← 哈利卡纳苏斯的狄奥尼修斯

致阿迈乌斯第一信

§11#2

出使年代考订与演说早于修辞学的结论

作者征引菲洛霍鲁斯及狄摩西尼《金冠辞》,确立了使节往来与结盟发生在利西马基得斯执政之年,并藉由亚里士多德对该事件的记载,断定狄摩西尼早期的所有演说皆作于亚里士多德修辞学专论问世之前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11#2

τὰ δὲ χρήματα ἐψηφίσαντο πάντʼ εἶναι στρατιωτικὰ Δημοσθένους γράψαντος. Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος εἰς Θήβας Θετταλῶν Αἰνιάνων Αἰτωλῶν Δολόπων Φθιωτῶν, Ἀθηναίων δὲ κατὰ τὸν αὐτὸν χρόνον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις συμμαχεῖν ἐψηφίσαντο. φανεροῦ δὴ γεγονότος τοῦ χρόνου, καθʼ ὃν εἰσῆλθον εἰς Θήβας οἵ τε Ἀθηναίων πρέσβεις οἱ περὶ Δημοσθένη καὶ οἱ παρὰ Φιλίππου, ὅτι κατὰ Λυσιμαχίδην ἄρχοντα πίπτει, παρεσκευασμένων ἤδη τὰ πρὸς τὸν πόλεμον ἀμφοτέρων, αὐτὸς ὁ Δημοσθένης ποιήσει φανερὸν ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ, τίνες ἦσαν αἱ παρὰ τῶν πρεσβειῶν ἀμφοτέρων ἀξιώσεις· θήσω δὲ ἐξ αὐτῆς λαβὼν τῆς ἐκείνου λέξεως τὰ συντείνοντα πρὸς τὸ πρᾶγμα· οὕτως διαθεὶς Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων, καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηφίσμασι καὶ ταῖς ἀποκρίσεσιν ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, ἔτι συμπνευσόντων ἡμῶν ἂν καὶ τῶν Θηβαίων.1 ἀλλὰ μὴν τὰ τότε συμβάντα διεξελθών, διεξελθὼν δὲ τοὺς ῥηθέντας ὑφʼ ἑαυτοῦ λόγους ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς πρεσβευτὴς ὑπʼ Ἀθηναίων εἰς Θήβας ἐπέμφθη, ταῦτα κατὰ λέξιν ἐπιτίθησιν· ὡς δʼ ἀφικόμεθα εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δʼ ἐκείνου θρασεῖς. ἔπειτʼ ἐπιστολήν τινα κελεύσας ἀναγνωσθῆναι ταῦτʼ ἐπιτίθησιν· ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παριόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δʼ ὑμῖν ἐγκαλοῦντες, πάνθʼ ὅσα πώποτε ἐναντία ἐπράξατε Θηβαίους ἀναμιμνῄσκοντες. τὸ δʼ οὖν κεφάλαιον, ἠξίουν, ὧν μὲν εὖ ʼπεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δʼ ὑφʼ ὑμῶν ἠδίκηνται δίκην λαβεῖν,2 ὁποτέρως βούλονται, ἢ διἱέντας αὐτοὺς ἐφʼ ὑμᾶς ἢ συνεμβάλλοντας εἰς τὴν Ἀττικήν. εἰ δὴ κατὰ Λυσιμαχίδην μὲν ἄρχοντα τὸν μετὰ Θεόφραστον λελυμένης ἤδη τῆς εἰρήνης οἱ παρὰ Φιλίππου πρέσβεις εἰς Θήβας ἀπεστάλησαν παρακαλοῦντες αὐτοὺς μάλιστα μὲν συνεισβαλεῖν εἰς τὴν Ἀττικήν, εἰ δὲ μή, δίοδον τῷ Φιλίππῳ παρασχεῖν μεμνημένους τῶν εὐεργεσιῶν αὐτοῦ τῶν περὶ τὸν Φωκικὸν πόλεμον, ταύτης δὲ μέμνηται τῆς πρεσβείας Ἀριστοτέλης, ὡς ὀλίγῳ πρότερον ἐπέδειξα τὰς ἐκείνου λέξεις παρασχόμενος, ἀναμφιλόγοις δήπουθεν ἀποδέδεικται τεκμηρίοις, ὅτι πάντες οἱ Δημοσθένους ἀγῶνες οἱ πρὸ τῆς Λυσιμαχίδου ἀρχῆς ἐν ἐκκλησίαις τε καὶ δικαστηρίοις γενόμενοι πρότερον τῶν Ἀριστοτέλους τεχνῶν

