- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者依据雅典历任执政官的编年顺序,将狄摩西尼发表十二篇主要公众演说的时间与亚里士多德的生平及求学历程进行对照,开始论证狄摩西尼的演说实践早于亚里士多德撰写修辞学著作。
οὗτος ἐγεννήθη μὲν ἐνιαυτῷ πρότερον τῆς ἑκατοστῆς Ὀλυμπιάδος· ἄρχοντος δὲ Τιμοκράτους. εἰς ἔτος ἦν ἐμβεβηκὼς ἑπτακαιδέκατον δημοσίους δὲ λόγους ἤρξατο γράφειν ἐπὶ Καλλιστράτου ἄρχοντος εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων. καὶ ἔστιν αὐτοῦ πρῶτος τῶν ἐν δικαστηρίῳ κατασκευασθέντων ἀγώνων ὁ κατὰ Ἀνδροτίωνος, ὃν ἔγραφε Διοδώρῳ τῷ κρίνοντι τὸ ψήφισμα παρανόμων,1 καὶ κατὰ τὸν αὐτὸν χρόνον ἕτερος, ὁ περὶ τῶν ἀτελειῶν, ὃν αὐτὸς διέθετο, χαριέστατος ἁπάντων τῶν λόγων καὶ γραφικώτατος. ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρατον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπιγράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες περὶ τῶν συμμοριῶν· ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσωνται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται. ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφʼ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα. ἐπὶ δὲ Θεέλλου τοῦ μετὰ Ἀριστόδημον τὴν περὶ Ῥοδίων ἀπήγγειλε δημηγορίαν, ἐν ᾗ πείθει τοὺς Ἀθηναίους καταλῦσαι τὴν ὀλιγαρχίαν αὐτῶν καὶ τὸν δῆμον ἐλευθερῶσαι. ἐπὶ δὲ Καλλιμάχου τοῦ τρίτου μετὰ Θέελλον ἄρξαντος τρεῖς διέθετο δημηγορίας παρακαλῶν Ἀθηναίους βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι τοῖς πολεμουμένοις ὑπὸ Φιλίππου, πρώτην μὲν ἧς ἐστιν ἀρχὴ ἐπὶ πολλῶν μὲν ἰδεῖν ἄν τις ὦ ἄνδρες Ἀθηναῖοί μοι δοκεῖ· δευτέραν δὲ Ὁὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθηναῖοἰ· τρίτην δὲ ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων. κατὰ τοῦτον γέγραπται τὸν ἄρχοντα καὶ ὁ κατὰ Μειδίου λόγος, ὃν συνετάξατο μετὰ τὴν χειροτονίαν, ἣν ὁ δῆμος αὐτᾷ κατεχειροτόνησε. μέχρι τοῦδʼ εὑρισκομένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες ἐγένοντο πρότεροι2 τῶν Ἀριστοτέλους τεχνῶν, ὡς ἔκ τε τῶν ἱστορουμένων περὶ τοῦ ἀνδρὸς ἀποδείξω καὶ ἐκ τῶν ὑπʼ αὐτοῦ γραφέντων, ἐντεῦθεν ἀρξάμενος.
狄摩西尼出生于第一百届奥林匹亚节的前一年;在提摩克拉特斯任执政官之年,他已迈入第十七岁。他在卡利斯特拉托斯任执政官、自己二十五岁时开始撰写公众演说词。在他为法庭辩论所准备的演说中,第一篇是《驳安德罗提翁》,这是他为以不法提案罪控告该决议的狄奥多罗斯所作;而在同一时期还有另一篇,即他亲自宣读的《论免税特权》,这是他所有演说中最优美、修辞最为精致的一篇。在卡利斯特拉托斯之后的执政官狄奥提莫斯任内,他在雅典人面前发表了第一篇公众演说,编纂修辞篇目的学者们将其题为《论纳税分摊团》;在这篇演说中,他劝勉雅典人切勿废除与波斯国王订立的和平协议,在未筹备好作为其最强大力量的海军之前也不要率先开战,并亲自提出了备战的方式。在继狄奥提莫斯之后任执政官的苏德莫斯任内,他为以不法行为起诉提摩克拉特斯的狄奥多罗斯撰写了《驳提摩克拉特斯》,并亲自发表了《论援助梅加洛波利斯》的公众演说。苏德莫斯之后是执政官阿里斯托德莫斯,在他任内,狄摩西尼开始了针对腓力的公众演说,并在民众大会中发表了关于派遣雇佣军及十艘流亡者三列桨座战船前往马其顿的演说。