← 哈利卡纳苏斯的狄奥尼修斯

论迪纳科斯

§1-2

写作缘由与代纳尔科斯生平概述

狄奥尼修斯说明了此前论著未收录代纳尔科斯的原因及本次予以论述的理由,批评了先前学者与马格内西亚的德米特里乌斯的疏误,并根据自己的考查概述了代纳尔科斯的出身与生平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

περὶ Δεινάρχου τοῦ ῥήτορος οὐδὲν εἰρηκὼς1 ἐν τοῖς περὶ τῶν ἀρχαίων γραφεῖσιν διὰ τὸ μήτε εὑρετὴν ἰδίου γεγονέναι χαρακτῆρος τὸν ἄνδρα, ὥσπερ τὸν Λυσίαν καὶ τὸν Ἰσοκράτην καὶ τὸν Ἰσαῖον, μήτε τῶν εὑρημένων ἑτέροις τελειωτήν, ὥσπερ τὸν Δημοσθένη καὶ τὸν Αἰσχίνη καὶ τὸν Ὑπερείδην ἡμεῖς κρίνομεν, ὁρῶν δὲ καὶ τοῦτον τὸν ἄνδρα παρὰ πολλοῖς ἠξιωμένον ὀνόματος ἐπὶ δεινότητι λόγων καὶ ἀπολελοιπότα δημοσίους τε καὶ ἰδίους λόγους οὔτε ὀλίγους οὔτʼ εὐκαταφρονήτους, ἡγησάμην δεῖν μὴ παραλιπεῖν αὐτόν, ἀλλὰ καὶ περὶ τοῦ βίου καὶ τοῦ χαρακτῆρος αὐτοῦ διελθεῖν καὶ διορίσαι τούς τε γνησίους καὶ ψευδεῖς λόγους πάντων ἢ τῶν γε πλείστων ἀναγκαιότερον οἶμαι τοῖς μὴ ἐκ περιζώματος ἀσκοῦσι ῥητορικήν.2 ἅμα δὲ ὁρῶν οὐδὲν ἀκριβὲς οὔτε Καλλίμαχον οὔτε τοὺς ἐκ Περγάμου γραμματικοὺς περὶ αὐτοῦ γράψαντας, ἀλλὰ παρὰ τὸ μηδὲν ἐξετάσαι περὶ αὐτοῦ τῶν ἀκριβεστέρων ἡμαρτηκότας, ὡς μὴ μόνον ἐψεῦσθαι πολλὰ ἀλλὰ καὶ λόγους τοὺς οὐδὲν μὲν αὐτῷ προσήκοντας ὡς Δεινάρχου τούτῳ προστίθεσθαι, τοὺς δʼ ὑπʼ αὐτοῦ γραφέντας ἑτέρων εἶναι λέγειν· ἀλλὰ Δημήτριος ὁ Μάγνης, ὃς ἔδοξε γενέσθαι πολυἵστωρ, ἐν τῇ περὶ τῶν ὁμωνύμων πραγματείᾳ λέγων καὶ περὶ τούτου τοῦ ἀνδρὸς καὶ ὑπόληψιν παρασχών, ὡς περὶ αὐτοῦ λέξων τι ἀκριβές, διεψεύσθη τῆς δόξης.3 οὐθὲν δὲ κωλύει καὶ τὰς λέξεις παραθέσθαι τοῦ ἀνδρός. ἔστι δὲ τὰ ὑπʼ αὐτοῦ γραφέντα τάδε· Δεινάρχοις δʼ ἐνετύχομεν τέτταρσιν· ὧν ἐστιν ὃ μὲν ἐκ τῶν ῥητόρων τῶν Ἀττικῶν, ὃ δὲ τὰς περὶ Κρήτην συναγήοχε μυθολογίας, ὃ δὲ πρεσβύτερος μὲν ἀμφοῖν τούτοιν, Δήλιος δὲ τὸ γένος, πεπραγματευμένος τοῦτο μὲν ἔπος, τοῦτο δὲ πράγματα, τέταρτος δὲ ὁ περὶ Ὁμήρου λόγον συντεθεικώς. ἐθέλω δὲ πρὸς μέρος περὶ ἑκάστου διελθεῖν, καὶ πρῶτον περὶ τοῦ ῥήτορος. ἔστι τοίνυν οὗτος κατά γε τὴν ἐμὴν δόξαν οὐδὲν ἀπολείπων τῆς Ὑπερείδου χάριτος, ὥστʼ εἰπεῖν· καὶ νύ κεν ἢ παρέλασσεν. ἐνθύμημα γὰρ φέρει πειστικὸν καὶ σχῆμα παντοδαπόν, πιθανότητός γε μὴν οὕτως εὖ ἥκει, ὥστε παριστάνειν τοῖς ἀκούουσι, μὴ ἄλλως γεγονέναι τὸ πρᾶγμα ἢ ὡς αὐτὸς λέγει. καὶ νομίσειεν ἄν τις εὐήθεις εἶναι τοὺς ὑπολαβόντας τὸν λόγον τὸν κατὰ Δημοσθένους εἶναι τούτου· πολὺ γὰρ ἀπέχει τοῦ χαρακτῆρος. ἀλλʼ ὅμως τοσοῦτον σκότους ἐπιπεπόλακεν, ὥστε τοὺς μὲν ἄλλους αὐτοῦ λόγους σχεδόν που ὑπὲρ ἑξήκοντα καὶ ἑκατὸν ὄντας πάντας ἀγνοεῖν συμβέβηκε, τὸν δὲ μὴ γραφέντα ὑπʼ αὐτοῦ μόνον ἐκείνου νομίζεσθαι. ἡ δὲ λέξις ἐστὶ τοῦ Δεινάρχου κυρίως ἠθική, πάθος κινοῦσα, σχεδὸν τῇ πικρίᾳ μόνον καὶ τῷ τόνῳ τοῦ Δημοσθενικοῦ χαρακτῆρος λειπομένη, τοῦ δὲ πιθανοῦ καὶ κυρίου μηδὲν ἐνδέουσα.

