← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§9-10

监护案序论总结与青年诉讼演说对比

作者总结了吕西亚斯与伊赛奥斯监护演说序论中自然与修辞造作的对比,并进一步引述两人为不通诉讼的青年被迫出庭所撰写的演说进行对照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι1 τοῦτο μὲν ἀφελῶς καὶ ἡδέως εἴρηται ἦθός τε οὐ πεπλασμένον ἀλλὰ φυσικὸν ἐπιφαίνει. τὸ γάρ· οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν οὐδεὶς ἂν εἴποι ῥήτορος εἶναι, ἀλλὰ παντὸς ἰδιώτου καταστάντος εἰς ἀγῶνα ἄδικον. τὸ δʼ Ἰσαίου πεποιῆσθαι ῥητορικῶς καὶ κεκαλλιλογῆσθαι σεμνότερον ἅπαντες ἂν φήσειαν, τὸ γάρ· ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματα ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν. καὶ ἔτι μᾶλλον παρὰ Λυσίᾳ μὲν χαριέντως πάνυ καὶ ἀφελῶς εἰρῆσθαι τὸ· ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα. θάτερον δὲ τρανότερον καὶ οὐχ ὡς ἂν ἰδιώτης συνέθηκεν· ἀλλʼ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλʼ ἱκανῆς, ὥστε καὶ λειτουργεῖν, ὑφʼ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι. ἑνὸς δʼ ἔτι μνησθήσομαι γένους, ἐξ οὗ μάλιστα ἡ διαφορὰ τῶν ἀνδρῶν ἔσται καταφανής.

我认为无须多费口舌即可说明,这番话语说得朴实而令人心悦,展现出的是天然浑成而非矫揉造作的人格风范。因为: “审判官阁下,难道监护人因监护之职所承受的一切烦扰还不够吗,”这样的话语,没有人会说出自演说家之口,而是属于任何陷入不公诉讼的普通平民。相反,所有人都会说,伊赛奥斯的表达经过了修辞雕琢,且更为庄重华美地加以修饰;因为: “审判官阁下,我本希望哈格诺忒奥斯对钱财不至于如此贪婪卑劣,以致觊觎他人财物,”而且更为明显的是,在吕西亚斯那里,表述得极其优雅而朴实的是: “因为,审判官阁下,我受托担任希波克拉底财产的监护人,正当且公正地打理了家业,并将财物移交给了通过资格审查的儿子们;”而另一处则更为分明,绝非普通平民所能撰出: “而是作为我的侄子,并且作为由我们移交给他、绝非微薄而是足以承担公役的父祖遗产的支配者,照看好这份家产。” 我还要再提及另一类演说,从这类演说中,两位演说家之间的差异将体现得最为清楚。

§10

ὑποτίθεται δὲ ἑκάτερος ἰδιώτην ἄνδρα καὶ ἀπράγμονα καὶ νέον παρὰ τὴν ἑαυτοῦ προαίρεσίν τε καὶ φύσιν ἠναγκασμένον ἐν δικαστηρίῳ λέγειν, ὁ μὲν Λυσίας ἐν τῷ πρὸς Ἀρχεβιάδην λόγῳ τὸν τρόπον τοῦτον· ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων, ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον. ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως, ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν,2 ἀλλʼ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου,3 ἵνα ἀκούσαντες, περὶ ὧν οὐκ ἴσμεν, βουλευσώμεθα περὶ ὧν σὺ λέγεις· ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σεαυτοῦ ζητεῖς κομίσασθαι. ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτʼ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε. ὁ δὲ Ἰσαῖος ἐν ἀμφισβητήσει χωρίου τοῦ ὑπὸ τῶν δημοτῶν κατεσχημένου, οἷς τὸ χωρίον ὑπέκειτο, ταύτῃ χρώμενον εἰσάγει τῇ ἀρχῇ· μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδʼ ὑφʼ ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν. ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι. πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται τὸ πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. πειράσομαι δʼ ὑμῖν ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.

两人都假设了一名普通、不喜生事且年轻的男子,违背自己的意愿与本性而被迫在法庭上演说。吕西亚斯在《对阿尔刻比亚德斯的辩词》中采取了这种方式: “审判官阁下,当阿尔刻比亚德斯刚对我提起这场诉讼时,我便前去见他,对他说自己年轻且不通世故,根本不想走进法庭:‘因此,我请你不要将我的年轻视为可乘之机,而是带上我的朋友和你的朋友,讲述关于这笔债务究竟从何而来。若是他们认为你所言属实,你便无须多费周折,拿走属于你的东西离去即可。然而,因为我比这桩契约还要年轻,你有责任毫无保留地陈述一切,以便我们在听取所不知晓的事情后,能够就你所言进行商讨;看看能否弄清楚,你究竟是不公地觊觎我的财产,还是正当地索回应得之物。’尽管我提出了这一提议,他却始终不愿会面,也不愿就其指控进行商讨,更不愿交付公断,直到诸位通过了有关仲裁人的法律。” 而在关于一块被乡民占有、且已抵押给这些乡民的地产纠纷中,伊赛奥斯让诉讼人使用了如下开篇: “审判官阁下,我最希望的莫过于不被任何一位公民侵害;若不能如此,我也希望遇上那类即便产生争端我也毫不挂齿的对手。然而如今,所有事情中最令人痛心的一件却落到了我的头上。因为侵害我的是我的同乡人,坐视他们巧取豪夺固然不易,但与他们交恶亦令人难堪,毕竟我必须与他们一同献祭、共同聚会。与众人对簿公堂固然困难,因为他们人多势众,在让人觉得他们所言属实方面起了很大作用;然而,由于对事实抱有信心,尽管落在我身上的困难重重,我认为自己不应当退缩,而是应当尝试通过诸位获得公正。因此,我恳求诸位宽恕我年纪轻轻便胆敢在法庭上发言;因为正是由于那些侵害我的人,我才被迫违背自己的本性做出此举。我将尽我所能,从头起用最短的篇幅向诸位陈述此案。”

语法注3 条
  1. 9οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι

    非人称动词 δεῖ 的不定式 δεῖν 支配表示缺乏的属格 πολλῶν λόγων,意为“不需要多言”。其后引出的 ὅτι 从句充当说明性从句,补充说明无需长篇大论来证明的具体内容(相当于隐含了“以表明……”等动词)。

  2. 10δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν

    属于人称构词法(δίκαιός εἰμι 搭配不定式),相当于非人称句式 δίκαιόν ἐστί σε μηδὲν παραλιπεῖν(“你毫无隐瞒是理所应当的”)。在古典希腊语中,该惯用结构常用于表达“你有责任/理应做某事”。

  3. 10νεώτερός εἰμι τοῦ συμβολαίου

    比较级形容词 νεώτερος 支配比较属格 τοῦ συμβολαίου(“契约”)。字面意义为“我比那份契约更年轻”,引申指该契约订立时发言人尚年幼、不谙世事,或者该契约发生在其知事之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:9-10