在此期间,他还为以不法提案罪控告该决议的欧堤克勒斯撰写了《驳阿里斯托克拉特斯》。在接替阿里斯托德莫斯的塞埃洛斯任执政官期间,他发表了公众演说《论罗得岛人》,在其中说服雅典人推翻那里的寡头政体并解放民众。在继塞埃洛斯之后第三位任执政官的卡利马科斯任内,他发表了三篇公众演说,呼吁雅典人向正遭受腓力围攻的奥林苏斯人派遣援军;第一篇的开头为“雅典的男人们,在我看来,在许多事情上某人或许可以见到”,第二篇为“雅典的男人们,我心中的看法并非相同”,第三篇为“雅典的男人们,宁可用巨额的金钱”。在这位执政官任内,他还撰写了《驳梅狄亚斯》,这是在民众对〔梅狄亚斯〕作出谴责表决之后起草的。截至此时,已查得我所列举的十二篇公众演说,其中民会演说七篇,法庭演说五篇,它们全部早于亚里士多德的修辞技艺著作,我将从记载该人物的历史以及他本人的著述两方面来证明这一点,并从此处开篇。
Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος3 εἰς Μαχάονα τὸν Ἀσκληπιοῦ, μητρὸς δὲ Φαιστίδος ἀπογόνου τινὸς τῶν ἐκ Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα· ἐγεννήθη δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος τρισὶν ἔτεσι Δημοσθένους πρεσβύτερος. ἐπὶ δὲ Πολυζήλου ἄρχοντος τελευτήσαντος τοῦ πατρὸς ὀκτωκαιδέκατον ἔτος ἔχων εἰς Ἀθήνας ἦλθεν, καὶ συσταθεὶς Πλάτωνι χρόνον εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ. ἀποθανόντος δὲ Πλάτωνος ἐπὶ Θεοφίλου ἄρχοντος ἀπῆρε πρὸς Ἑρμίαν τὸν Ἀταρνέως τύραννον καὶ τριετῆ χρόνον παρʼ αὐτῷ διατρίψας ἐπʼ Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρίσθη· ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον ἄρχοντα, καὶ διέτριψε χρόνον ὀκταετῆ παρʼ αὐτῷ καθηγούμενος Ἀλεξάνδρου· μετὰ δὲ τὴν Φιλίππου τελευτὴν ἐπʼ Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα. τῷ δὲ τρισκαιδεκάτῳ, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ Κηφισοδώρου ἄρχοντος ἀπάρας εἰς Χαλκίδα νόσῳ τελευτᾷ, τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη.
亚里士多德的父亲尼科马科斯将自己的血统与医术追溯至阿斯克勒庇俄斯之子玛卡翁,母亲淮斯提丝则是从卡尔基斯率领殖民者前往斯塔吉拉之人的后裔;他出生于第九十九届奥林匹亚节期间,当时狄奥特雷菲斯在雅典任执政官,比狄摩西尼年长三岁。在波利泽洛斯任执政官期间,父亲去世后,他于十八岁时来到雅典,被引荐给柏拉图并与他共同度过了二十年。当柏拉图在西奥菲洛斯任执政官之年去世后,他前往阿塔纽斯的僭主赫尔米亚斯那里,与他共度三年时光后,于欧布洛斯任执政官之年迁往米蒂利尼;从那里他在皮托多托斯任执政官时前往腓力处,作为亚历山大的导师在他身边度过了八年;腓力死后,他在埃瓦埃内托斯任执政官之年回到雅典,在吕克昂学园讲学达十二年之久。在第十三年,亚历山大死后,他在刻菲索多罗斯任执政官之年离开前往卡尔基斯,因病去世,享年六十三岁。
- 4κρίνοντι τὸ ψήφισμα παρανόμων
动词 κρίνω(起诉、控告)支配被起诉客体的宾格(τὸ ψήφισμα)与指示罪名的属格(παρανόμων,为 γραφὴ παρανόμων“不法提案诉讼”之省略形式),意为“以不法提案罪控告该决议”。后文中出现的 Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα 属于同一法律专门表达。
- 4μέχρι τοῦδʼ εὑρισκομένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες ἐγένοντο πρότεροι
从句 μέχρι τοῦδʼ εὑρισκομένων... δημοσίων 构成独立属格结构,但主句的主语 ἅπαντες 却直接指代该属格短语所指示的核心实体(十二篇公众演说),形成轻微的破格句法(anacoluthon)。逻辑上理解为:“截至此时虽已查得十二篇公众演说,但它们全部早于……”
- 5πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος
πατρὸς... Νικομάχου 是由联系动词 ἦν 支配的表示出身与起源的属格(“是父亲尼科马科斯之子”)。分词 ἀναφέροντος 修饰 Νικομάχου,而 τὸ γένος καὶ τὴν τέχνην 则是限定宾格/关系宾格(“就世系与技艺而言”),表示其家族血统与祖传医术皆追溯至玛卡翁。
