- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详细对比了前一节引述的吕西亚斯与伊赛奥斯的演说序论,指出吕西亚斯语言自然质朴,而伊赛奥斯则充满刻意的人工修辞。作者随后又引述了两人在监护人诉讼中的另一组序论,以进一步论证两者文风的差异。
τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν ἡ εἰσβολὴ καὶ διʼ οὐδὲν ἄλλο μᾶλλον ἢ ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς· ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς. καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, εἰρημένον· ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω. παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν· ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν. ὑψηλότερά τε γάρ ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα,1 καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα· μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. ἥ τε γὰρ προπέτεια καὶ ἡ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν ἢ αὐτοφυέσι. καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ ἡ πρόφασις λέγεται ἀνεπιτηδεύτως· ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος. ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται· καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς· τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ. τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα· ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί.
那么,这些序论彼此之间究竟有何不同?在吕西亚斯那里,开篇令人心悦,其原因无非是由于它在某种程度上表达得自然而朴实: “审判官阁下,我认为有必要首先向诸位说明我与费雷尼科斯的友谊”而紧接在此后的话语显得更加未加修饰,宛如任何普通平民所能说出的那样: “以免诸位中的任何人奇怪我此前从未为诸位中的任何人说过话,如今却为此人代言。” 而在伊赛奥斯那里,看似质朴的地方实则经过了刻意经营,其修辞的痕迹昭然若揭: “我从前就曾理所当然地帮助过这位欧马忒斯,如今只要能力所及,我也将尽力拯救他。” 因为这些语句比起前者的那些话更为崇高,更欠朴实,而其后接续的话语尤甚: “请诸位稍听我言,以免有人以为我是出于鲁莽或任何其他不端而插手欧马忒斯之事的。” 因为“鲁莽”与“不端”以及“插手欧马忒斯之事”这些说法,更像是人工造作,而非浑然天成。再者,在吕西亚斯那里,缘由的陈述毫不造作: “审判官阁下,因为他的父亲刻菲索多托斯曾是我的结义宾客,当我们流亡在外时,不仅是我,任何愿意的雅典人都在底比斯他那里留宿;”此后接续的话语也令人心悦且格言式地加上: “我们在私下和公事上从他那里承受了许多恩惠,随后才返回故土。” 然而在伊赛奥斯那里,措辞则更为繁复过当,与狄摩西尼的文体构架相去不远: “因为当我在刻菲索多托斯任执政官之年担任三列桨座战船统领,有消息传回给家眷称我已阵亡于海战之中时,我曾有一笔寄存钱款在这位欧马忒斯处”因为“有消息传回”、“称已阵亡”以及“我有寄存钱款”这些句式,至少据我看来,绝非朴实道来。若按那样的方式表述,则更为自然: “因为当我担任三列桨座战船统领,有消息传给此地的人们说我已阵亡时,这位欧马忒斯正保管着我的寄存钱款。”
καὶ τὰ λοιπὰ δὲ τῶν προοιμίων μέρη παρʼ ᾧ μὲν ἀφελέστερον ἄν τις εὕροι λεγόμενα, παρʼ ᾧ δὲ ῥητορικώτερον. ἐν ἑτέρῳ δὲ ἀγῶνι πάλιν ὁ μὲν Ἰσαῖος ἐπιτρόπῳ τινὶ συντάξας ἀπολογίαν ὑπὸ τοῦ ἰδίου ἀδελφιδοῦ κρινομένῳ τοιαύτῃ κέχρηται τῇ ἀρχῇ· ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματʼ ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλʼ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλʼ ἱκανῆς ὥστε καὶ λειτουργεῖν, ὑφʼ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δʼ ἐμῶν μὴ ἐπιθυμεῖν· ἵνα βελτίων τʼ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν.2 ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δʼ ἑταιρίαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν, ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς. ὁ δὲ Λυσίας ἀνδρὶ ὑπὸ τῶν ἀδελφῶν τῆς ἑαυτοῦ γυναικὸς ἐγκαλουμένῳ κακῆς ἐπιτροπῆς συγγράψας λόγον τοιούτῳ κέχρηται τῷ προοιμίῳ· οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις,3 ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί. ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα, ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπʼ αὐτῶν ἀδίκως.
在序论的其余部分,人们也可以发现一人表述得更为质朴,而另一人则更为偏向修辞。在另一场诉讼中,伊赛奥斯为一名被自己的侄子起诉的监护人起草了辩护辞,便使用了如下的开篇: “审判官阁下,我本希望哈格诺忒奥斯对钱财不至于如此贪婪卑劣,以致觊觎他人财物并提起这等诉讼;而是作为我的侄子,并且作为由我们移交给他、绝非微薄而是足以承担公役的父祖遗产的支配者,照看好这份家产,而不觊觎我的财产。这样,他通过守住这份财产并使之增值,本会在所有人眼中都显得更为高尚,并向诸位展现自己是一名更有益的公民。然而,既然他已经将它耗尽、变卖,以我不愿见到的可耻且恶劣的方式挥霍殆尽,反而仰仗党派势力和演说准备侵犯我的家产,那么看来我只得一方面将至亲沦为此等人视为一场不幸,另一方面就他所指控并在此案之外中伤我的事,尽我们所能竭尽全力在诸位面前进行辩白。” 而吕西亚斯为一名被自己妻子的兄弟们指控监护不当的男子撰写演说时,则使用了如下的序论: “审判官阁下,难道监护人因监护之职所承受的一切烦扰还不够吗,反而许多人在保全了朋友的家业时,却遭到了孤儿们的恶意告发?如今这正落到了我的头上。因为,审判官阁下,我受托担任希波克拉底财产的监护人,正当且公正地打理了家业,并将受托监护的财物移交给了通过资格审查的儿子们,如今却遭到他们不公正的恶意指控。”
- 7ἧττον ἐκείνων ἀφελέστερα
副词 ἧττον 与形容词比较级 ἀφελέστερα 叠加使用的重复比较结构,字面意为“比那些更不质朴”,在此表达“不如吕西亚斯的语句朴实”之意。属格 ἐκείνων 是比较属格。
- 8ἵνα βελτίων τʼ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν
由 ἵνα 引导的目的从句,依附于未能实现的过去愿望(ἐβουλόμην ... μὴ ... ἔχειν ... ἀλλʼ ... ἐπιμελεῖσθαι),其动词采用了未完成过去直陈式(ἐδόκει, παρεῖχεν)。这一构式用以表示在与事实相反的情形下本可实现但实际上并未发生的目的或结果(非真实虚拟结果)。
- 8οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις
表语形容词 ἱκανόν 省略了系词 ἐστί 的非人称省略句。配合与格 τοῖς ἐπιτρόποις,并与随后的 ὅσα ... ἀλλὰ καί 形成呼应,构成反诘或感叹语气:“难道监护人承受诸多麻烦还不够,甚至还要……”。
