← 哈利卡纳苏斯的狄奥尼修斯

致阿迈乌斯第一信

§11#1

从时间论题与菲洛霍鲁斯考证年代

作者援引亚里士多德《修辞学》第二卷中关于时间论题的论述以及菲洛霍鲁斯的《阿提卡史》,开始考证腓力要求借道底比斯及雅典随后决议撕毁和约的年代背景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11#1

ὅτι δὲ καὶ τούτους ἅπαντας τοὺς λόγους οὓς κατηρίθμημαι πρὸ τῆς ἐκδόσεως τῶν Ἀριστοτέλους τεχνῶν ἀπήγγειλεν ὁ Δημοσθένης, αὐτὸν Ἀριστοτέλη παρέξομαι μαρτυροῦντα.1 ἀρξάμενος γὰρ ἐν τῇ δευτέρᾳ βύβλῳ τῶν τεχνῶν τοὺς τόπους ὁρίζειν, ἀφʼ ὧν τὰ ἐνθυμήματα φέρεται, καὶ τὸν ἐκ τοῦ χρόνου παραλαμβάνει παρατιθεὶς αὐτῷ τὰ παραδείγματα. θήσω δὲ αὐτὴν τὴν τοῦ φιλοσόφου λέξιν· ἄλλος εἰς τὸν χρόνον σκοπεῖ· οἷον, ὡς ὁ Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὡς εἰ πρὶν ποιῆσαι ἠξίου τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσῃ, ἔδοτε ἄν· ποιήσαντι δʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δὲ ἀφαιρεῖσθε. καὶ πάλιν πρὸς τὸ διὰ Θηβαίων διἱέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ, διότι προεῖτο καὶ ἐπίστευσεν, μὴ διήσουσιν.2 ὁ δὲ χρόνος οὗτος, ἐν ᾧ Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῷ δοῦναι δίοδον ὑπομιμνήσκων τῆς ἐν τῷ πρὸς Φωκεῖς πολέμῳ γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν ἄρχοντος Θεμιστοκλέους συνθῆκαι Φιλίππῳ πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας· αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου· ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθηναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος. τὰς δὲ αἰτίας διʼ ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον ἐν ᾧ τὴν εἰρήνην ἔλυσαν ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῇ ἕκτῃ τῆς Ἀτθίδος βύβλῳ. θήσω δʼ ἐξ αὐτῆς τὰ ἀναγκαιότατα· Θεόφραστος Ἁλαιεύς· ἐπὶ τούτου Φίλιππος τὸ μὲν πρῶτον ἀναπλεύσας Περίνθῳ προσέβαλεν, ἀποτυχὼν δʼ ἐντεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανήματα προσῆγεν. ἔπειτα διεξελθών, ὅσα τοῖς Ἀθηναίοις ὁ Φίλιππος ἐνεκάλει διὰ τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ λέξιν ἐπιτίθησιν· ὁ δὲ δῆμος ἀκούσας τῆς ἐπιστολῆς καὶ Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ τὰ ψηφίσματα γράψαντος ἐχειροτόνησε τὴν μὲν στήλην καθελεῖν3 τὴν περὶ τῆς πρὸς Φίλιππον εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου. ταῦτα γράψας κατὰ Θεόφραστον ἄρχοντα γεγονέναι, τῷ μετʼ ἐκεῖνον ἐνιαυτῷ τὰ πραχθέντα μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ Λυσιμαχίδου ἄρχοντος διεξέρχεται. θήσω δὲ καὶ τούτων αὐτὰ τὰ ἀναγκαιότατα· Λυσιμαχίδης Ἀχαρνεύς· ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιππον·

至于我所列举的所有这些演说同样是狄摩西尼在亚里士多德的修辞学专论出版之前发表的,我将引述亚里士多德本人的证言。因为他在专论第二卷中开始界定推论(修辞三段论)所由产生的论题时,亦列入了从时间出发的论题,并为此附上了实例。我且录下这位哲学家本人的原话: “另一个论题着眼于时间:例如伊菲克拉特斯在《反哈尔摩迪乌斯》中所言,‘如果我在立功之前,就要求在立功后获得立像之荣,你们当时定会应允;难道在我立功之后,你们反倒不给予了吗?因此,切莫在指望受惠时许下承诺,而在受惠之后又予剥夺。’又如关于腓力取道底比斯人领地进入阿提卡一事所言,‘如果他在援救他们对抗福基斯人之前提出这一要求,他们定会答应;因此,如果仅仅因为他先行付出并予以信任,他们就不予放行,那便是荒谬的。’” 而腓力提醒底比斯人在福基斯战争中所获援助、要求他们允许自己借道进入阿提卡的这个时期,从通史中便一目了然。因为实情如下:在奥林苏斯陷落之后,塞米斯托克勒斯担任执政官之时,腓力与雅典人缔结了关于友好与同盟的条约;该条约持续了七年之久,直至尼科马库斯任内。而在尼科马库斯之后继任执政官的塞奥弗拉斯图斯任内,条约破裂,雅典人指责腓力挑起战争,腓力亦归咎于雅典人。关于双方各自宣称遭受侵害而诉诸战争的起因,以及他们撕毁和平的确切时间,菲洛霍鲁斯在《阿提卡史》第六卷中作了精确的阐明。我且从中摘录最必要的部分: “哈莱的塞奥弗拉斯图斯:在此人任内,腓力起初率舰北上进犯佩林苏斯,失利之后便围攻拜占庭并调来攻城器械。” 随后,在简述了腓力通过信件对雅典人提出的种种指控之后,他又照字面附上了这些话: “民众听取了信件,并在狄摩西尼力劝他们应战并起草法令之后,举手表决拆毁就与腓力的和平及同盟所树立的石碑,为战舰配备人员,并执行其他战争行动。” 在记述了这些事件发生于塞奥弗拉斯图斯执政官任内之后,他又详述了次年利西马基得斯执政官任内和平破裂后的一应举动。我同样录下其中最必要的部分: “阿卡奈的利西马基得斯:在此人任内,由于对腓力的战争,关于船坞和军械库的工程被推迟。”

语法注3 条
  1. 11αὐτὸν Ἀριστοτέλη παρέξομαι μαρτυροῦντα

    动词 παρέξομαι 带有直接宾语 αὐτὸν Ἀριστοτέλη 以及与之保持性数格一致的作补足语的分词 μαρτυροῦντα,意为“引述亚里士多德本人作为证人”。

  2. 11καὶ πάλιν πρὸς τὸ διὰ Θηβαίων διἱέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ, διότι προεῖτο καὶ ἐπίστευσεν, μὴ διήσουσιν.

    引自亚里士多德。介词短语 πρὸς τὸ 加上冠词不定词引入讨论议题(“关于腓力穿过……这一情况”),随后 ὅτι 引导论据的内容。其内部包含一个与过去事实相反的条件句(εἰ ἠξίου... ὑπέσχοντο ἄν),继以 ἄτοπον οὖν εἰ...(“若是……则实属荒谬”)。在原因从句 διότι προεῖτο 中,προεῖτο 为 προΐημι 的不定过去时中间态单数第三人称。

  3. 11ἐχειροτόνησε τὴν μὲν στήλην καθελεῖν

    动词 χειροτονέω(举手表决、通过决议)接不定词补足语(καθελεῖν, πληροῦν, ἐνεργεῖν),为雅典政令中的常用结构,意为“表决拆除……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:11#1