- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯引用亚里士多德《修辞学》中关于修辞推论论题的段落,证明狄摩西尼绝大多数公开演说均早于该专论,甚至连战后唯一的《金冠辞》审判亦早于该书,从而得出结论:是亚里士多德参照演说家的作品撰写了专论,而非演说家受惠于哲学家的教本。
ἑτέραν προσθήσω μαρτυρίαν παρὰ τοῦ φιλοσόφου λαβών, ἐξ ἧς ἔτι μᾶλλον ἔσται φανερόν, ὅτι μετὰ τὸν πόλεμον τὸν συμβάντα τοῖς Ἀθηναίοις πρὸς Φίλιππον αἱ ῥητορικαὶ συνετάχθησαν ὑπʼ αὐτοῦ τέχναι, Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ πάντας εἰρηκότος τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς λόγους, ὧν ὀλίγῳ πρότερον ἐμνήσθην. διεξιὼν γὰρ τοὺς τόπους τῶν ἐνθυμημάτων ὁ φιλόσοφος καὶ τὸν ἐκ τῆς αἰτίας τίθησι· παρέξομαι δὲ τὴν ἐκείνου λέξιν· ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι.1 τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσι, καὶ μάλιστα ἐν ταῖς πολιτείαις· ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν· μετʼ ἐκεῖνο γὰρ. ποίους οὖν ὁ Δημοσθένης κατεσκεύασεν ἀγῶνας ταῖς Ἀριστοτελείοις τέχναις ὁδηγοῖς χρησάμενος, εἰ πάντες οἱ δημόσιοι λόγοι, διʼ οὓς ἐπαινεῖταί τε καὶ θαυμάζεται, πρὸ τοῦ πολέμου γεγόνασιν, ὡς πρότερον ἐπέδειξα, πλὴν ἑνὸς τοῦ περὶ τοῦ στεφάνου; οὗτος γὰρ μόνος εἰς δικαστήριον εἰσελήλυθεν μετὰ τὸν πόλεμον ἐπʼ Ἀριστοφῶντος ἄρχοντος ὀγδόῳ μὲν ἐνιαυτῷ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἕκτῳ δὲ μετὰ τὴν Φιλίππου τελευτήν, καθʼ ὃν χρόνον Ἀλέξανδρος τὴν ἐν Ἀρβήλοις ἐνίκα μάχην. Εἰ δέ τις ἐρεῖ τῶν πρὸς ἅπαντα φιλονεικούντων, ὅτι τοῦτον ἴσως ἔγραψε τὸν λόγον ταῖς Ἀριστοτέλους ἐντετευχὼς τέχναις, τὸν κράτιστον ἁπάντων τῶν λόγων, πολλὰ πρὸς αὐτὸν εἰπεῖν ἔχων, ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένηταί μοι, καὶ τοῦτον ἐπιδείξειν ὑπισχνοῦμαι τὸν ἀγῶνα πρὸ τῶν Ἀριστοτέλους τεχνῶν ἐπιτετελεσμένον αὐτῷ χρησάμενος τῷ φιλοσόφῳ μάρτυρι. προθεὶς γὰρ τόπον ἐνθυμημάτων τὸν ἐκ τῶν πρὸς ἄλληλα, ταῦτα κατὰ λέξιν γράφει· ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ κελεῦσαι, καὶ τὸ πεποιηκέναι· οἷον ὡς ὁ τελώνης ὁ Διομέδων· εἰ γὰρ μηδʼ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδὲ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς καὶ δικαίως ὑπάρχει, τῷ πεπραγμένῳ ὑπάρξει καὶ τῷ ποιήσαντι ἢ ποιοῦντι.2 ἔστι δὲ τοῦτο παραλογίσασθαι· οὐ γὰρ εἰ δικαίως ἔπαθεν, ἅμα καὶ δικαίως ὑπὸ τούτου πέπονθε. διὸ δεῖ σκοπεῖν χωρίς, εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἂν ἁρμόττῃ. ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου καὶ οἷον ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα. τίς οὖν ἐστιν ἡ Δημοσθένους δίκη περὶ ἧς ὁ φιλόσοφος γέγραφεν, ἐν ᾗ τὸ κυριώτατον τῆς ἀμφισβητήσεως κεφάλαιον ἦν ἐκ τοῦ πρὸς ἄλληλα τόπου; ἡ πρὸς Αἰσχίνην ὑπὲρ Κτησιφῶντος τοῦ παρασχόντος Δημοσθένει τὸ περὶ τοῦ στεφάνου ψήφισμα καὶ τὴν τῶν παρανόμων φεύγοντος γραφήν· ἐν ταύτῃ γὰρ τὸ ζητούμενον ἦν οὐ τὸ κοινόν, εἰ τιμῶν καὶ στεφάνων ἄξιος ἦν Δημοσθένης ἐπιδοὺς ἐκ τῶν ἰδίων κτημάτων τὴν εἰς τὰ τείχη δαπάνην, ἀλλʼ εἰ καθʼ ὃν χρόνον ὑπεύθυνος ἦν, κωλύοντος τοῦ νόμου τοὺς ὑπευθύνους στεφανοῦν. τὸ γὰρ ἐκ τῶν πρὸς ἄλληλα τοῦτʼ ἔστιν, εἰ ὥσπερ τῷ δήμῳ τὸ δοῦναι, οὕτως καὶ τῷ ὑπευθύνῳ τὸ λαβεῖν τὸν στέφανον ἐξῆν. ἐγὼ μὲν οὖν ταύτης οἴομαι τῆς δίκης μεμνῆσθαι τὸν Ἀριστοτέλη. εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπʼ Ἀντικλέους ἄρχοντος ἀπελογήσατο περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν3 αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δημοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέμενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.
