← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§11-12

人物刻画的自然度与论辩技巧的对比

狄奥尼修斯对比了吕西亚斯与伊赛奥斯的法庭开篇辩词,指出前者真实自然地再现了平民品格,而后者则经过了深思熟虑的修辞雕琢;随后他又引用一段运用自问自答的论辩段落,进一步揭示了伊赛奥斯文体的多变与技巧性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδʼ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρʼ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων1 καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶς· ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν. καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡς ἐπὶ διαιτητὰς ἠξίουν τοὺς κοινοὺς ἐλθεῖν φίλους κἄν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστῷ διεξελθὼν τελευτῶν ἐπιτίθησι· ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν. ὁ δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ· παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄντα ἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθʼ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν.2 συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδʼ ὡς ἄν ἰδιώτης· ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, φησίν, οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δʼ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι. ἡ γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἤ ἀφελέστερον, καὶ ἔτι τὸ πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως· οὐχ ἡγούμην δεῖν κατοκνῆσαι οὐδέ γε τὸ δι’ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων, ἀλλʼ ἐκείνως πως μᾶλλον· τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφʼ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω διʼ ὑμῶν.

因此,谁会不承认,吕西亚斯笔下那位年轻、身为平民且不喜生事的诉讼人乃是真实的典范,与真实毫无二致;而另一位则不过是一份摹本,毫不掩饰其出自修辞技巧的矫揉造作?因为两人的遣词造句与思想内容,前者展现的是天然浑成,后者展现的则是人工雕琢。前者确实以自己年轻、不通世故且根本不想走进法庭作为开端。并且他极其传神地加上了这一句: “因此,我请你不要将我的年轻视为可乘之机。” 在此之后,他按照事理自然发生与述说的方式说道,自己曾要求前往共同的朋友处请求公断: “若是他们认为你所言属实,你便无须多费周折,拿走属于你的东西离去即可。” 并且他在秉持良善品格讲述完其余事项后,在结尾补充道: “尽管我提出了这一提议,他却始终不愿会面。” 相反,伊赛奥斯却将这一部分—— “年纪轻轻便违背自己的本意而被迫在法庭上发言”——置于引论的末尾。对宙斯发誓,他是从一个绝非平庸、亦非平民式的思想切入的,他谈到,与那些必须与之共享最尊贵事物的人交恶是更为令人痛心的。接着,他化解了可能对自己不利的因素之一,即同乡人人数众多而与他对簿公堂这一点。而且在辞句的组织上,对宙斯发誓,也绝非简单,更不是一介平民所能为: “因为侵害我的是我的同乡人,”他说道,“坐视他们巧取豪夺固然不易,但与他们交恶亦令人难堪,毕竟我必须与他们一同献祭、共同聚会。” 因为“令人难堪的交恶”和“共同聚会”这些字眼,组合得更具技巧性而非质朴,此外还有: “尽管落在我身上的困难重重,我认为自己不应当退缩,而是应当尝试通过诸位获得公正。” 因为平民绝不会说出: “我认为自己不应当退缩,”也绝不会说出: “尝试通过诸位获得公正,”而是大概会这样说: “由于落在身上的困难如此之多,我被迫向诸位求助,以便通过诸位获得公正。”

§12

οἶμαι μὲν οὖν καὶ ἐκ τούτων οὐκ ἄδηλον εἶναι τὴν τῶν ἀνδρῶν διαφοράν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. πολλὰ γὰρ ἄν τις ἰδὼν εὕροι παρʼ αὐτῷ ὡς ἐν τούτῳ· πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν; οὐκ ἐκ τῶν μαρτύρων; οἴομαί γε. πόθεν δὲ τοὺς μάρτυρας;3 οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅπερ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν. ἐχρῆν δὲ αὐτόν, εἴπερ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλʼ ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ τοῦτον τὸν τρόπον παρʼ ἐμοῦ πυνθανόμενον· εἰσφορὰς λογίζῃ πόσας; τόσας· κατὰ πόσον ἀργύριον εἰσενηνεγμένας; κατὰ τόσον καὶ τόσον· κατὰ ποῖα ψηφίσματα; ταυτί· ταύτας εἰλήφασι τίνες; οἵδε· καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς λαβόντας, καὶ εἰ μὲν εὐτε, τῷ λόγῳ πιστεύειν,4 εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτοῖς.

因此我认为,即便是从这些例子中,二人的差异也已昭然若揭。不仅如此,从接下来要谈的内容中,尤其是从论证性和抒发情感的演说中,这种差异将更为显明;在这些演说中,吕西亚斯无论在词句组合上还是在修辞格的质朴常见上都更为纯朴,而伊赛奥斯则更为多变。人们在他那里可以找到许多例证,正如在下面这段话中: “凭诸神起誓,说出的话应当从何处获得信任?难道不是从证人那里吗?我正是这么认为的。而证人又应当从何处获得信任?难道不是从严刑拷问中吗?理应如此。那么,这些人的言辞又应当从何处受到怀疑?难道不是从逃避检验中吗?完全必然。由此可见,我正在追求这些检验并将事情付诸严刑拷问,而他却诉诸诽谤与空谈,这正是一个企图谋取不正当利益之人所会做的事。如果他心怀任何公正之意,且不是企图蒙蔽诸位的判断,对宙斯发誓,他本不应当这样做,而是应当带着证人前来核对账目,并以这种方式向我询问、审查账目中的每一项:‘你计算出的特别财产税有多少笔?’‘这么多笔。’ ‘缴纳了多少钱?’‘这么多数额。’‘依据何项决议?’‘这些决议。’‘谁领走了这些款项?’‘这些人。’并且在请证人见证这些的同时,审查这些决议、特别财产税的笔数、已缴纳的金额以及领取者;如果账目正确,便相信这番账目,如果不是,现在就该提供证人,证明我在为他们计算的账目中是否有任何虚假之处。”

语法注4 条
  1. 11ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων

    ὃ μέν γε 中的 ὃ(阳性单数主格)是与 μέν 连用作指示代词的定冠词 ὁ(此校勘本为之标注重音符号),指代吕西亚斯(“前者”),与后文的 ὁ δὲ Ἰσαῖος 构成对比。与格 ἀρχῇ 作 κέχρηται 的宾语,随后的 ὅτι 从句具体解释其内容。

  2. 11ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν

    带冠词的不定式短语(τὸ ... ἀντιδικεῖν)作为同位语,直接对应并具体阐明了先行宾语 τι τῶν μελλόντων αὐτὸν λυπεῖν(“可能伤害他的事情之一”)。

  3. 12πόθεν δὲ τοὺς μάρτυρας;

    承前省略了上一句中的动词结构 χρὴ πιστεύεσθαι(“应当在何处被信任”),τοὺς μάρτυρας 则充当该被动不定式的宾格主语。

  4. 12εἰ μὲν εὐτε , τῷ λόγῳ πιστεύειν

    手抄本所载的 εὐτε 属于文本残缺或讹误(通常被校订为 εὖ εἶχε,“如果正确”)。在结构上,不定式 πιστεύειν 与后面 εἰ δὲ μή 结论部分的 παρασχέσθαι 构成对比,均承接前文 ἐχρῆν 和 σκέψασθαι 所引出的义务表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:11-12