν πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς. τῶν δʼ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντας τὴν κρίσιν ἐθανάτωσαν τῇ ψήφῳ, οὓς δʼ ὑπακούσαντας ἀκούσαντας ἀπέλυσαν.3 ταῦτα μὲν οὖν τῆς ὀγδόης. ἐν δὲ τῇ ἐνάτῃ φησί· τοῦ δʼ ἐνιαυτοῦ τουδὶ διελθόντος, ἑτέρου δʼ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῇ ἐλαίᾳ κατέκειτο. πάτριον δʼ ἐστὶ τοῖς Ἀθηναίοις, κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῷ οὐρανῷ μεθʼ ἡμέραν ἡλίου τʼ ἐξέχοντος καὶ οὔσης αἰθρίας ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δʼ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος, εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην, ἀλλʼ ἐν τῇ καθεστώσῃ πολιτείᾳ· καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη.
等待着是否能通过泰奥弗拉斯托斯和其他友人获得返回的机会。但在国王准许他与其他流亡者一同归还后,他回到了雅典,寄宿在他的一位友人普罗克塞诺斯家中;由于当时他已年迈且视力衰弱,他丢失了金子。因为普罗克塞诺斯对搜寻表现得漫不经心,他便就这笔财产向他提起诉讼,而他本人此前从未走进过法庭。这就是此人的生平。其中的每一件事,都从菲洛霍罗斯的史书中以及他自己在针对普罗克塞诺斯的演说辞中关于自己的记述得到了证实;这篇演说辞是在流亡之后发表的,附有如下控词: “索斯特拉托斯之子、科林斯人代纳尔科斯控告与其同住的普罗克塞诺斯,索赔两塔兰同之损害。普罗克塞诺斯在我从雅典流亡并从卡尔基斯归来时,将我接入他在乡间的家中,图谋并夺取了我从卡尔基斯带来、在普罗克塞诺斯知情下携入其家中的二百八十五枚金斯塔特,以及价值不下于二十明那的银器,从而损害了我。” 不仅如此,在这篇演说辞本身当中,他一开篇便表明此前从未参与过任何诉讼,在随后的部分中,他首先在开场白中说明了因普罗克塞诺斯而遭受的损害,在后续段落中又详述了流亡以及其他一切事实,前述诸事由此得以明晰;此外,他终身保持外邦人身份、且已至垂暮之年才发表这篇演说,也可以从他在审判终结时所说的话中得知。 以上是代纳尔科斯本人关于自己的记述。而菲洛霍罗斯在其《阿提卡史》中关于颠覆民主政体者的流亡及其再度归来是这样叙述的: “因为在安那克西克拉特斯担任执政官之年,墨加拉人的城邦随即陷落;德米特里乌斯国王从墨加拉返回,着手对付穆尼基亚,在夷平其城墙后将其归还给人民。后来,许多公民遭到弹劾告发,其中也包括法勒鲁姆的德米特里乌斯。在被弹劾告发的人中,对于那些不敢经受审判的人,他们通过投票判处了死刑;而对于那些听候发落出庭受审的人,在听取了申辩之后予以开释。” 这些是第八卷的内容。在第九卷中他又说: “在这一年过去、新的一年开始之时,卫城发生了这样的兆头:一只母狗进入波利阿斯神庙,潜入潘德罗塞翁,爬上橄榄树下的赫耳刻俄斯宙斯祭坛躺卧下来。狗不可登上卫城是雅典人的古老习俗。大约在同一时期,天空中在白昼太阳升起、天气晴朗之时,一颗星显现了一段时间。当我们被问及这一兆头和奇象意味着什么时,我们回答说两者都预示着流亡者的归还,而且这并非通过时局的剧变,而是在现存政体之下发生;而这一预言果然得以应验。”
- 3ἄλλων φίλων κάθοδος, περιμένων.
承接上一片段末尾的从句“εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν”,使句子完整。主格分词 περιμένων 与主语代纳尔科斯一致,引出由 εἴ 引导的表示期待/间接疑问的从句(“等待着是否……”)。
- 3βλάβης ταλάντων δύο
雅典诉状程式中损害赔偿之诉(δίκη βλάβης)的固定表达。βλάβης 为表示诉因/罪名的属格,ταλάντων δύο 为表示请求金额/价值的属格。
- 3οὓς δʼ ὑπακούσαντας ἀκούσαντας ἀπέλυσαν
手抄本中分词出现重复之处。学者通常将后一个分词 ἀκούσαντας 校订为与限定动词 ἀπέλυσαν 的主语一致的主格分词 ἀκούσαντες。因此构词理解为:“对于出庭受审的人(ὑπακούσαντας),在审理其申辩之后(ἀκούσαντες),予以释放(ἀπέλυσαν)”。
