- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:6-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引亚里士多德本人《修辞学》第一卷和第三卷的文本,指出其对早期逻辑学著作及同时代历史事件的指涉,以此证明修辞学论著晚于狄摩西尼的演说活动。
ταῦτα μὲν οὖν ἔστιν ἃ παραδεδώκασιν ἡμῖν οἱ τὸν βίον τοῦ ἀνδρὸς ἀναγράψαντες. ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει,1 πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δʼ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλʼ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήριʼ ἐστὶν ἰσχυρότατα. ἀρξάμενος γὰρ τὰς ὠφελείας ἐπιδεικνύειν, ἃς περιείληφεν ὁ ῥητορικὸς λόγος, ταῦτα κατὰ λέξιν γράφει· χρήσιμος δʼ ἐστὶν ἡ ῥητορικὴ διά γε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων· ὥστε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίνωνται, ἀνάγκη διʼ αὑτὸν ἡττᾶσθαι·2 τοῦτο δʼ ἐστὶν ἄξιον ἐπιτιμήσεως. ἔτι δὲ πρὸς ἐνίους, οὐδʼ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπʼ ἐκείνης πεῖσαι λέγοντας· διδασκαλία γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον· ἀλλʼ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥσπερ καὶ ἐν τοῖς τοπικοῖς λέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.
这些确实是记述此人生平的人留传给我们的。另一方面,哲学家本人论及自身所写下的内容——这剥夺了那些企图赋予他不应得之物的人的一切企图,除了现阶段我完全无须提及的许多其他事情之外,他在这一著作的第一卷中所记述的内容——乃是极其强有力的证据,证明他在编撰修辞学技艺时并非年轻后生,而是已经处于最强盛的巅峰期,并早已预先出版了《论题篇》、《分析篇》以及《方法篇》的著述。因为在开始阐述修辞学论说所包含的功用时,他逐字逐句地写道: “修辞术之所以有用,乃是因为按其本性,真实与正义之事优于其对立面;因此,倘若判决未能恰如其分地做出,因当事人自身的原因落败乃是必然之事;而这是应当受到责备的。此外,面对某些人,即便我们掌握了最精确的科学知识,要凭借这种知识通过宣讲去说服他们也绝非易事;因为依据科学知识的言论乃是教导,而这是不可能的;相反,必须通过共同的常识来建构确信与论据,正如我们在《论题篇》中论及与大众的交往时所说的那样。”
περὶ δὲ παραδειγμάτων καὶ ἐνθυμημάτων προελόμενος λέγειν, ὅτι τὴν αὐτὴν ταῦτʼ ἔχει δύναμιν ταῖς ἐπαγωγαῖς καὶ τοῖς συλλογισμοῖς, ταῦτα περὶ τῆς ἀναλυτικῆς καὶ μεθοδικῆς πραγματείας τίθησι· τῶν δὲ διὰ τοῦ δείκνυσθαι ἢ φαίνεσθαι δείκνυσθαι, καθάπερ καὶ ἐν τοῖς ἀναλυτικοῖς τὸ μὲν ἐπαγωγή ἐστι, τὸ δὲ συλλογισμός, τὸ δὲ φαινόμενος συλλογισμός, καὶ ἐνταῦθʼ ὁμοίως· ἔστι γὰρ τὸ μὲν παράδειγμα ἐπαγωγή, τὸ δʼ ἐνθύμημα συλλογισμός, τὸ δὲ φαινόμενον φαινόμενος συλλογισμός· καλῶ γὰρ ἐνθύμημα μὲν ῥητορικὸν συλλογισμόν, παράδειγμα δὲ ἐπαγωγὴν ῥητορικήν· πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ δεικνύναι ὁτιοῦν, δῆλον δʼ ἡμῖν τοῦτο ἐκ τῶν ἀναλυτικῶν, ἀναγκαῖον ἑκάτερον αὐτῶν ἑκατέρῳ τούτων τὸ αὐτὸ εἶναι. τίς δʼ ἐστὶ διαφορὰ παραδείγματος καὶ ἐνθυμήματος, φανερὸν ἐκ τῶν τοπικῶν· ἐκεῖ γὰρ περὶ συλλογισμοῦ καὶ ἐπαγωγῆς εἴρηται πρότερον, ὅτι τὸ μὲν ἐπὶ πολλῶν καὶ ὁμοίων δείκνυσθαι ὅτι οὕτως ἔχει ἐκεῖ μὲν ἐπαγωγή ἐστιν, ἐνταῦθα δὲ παράδειγμα· τὸ δὲ τινῶν ὄντων ἕτερόν τι διὰ ταῦτα συμβαίνειν παρὰ τὸ ταῦτʼ εἶναι3 ἢ καθόλου ἢ ὡς ἐπὶ τὸ πολύ, ἐκεῖ μὲν συλλογισμός, ἐνταῦθα δὲ ἐνθύμημα καλεῖται. φανερὸν δὲ καὶ ὅτι ἑκάτερον ἔχει ἀγαθὸν τὸ εἶδος τῆς ῥητορείας· καθάπερ γὰρ καὶ ἐν τοῖς μεθοδικοῖς εἴρηται, καὶ ἐν τούτοις ὁμοίως ἔχει. ὅσα μὲν οὖν Ἀριστοτέλης ὑπὲρ ἑαυτοῦ γέγραφε μαρτυρόμενος διαρρήδην, ὅτι τὰς ῥητορικὰς τέχνας συνετάξατο πρεσβύτερος ὢν ἤδη καὶ τὰς κρατίστας συντάξεις προεκδεδωκώς, ταῦτʼ ἐστίν· ἐξ ὧν ὃ προειλόμην ποιῆσαι φανερόν, ὅτι προτεροῦσιν οἱ τοῦ ῥήτορος ἀγῶνες τῶν τοῦ φιλοσόφου τεχνῶν, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· εἴ γε ὃ μὲν εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων ἤρξατο πολιτεύεσθαι καὶ δημηγορεῖν καὶ λόγους εἰς δικαστήρια γράφειν, ὃ δὲ κατὰ τοὺς αὐτοὺς χρόνους ἔτι συνῆν Πλάτωνι καὶ διέτριψεν ἕως ἐτῶν ἑπτὰ καὶ τριάκοντα οὔτε σχολῆς ἡγούμενος οὔτε ἰδίαν πεποιηκὼς αἵρεσιν.