我在关于古代演说家的论述中未曾提及演说家代纳尔科斯,因为此人既非像吕西亚斯、伊索克拉底和伊塞奥斯那样开创了独特的个人文风,也非像我认为的德摩斯梯尼、埃斯基涅斯和许珀赖德斯那样完备了他人所开创的风格;但看到此人也因言辞的雄辩在众人中享有声名,并留下了数量既不少、也绝非不足称道的公私演说辞,我认为不应忽视他,而应当详细探讨他的生平与文风,辨别其演说辞的真伪——对于那些并非半吊子而是真正研习修辞学的人而言,我认为这比一切事情、或至少比大多数事情都更为必要。同时,我看到无论是卡利马科斯还是佩加蒙的学者们,关于他都没有写出任何精确的内容,反而因未能对他进行任何精细的考查而犯下错误,以致不仅在许多事情上失实,甚至还将绝不属于他的演说辞归于代纳尔科斯名下,却将他所撰写的演说辞说成是出自他人之手。然而,那位被认为博学的马格内西亚的德米特里乌斯,在其关于同名人物的专著中谈及此人时,虽让人以为他会说出些精确的内容,却辜负了这一名望。不过,引用此人的原话也无妨。他所写下的内容如下: “我们见到了四位代纳尔科斯:其中一位是阿提卡演说家之一;另一位编纂了关于克里特的诸种神话;第三位比这两位都更为年长,祖籍提洛,既从事史诗写作,又记录历史事件;第四位则是撰写了关于荷马论述的人。我愿逐一论述每一个人,首先论述这位演说家。根据我的看法,此人在优美上丝毫不逊于许珀赖德斯,以致人们可以说:‘他几乎就要将他超越。’因为他带来了具说服力的推理论据和多样的修辞格式,在逼真性上更是达到极高水准,以至于能让听众相信,事情绝不可能不是如他所说的那样发生。任何人都会认为,那些以为反对德摩斯梯尼的演说辞出自他手的人是愚蠢的;因为这与他的风格相去甚远。然而,竟笼罩着如此巨大的迷雾,以至于他其余的所有演说辞——大约有一百六十篇以上——全都不为人知,唯独不是由他所写的那篇却被认为是他的作品。代纳尔科斯的措辞本质上善于表现性格,能打动情感,几乎仅在辛辣和张力上逊于德摩斯梯尼的文风,但在逼真与贴切用词上却毫无欠缺。”