我且再从哲学家那里引来另一条证据,借此将更加显明:他的修辞学专论是他本人在雅典人对腓力的战争发生之后才撰写的,当时狄摩西尼在政治生活中已臻于鼎盛,并且早已发表了我刚才提到的所有公民大会演说和法庭辩辞。因为哲学家在阐述修辞推论(省略三段论)的论题时,亦提出了基于原因的论题。我且录下他的原话: “另一个论题是基于将非原因者当作原因,例如由于与其同时发生或在其之后发生。因为人们将‘在……之后’视作‘由于……’,在政治中尤其如此;正如德马德斯认为狄摩西尼的施政方针是一切灾祸的原因一样;因为在那之后……” 那么,如果正如我此前证明的那样,除了一篇《金冠辞》之外,狄摩西尼借以受到称赞与惊叹的所有公开演说均发生在战争之前,他又怎么可能是以亚里士多德的专论为指南来构筑辩论的呢?因为唯有这一篇演说是在战争之后、在阿里斯托丰担任执政官时进入法庭的,即在喀罗尼亚战役后的第八年、腓力死后的第六年,正值亚历山大在阿尔贝拉战役中获胜之际。如果那些对一切吹毛求疵的人中有人声称,他或许是因为读了亚里士多德的专论才写下了这篇演说——这一篇在所有演说中最为卓越者——那么,尽管我对驳斥他有许多话可说,但为了使我的论述不致超出应有的篇幅,我承诺借用哲学家本人作为见证,来证明连这场辩论也是在亚里士多德的专论之前完成的。因为他在提出基于相对事物的修辞推论论题时,照字面写下了这些话: “另一个论题出自相对的事物。因为如果对于一方而言,高尚或正当地行事成立,那么对于另一方而言,承受该事亦成立;如果下令成立,那么执行了该事亦成立;正如征税官狄奥墨冬所言:‘因为如果卖对你们而言并非可耻,那么买对我们而言亦非可耻。’而且如果高尚与正当属于承受者,它亦将属于所作出的行为,以及属于施为者或正在施为的人。然而在此可能产生谬误推理;因为即使某人正当地承受了,也并不意味着由这个人施加是正当的。因此应当分别考量承受者是否配得承受,施为者是否配得施为,然后按适宜的方式使用。因为有时这种情形并不一致,就像在塞奥德克特斯的《阿尔克迈翁》中,以及关于狄摩西尼的审判和杀死尼卡诺尔之人的审判那样。” 那么,哲学家所写的、其中争议最主要的核心来自相对事物论题的“狄摩西尼的审判”究竟是哪一场呢?正是针对埃斯基涅斯、为克特西丰辩护的那场审判,后者为狄摩西尼起草了关于金冠的法令,并面临不法提案的诉讼。因为在这场审判中所探讨的,并非普遍性的问题——即狄摩西尼自费捐助修造城墙的开销后是否配得荣誉与金冠,而是在他尚需接受账目审计之时,在法律禁止向受审者授予金冠的情况下,是否可以受冠。因为出自相对事物的要点就在于:是否正像民众有权授予金冠一样,负有账目审计之责的人亦有权接受它。因此,我个人认为亚里士多德提及的正是这场审判。然而如果有人主张,那是指在安提克勒斯执政期间、在亚历山大去世前后他就受贿一事所作的辩护审判,那么他将使亚里士多德的专论比狄摩西尼的辩论还要晚得多。但无论如何,我认为已经充分证明了:并非演说家从哲学家那里获得了他赖以构筑那些惊世演说的专论,恰恰相反,是亚里士多德在参阅了狄摩西尼及其他演说家的作品之后,才写出了这些专论。
- 12τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι
由 οἷον 引导的定冠词与格不定式短语(τῷ... γεγονέναι),用作介词短语 παρὰ τὸ ἀναίτιον ὡς αἴτιον 的具体事例。它在句中充当原因与格或手段与格(“由于与其同时发生或在其之后发生”)。
- 12τῷ πεπραγμένῳ ὑπάρξει καὶ τῷ ποιήσαντι ἢ ποιοῦντι
承接前文条件句,主语 τὸ καλῶς καὶ δικαίως(高尚与正当)在此承前省略。与格 τῷ πεπραγμένῳ(对于所做之事)与 τῷ ποιήσαντι ἢ ποιοῦντι(对于施为者或正在施为之人)作为动词 ὑπάρξει 的并列间接宾语(所属对象)。
- 12ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν
连词组合 ἀλλὰ γὰρ 用于截断枝节讨论并引出核心结论(“无论如何”、“总之”)。由 ὅτι 引导的从句(结构为 οὐχ... ἀλλὰ τοὐναντίον...)构成了句末主要动词 ἱκανῶς ἀποδεδεῖχθαι νομίζω(“我认为已充分证明”)的间接引语宾语从句。