在狄摩西尼起草法令之后,他们表决通过将所有资金列为军费。当腓力占领埃拉提亚和屈提尼翁,并派色萨利人、艾尼亚尼亚人、埃托利亚人、多洛佩斯人和弗提奥提斯人的使节前往底比斯,而雅典人亦在同时派遣了以狄摩西尼为首的使节时,底比斯人表决与雅典人结盟。 既然狄摩西尼等雅典使节与来自腓力的使节进入底比斯的时间已经水落石出——即落在利西马基得斯担任执政官之时,当时双方皆已作好战争准备——那么狄摩西尼本人便会在《金冠辞》中指明两方使节团各自提出了何种要求。我且从他本人的言辞中摘取与此事相关的内容录下: “腓力通过这些手段使各城邦相互对立,并借这些决议和答复受到鼓舞,率军前来占领了埃拉提亚,深信无论发生何事,我们与底比斯人也绝不会再同心协力。” 不仅如此,在详述了当时的变故、自己在公民大会上发表的演说以及自己如何被雅典人作为使节派往底比斯之后,他又照字面附上了这些话: “当我们抵达底比斯时,发现腓力、色萨利人及其他盟邦的使节均已在场;我们的朋友陷于恐惧之中,而他的党羽则气焰嚣张。” 随后,在吩咐朗读了一封信件之后,他附上了这些话: “因此,当他们召开公民大会时,由于对方使节拥有同盟者的位次,便首先引见他们。他们上前发表演说,极力赞颂腓力,对你们多加指责,并使底比斯人记起你们历来对他们所做的一切敌对行为。总而言之,他们要求底比斯人就腓力所施的恩惠予以报答,就遭受你们的侵害实行惩戒,按他们〔底比斯人〕所愿的两种方式任选其一:要么允许他们〔腓力一方〕取道进击你们,要么一同侵入阿提卡。” 如果正如上述,在塞奥弗拉斯图斯之后的执政官利西马基得斯任内,在和平业已破裂之际,来自腓力的使节被派往底比斯,敦促他们最好一同侵入阿提卡,否则便念及他在福基斯战争中的恩德而向腓力提供借道之途,而亚里士多德又确实提及了这支出使队伍——正如我刚才援引其原文所证明的那样——那么便通过无可辩驳的确据无可置疑地证明了:凡在利西马基得斯执政之前在公民大会和法庭上进行的狄摩西尼的所有辩论,均早于亚里士多德的修辞学专论。

语法注2 条
  1. 11ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, ἔτι συμπνευσόντων ἡμῶν ἂν καὶ τῶν Θηβαίων

    表主观意图或设想的 ὡς 与属格独立结构(συμπνευσόντων ἡμῶν καὶ τῶν Θηβαίων)相连,其中插入了让步假设从句 οὐδʼ ἂν εἴ τι γένοιτο(“纵使发生任何事情”)。虚词 ἄν 在 οὐδέ 之后及分词 συμπνευσόντων 之后重复出现(ἄν 的叠用),强化了假想性推测的语气(“深信我们与底比斯人绝不可能再同心合力”)。

  2. 11ὧν μὲν εὖ ʼπεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δʼ ὑφʼ ὑμῶν ἠδίκηνται δίκην λαβεῖν

    关系代词 ὧν 发生了关系词引力(attractio relativi)。先行词(τούτων)被省略,关系代词受主句动词结构所需格位(χάριν ἀποδοῦναι 所要求的宾格性属格,以及 δίκην λαβεῖν 所要求的表示原因的属格)的影响而被吸引为属格,其在从句内部原应为受格(ἅ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:11#2