§2

ἐκ τούτων οὐδὲν ἔστιν οὔτε ἀκριβὲς ἀλλʼ οὐδὲ ἀληθὲς εὑρεῖν· οὔτε γὰρ γένος τἀνδρὸς οὔτε χρόνους, καθʼ οὓς ἦν, οὔτε τόπον, ἐν ᾧ διέτριψε, δεδήλωκεν, ὀνόματα δὲ μόνον κοινὰ καὶ περιτρέχοντα ἐσπούδασε καὶ πλῆθος λόγων εἶπεν οὐδενὶ τῶν σύμφωνον. ἔδει δὲ τοὐναντίον. ἃ οὖν ἐγὼ αὐτὸς διʼ ἐμαυτοῦ κατελαβόμην, ταῦτʼ ἐστίν· Δείναρχος ὁ ῥήτωρ υἱὸς μὲν ἦν Σωστράτου, Κορίνθιος δὲ τὸ γένος, ἀφικόμενος δὲ εἰς Ἀθήνας, καθʼ ὃν χρόνον ἤνθουν αἵ τε τῶν φιλοσόφων καὶ ῥητόρων διατριβαί, Θεοφράστῳ τε συνεγένετο καὶ Δημητρίῳ τῷ Φαληρεῖ. εὐφυὴς δὲ περὶ τοὺς πολιτικοὺς λόγους γενόμενος ἀκμαζόντων ἔτι τῶν περὶ Δημοσθένην ἤρξατο λόγους γράφειν καὶ προῄει κατὰ μικρὸν εἰς δόξαν. μάλιστα δὲ ἤκμασε μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, Δημοσθένους μὲν καὶ τῶν ἄλλων ῥητόρων φυγαῖς ἀιδίοις καὶ θανάτοις περιπεσόντων, οὐδενὸς δʼ ὑπολειπομένου μετʼ αὐτοὺς ἀνδρὸς ἀξίου λόγου. καὶ διατετέλεκεν ἐτῶν πεντεκαίδεκα χρόνον λόγους συγγράφων τοῖς βουλομένοις, ἕως Κάσσανδρος τὴν πόλιν κατέσχεν. ἐπὶ δὲ Ἀναξικράτους ἄρχοντος, ἐφʼ οὗ κατέλυσαν τὴν ἐν τῇ Μουνυχίᾳ φρουρὰν ὑπὸ Κασσάνδρου κατασταθεῖσαν οἱ περὶ Ἀντίγονον καὶ Δημήτριον τοὺς βασιλεῖς, αἰτίαν ἔχων ἅμα τοῖς ἐπιφανεστάτοις Ἀθηναίων καίτοι ξένος αὐτὸς ὢν καταλῦσαι τὸν δῆμον, ὁρῶν ἠρεθισμένους τοὺς Ἀθηναίους καὶ μάλιστα τῷ πλουτεῖν ἑαυτὸν ὑφορωμένους, μὴ διὰ τοῦτο πάθῃ τι δεινόν, εἰσελθεῖν μὲν εἰς δικαστήριον οὐχ ὑπέμεινεν, ἐξελθὼν δὲ τῆς πόλεως καὶ ἐλθὼν εἰς Χαλκίδα τὴν ἐν Εὐβοίᾳ, τὸν ἀπʼ Ἀναξικράτους χρόνον ἕως Φιλίππου πεντεκαιδεκαετῆ γενόμενον ἐκεῖ διέτριψεν, εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν4

从这些话中既找不出任何精确的内容,甚至找不出丝毫真实的东西。因为他既未说明此人的出身,也未说明他所生活的时代,更未说明他度过岁月的地点,而只是热衷于那些泛泛流传的名字,并且说出了一个与任何记载都不相符的演说辞数量。然而本应当相反。因此,我自己亲身查明的事实如下:演说家代纳尔科斯是索斯特拉托斯之子,祖籍科林斯,在哲学家和演说家的学派讲席蓬勃发展的时期来到雅典,曾追随泰奥弗拉斯托斯和法勒鲁姆的德米特里乌斯。他在政治演说方面展现出天资,在德摩斯梯尼等人仍处于鼎盛时期便开始撰写演说辞,声誉逐渐上升。在亚历山大去世后,德摩斯梯尼和其他演说家遭遇终身流放与死亡,他们之后未留下任何值得一提的人,他在此时最为鼎盛。在卡山德控制该城之前,他持续十五年之久为有需要的人代写演说辞。但在安那克西克拉特斯担任执政官之年,安提柯与德米特里乌斯两位国王的手下清除了卡山德在穆尼基亚设立的守卫部队,代纳尔科斯尽管自己是个外邦人,却与雅典最显赫的人士一同被指控颠覆民主政体。他看到雅典人被激怒,尤其是因他的富有而对他产生疑忌,害怕因此遭受严酷的厄运,不敢出庭受审,便离开该城前往优卑亚的卡尔基斯。他在那里度过了从安那克西克拉特斯到腓力共十五年的时间,指望通过泰奥弗拉斯托斯和……

语法注4 条
  1. 1περὶ Δεινάρχου τοῦ ῥήτορος οὐδὲν εἰρηκὼς

    句首的完成时分词 εἰρηκώς 与后文的现在时分词 ὁρῶν 并列,依附于主要动词 ἡγησάμην。εἰρηκώς 起让步作用(“虽未曾提及”)或交代前置背景,与由 δέ 引导的 ὁρῶν(“但看到……”)构成对比。

  2. 1τοῖς μὴ ἐκ περιζώματος ἀσκοῦσι ῥητορικήν

    成语 ἐκ περιζώματος(“穿着围腰布”)加上否定词 μή,指“不是半吊子、马虎修习的人”,比喻古代运动员褪去所有衣物全身心投入正规竞技,意即“认真钻研修辞学之人”。

  3. 1ἅμα δὲ ὁρῶν ... ἀλλὰ Δημήτριος ... διεψεύσθη τῆς δόξης

    句式破格(破裂句/错格)。句子以 ἅμα δὲ ὁρῶν 开头引导分词从句,陈述其他语法学家的错误,但随后并未接续预期的主句动词,而是由 ἀλλὰ 引出一个独立句子(ἀλλὰ Δημήτριος ... διεψεύσθη τῆς δόξης,“然而德米特里乌斯……也辜负了这一名望”),使得前一结构未能合拢。

  4. 2εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν

    末尾的 εἴ τις αὐτῷ γένοιτο... 是表达期待或希望的条件句用法(“指望能通过……为他带来某种……”)。该句在此残缺,动词 γένοιτο 的主语名词(如 κάθοδος“重返家园”等)及其后文皆脱落。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:1-2