← 哈利卡纳苏斯的狄奥尼修斯

致阿迈乌斯第一信

§1-3

关于狄摩西尼与亚里士多德关系的编年反驳序论

狄奥尼修斯致信阿迈乌斯,宣布将驳斥逍遥学派关于狄摩西尼依凭亚里士多德手册成名的观点,并将通过编年证据证明亚里士多德的修辞著作撰写于狄摩西尼声名大噪之后。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Διονύσιος Ἀμμαίῳ τῷ φιλτάτῳ πλεῖστα χαίρειν πολλῶν μετʼ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὧν ἐνήνοχεν ὁ καθʼ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρʼ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατʼ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος. κατʼ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτʼ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα, καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται,1 ἵνα ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ἀφείην βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.

狄奥尼修斯致最亲爱的阿迈乌斯,致以最诚挚的问候。 在我们这个时代所产生的诸多离奇而反常的传闻中,当我最初从你那里听到此事时,也觉得它是其中之一:即逍遥学派的某位哲学家,企图在一切事上取悦开创这一哲学的亚里士多德,竟许诺要阐明这一点:狄摩西尼是从亚里士多德那里学得修辞技艺并将其转用于自己的演说中的,正是依照那些规则加以修饰,他才成为所有演说家中最卓越者。起初,我认为企图说出这番话的不过是个平庸之辈,因而劝你不要对一切反常之论都予以理会。然而,当我得知那人的名字——一个我因其品德与著述皆深怀敬佩的人——我大为惊愕,并在心中反复思忖,认为此事需要更为审慎的考察,唯恐真相确然如此而竟瞒过了我,而此人并非信口开河;以便我若非放弃自己先前持有的见解,确凿地得知亚里士多德的技艺手册早于狄摩西尼的演说,便是能够在那个作出如此断定且正准备形诸文字的人将著作公之于众之前,说服他改变看法。

§2

οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τότε ὑπὸ Ἀριστοτέλους τὰς ῥητορικὰς γεγράφθαι τέχνας. ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρθῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδʼ ἀλλοτρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τούτων οὐδεμία τῶν πίστεων διʼ ἀναγκαίων συνάγεται λημμάτων· ἀλλʼ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἴομαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτικοὺς λόγους ἐσπουδακότων χάριτος· ἵνα μὴ τοῦθʼ ὑπολάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην, οὐδʼ ἂν αὐτὸς ὁ Δημοσθένης ὁ πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθʼ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν καταλιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.2

你也为我非走马看花地探求真相提供了绝非微小的动力,你敦促我公开那些使我自己确信下述事实的论据:正是当狄摩西尼已经如日中天并发表了最著名的辩论演说之时,亚里士多德才撰写了那些修辞技艺的手册。在我看来,你的另一劝诫亦极为妥当:切勿凭借迹象、或然之理或外部见证来证实此事——因为这些凭据无一是由必然的前提推导而出的——而是应当通过亚里士多德自己的著述来引述他本人,证明他承认事实正是如此。最优秀的阿迈乌斯啊,这正是我所做的工作,既是出于对真理的顾念——我认为在一切事物上真理都当受到考察——也是为了惠及所有热心于政治演说的人;免得他们以为:逍遥学派的哲学已包罗了所有的修辞准则,而西奥多洛斯、色拉叙马霍斯和安提丰一派毫无值得称道之创见,伊索克拉底、阿那克西美尼和阿尔基达马斯亦然,抑或与这些人同时代的技术准则撰写者及修辞论辩的名家——即西奥德克特斯、菲利斯科斯、伊塞奥斯、刻菲索多罗斯、许珀里得斯、吕库古和埃斯基涅斯等人——皆无所发现;甚至那位超越了前人与同代人、且未给后人留下任何超越余地的狄摩西尼本人,若非精通了亚里士多德的技艺手册,单凭依循伊索克拉底与伊塞奥斯的准则修饰自身,也绝不可能达到如此崇高的境地。

§3

οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος,3 ὦ φίλε Ἀμμαῖε, οὐδʼ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθʼ ἑτέρας τινὰς εἰσαγωγάς· ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ δοκοῦντά μοι· πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. ἀνάγκη δʼ ἴσως πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι, προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν.

“此说绝非真实”,亲爱的阿迈乌斯,狄摩西尼的演说绝非依据亚里士多德后来才发表的技艺手册撰写而成的,而是遵循了其他某些入门指引。关于这些指引,我将在另一部专门著作中阐明我的见解,因为有关它们的论述篇幅宏大,不宜将其作为另一部著作的附带之笔。而在当下,我将竭力阐明这一点:正是在狄摩西尼已经活跃于城邦政坛、发表了司法与公众辩论中最著名的演说、并因演说的卓越雄辩而受全希腊赞叹之际,那位哲学家才写下了修辞技艺手册。或许首先有必要如我从通史中所承袭的那样,将那些编纂这些人物传记的人留给我们的记述预先陈明。我将从狄摩西尼着手开篇。

语法注3 条
  1. 1μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται

    在表达审思与担忧(ᾤμην δεῖσθαι σκέψεως)之后的μή ποτε从句中,使用了完成时直陈式(λέληθε, εἴρηται)而非虚拟式。该句法用于表达针对现存或过去事实的确切顾虑与怀疑,即作者唯恐客观事实实际上已然如此,只是自己未曾察觉而已。

  2. 2οὐδʼ ἂν αὐτὸς ὁ Δημοσθένης... τοσοῦτος ἐγένετο... εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν

    嵌入在ἵνα μὴ τοῦθʼ ὑπολάβωσιν ὅτι所引出的宾语从句中的过去与事实相反的虚拟条件句。主句由ἄν加不定过去时直陈式构成(οὐδʼ ἂν... τοσοῦτος ἐγένετο),条件从句由εἰ加不定过去时直陈式构成(εἰ μὴ... ἐξέμαθεν),用以转述他人错误的假设性推论,即“狄摩西尼若非精通亚里士多德的手册,绝不可能变得如此伟大”。

  3. 3οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος

    直接化用了抒情诗人斯忒西霍罗斯《退歌》(亦见于柏拉图《斐德罗篇》243a的名句)的开篇。后句紧接否定连词οὐδέ,构成明确的反驳纲领:“此说绝非真实,演说也绝非……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:1-3