而在打算论述例证与修辞推论、说明它们具有与归纳和三段论相同效力时,他关于分析论和方法论的著作写下了如下内容: “在通过证明或看似证明而进行的事物中,正如在《分析篇》中一者是归纳,另一者是三段论,第三者是假象三段论一样,在此处亦复如是;因为例证是归纳,修辞推论是三段论,而假象者则是假象三段论;我把修辞推论称为修辞学的三段论,把例证称为修辞学的归纳;所有人都是通过证明任何事物来建构确信的,这从《分析篇》对我们而言是显而易见的,因此这两者中的每一者必然分别与那些两者中的每一者相同。例证与修辞推论的区别何在,从《论题篇》中即可明了;因为在彼处先前关于三段论和归纳已经讲过,在许多相似的事例上证明其确实如此,在彼处是归纳,而在此处则是例证;而某些前提存在时,因这些前提之故而在这些存在之外产生另一些事物,无论是普遍地抑或在多数情况下,在彼处被称为三段论,在此处则被称为修辞推论。同样显然的是,每种修辞体裁都具有其长处;因为正如在《方法篇》中所说的那样,在这些事物中情况亦复相同。” 亚里士多德论及自身所写的这些内容,明白昭示他在编撰修辞学著作时已届年长,且已预先出版了其最精要的论著,正是如此。从这些材料中,我认为我当初意图澄清的主张——即演说家的争辩先于哲学家的论著——已经得到了充分的证明;既然演说家在二十五岁时便开始从政、发表民会演说并为法庭撰写演说词,而哲学家在同一时期仍与柏拉图相伴,直到三十七岁既未主管学园,亦未自立学派。
εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε4 καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων· τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν, εὐδοκιμοῦσι μάλιστα αἱ κατὰ ἀναλογίαν· ὡς Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως, ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι καὶ Κηφισόδοτος σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι τῶν περὶ τὸν Ὀλυνθιακὸν πόλεμον ἠγανάκτει φάσκων αὐτὸν εἰς πνῖγμα τὸν δῆμον ἀγαγόντα τὰς εὐθύνας πειρᾶσθαι διδόναι.
然而,若有人竟如此好辩,以至于面对这些事实也要提出异议,承认修辞学技艺确实撰写于《分析篇》、《方法篇》和《论题篇》之后,却宣称没有任何东西能阻碍哲学家在仍受教于柏拉图门下时便已撰就所有这些专论——从而引入一种拙劣且不可信的企图,硬要把那种最无赖的论调弄得看似合理,说什么‘不可几之事有时也会成为可几’——那么我且放下原本要用来驳斥此说的论辩,转向这位哲学家本人的明证;他在修辞著作的第三卷中论及隐喻时,字字确凿地写道: “隐喻共有四种,其中依比例而作的最受赞赏:正如伯里克利所说,在战争中丧生的年轻一代从城邦中消逝,就犹如某人从一年中抽走了春天;又如刻菲索多托斯在哈雷斯急于为有关奥林苏斯战争之事交账时感到愤慨,声称他在把民众推向窒息的绝境之后竟然试图去交账。”
- 6ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει
整个句子的基本骨架是由关系代词 ἃ 引导的名词性从句作为主句的主语,连接至表语兼系动词 τεκμήρι[ά] ἐστιν ἰσχυρότατα。在从句内部,分词短语 πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν...、介词短语 πρὸς πολλοῖς δʼ ἄλλοις... 以及承接同一先行内容的 ἃ τέθηκεν... 形成了多重复合嵌套,导致主语与谓语之间出现大幅度的语法离隔。
- 6διʼ αὑτὸν ἡττᾶσθαι
宾格 αὑτόν 是第三人称阳性单数反身代词,指代不定词 ἡττᾶσθαι 的逻辑主语(即败诉的当事人或演说者)。前置词 διά 与宾格连用,表示原因:“由于其自身的过错/因当事人自己之故”。
- 7παρὰ τὸ ταῦτʼ εἶναι
παρά 后接带冠词的宾格不定词(τὸ ταῦτʼ εἶναι),表示超出前提之外的附加或结果:“除了这些前提成立之外/在这些条件之外”。此结构精确复述了亚里士多德逻辑学中关于三段论的经典定义(由已知前提必然推导出“相异的结论”)。
- 8εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε
由 εἰ 加直陈式将来时 ἔσται 引导的条件句后接表示结果的 ὥστε 从句,其后连缀了一长串分词结构(ὁμολογῶν..., λέγων..., εἰσάγων..., βιαζόμενος...)。主句的核心是 ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας(“我且放下原本要用以驳斥的论辩,转向哲学家本人的明证”),从而将针对假定对手的辩驳引向第一人称的论证决断。
