← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§4-6

绘画比喻下的文体差异与演说序论比较

作者借用古拙画与后代绘画的比喻阐明吕西亚斯与伊赛奥斯的文体差异,论及伊赛奥斯背负的诡诈中伤,并引用两人各自为非公民辩护的演说序论(《为欧马忒斯辩护》与《关于费雷尼科斯》)展开对比考查。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ἵνα δὲ μᾶλλον ἡ διαφορὰ τῶν ἀνδρῶν γένηται καταφανής, εἰκόνι χρήσομαι τῶν ὁρατῶν τινι. εἰσὶ δή τινες ἀρχαῖαι γραφαί, χρώμασι μὲν εἰργασμέναι ἁπλῶς καὶ οὐδεμίαν ἐν τοῖς μίγμασιν ἔχουσαι ποικιλίαν, ἀκριβεῖς δὲ ταῖς γραμμαῖς καὶ πολὺ τὸ χαρίεν ἐν ταύταις ἔχουσαι. αἱ δὲ μετʼ ἐκείνας εὔγραμμοι μὲν ἧττον, ἐξειργασμέναι δὲ μᾶλλον, σκιᾷ τε καὶ φωτὶ ποικιλλόμεναι καὶ ἐν τῷ πλήθει τῶν μιγμάτων τὴν ἰσχὺν ἔχουσαι. τούτων μὲν δὴ ταῖς ἀρχαιοτέραις ἔοικεν ὁ Λυσίας κατὰ τὴν ἁπλότητα καὶ τὴν χάριν, ταῖς δὲ ἐκπεπονημέναις τε καὶ τεχνικωτέραις ὁ Ἰσαῖος. ἦν δὲ περὶ αὐτοῦ δόξα παρὰ τοῖς τότε γοητείας καὶ ἀπάτης, ὡς δεινὸς ἁνὴρ τεχνιτεῦσαι λόγους ἐπὶ τὰ πονηρότερα, καὶ εἰς τοῦτο διεβάλλετο. δηλοῖ δὲ τοῦτο τῶν ἀρχαίων τις ῥητόρων ἐν τῇ Δημοσθένους κατηγορίᾳ Πυθέας, ὡς ἐμοὶ δοκεῖ. πονηρίαν γὰρ τῷ Δημοσθένει καὶ κακίαν τὴν ἐξ ἀνθρώπων πᾶσαν ἐνοικεῖν φήσας, κατὰ τόδε τὸ μέρος οἷον εἰς διαβολὴν ἐπιτίθησιν, ὅτι τὸν Ἰσαῖον ὅλον καὶ τὰς τῶν λόγων ἐκείνου τέχνας σεσίτισται.1 καὶ μὰ Δία οὐκ ἄπο σκοποῦ τὴν διαβολὴν ταύτην εἶχεν ἑκάτερος. ἐμοὶ γοῦν οἱ μὲν Ἰσαίου τε καὶ Δημοσθένους λόγοι, κἂν περὶ ἀληθεῖς καὶ δικαίας συνταχθῶσιν ὑποθέσεις, ὕποπτοι δοκοῦσιν εἶναι τῆς πολλῆς ἐπιτεχνήσεως ἕνεκα, οἱ δὲ Ἰσοκράτους καὶ Λυσίου παντὸς μάλιστα δίκαιοί τε καὶ ἀληθεῖς, κἂν μὴ τοιαῦτα τὰ πράγματα ἐν αὐτοῖς, ὅτι κακοῦργον οὐδὲν ἐπιφαίνουσιν ἐπὶ τῆς κατασκευῆς, ἀλλʼ εἰσὶν ἐλεύθεροί τινες καὶ ἀφελεῖς.

为了使两人之间的差异更加显著,我将借用可见之物中的一个比喻。在古代绘画中,有些作品在色彩上处理得质朴,调色中毫无繁复之态,但在线条上极为精确,并在这些线条中蕴含着极大的优雅。而其后的画作,线条之美虽有逊色,但在推敲润色上更为深入,以明暗丰富变化,其力量体现于混色的繁复之中。在这些绘画中,吕西亚斯在质朴与优雅方面类似于较古早的绘画,而伊赛奥斯则类似于精益求精、更具技巧性的绘画。当时的人们对伊赛奥斯存有施展诡计与欺瞒的看法,认为他是善于为了险恶目的而构制说辞的能人,并在这方面对他施以中伤。在我看来,古代演说家之一皮西亚斯在对狄摩西尼的指控中便揭示了这一点。因为他声称人间的一切奸诈与邪恶都寄寓于狄摩西尼一身,接着作为中伤的一部分,便在这一方面加上一条指控,说他把伊赛奥斯整个人连同其演说的技巧全部吞食了下去。凭宙斯起誓,他们两人承受这一中伤并非毫无缘由。至少在我看来,伊赛奥斯与狄摩西尼的演说,纵使围绕着真实而正当的案由写成,因其过多的技巧做作而显得令人生疑;相反,伊索克拉底与吕西亚斯的演说,即使其中的事理并非如此,但在构架上没有显露出任何奸巧,而是显得高尚质朴,因而最显正当而真实。

§5

ταυτί μοι τὰ διαλλάττοντα ἔδοξεν εἶναι, ἐξ ὧν ἄν τις οὐ χαλεπῶς διαγνῶναι τοὺς Λυσίου τε καὶ Ἰσαίου λόγους δυνηθείη. εἰ δὲ ὀρθῶς ὑπείληφα, ἐξέσται τῷ βουλομένῳ σκοπεῖν ἐπʼ αὐτῶν τῶν παραδειγμάτων ποιουμένῳ τὴν ἐξέτασιν. ἄρξομαι δὲ ἀπὸ τῶν περὶ τὴν λέξιν θεωρημάτων. ἔστι δή τις Ἰσαίου λόγος ὑπὲρ Εὐμάθους, μετοίκου τινὸς τῶν τραπεζιτευόντων Ἀθήνησιν, ὃν εἰς δουλείαν ἀγόμενον ὑπὸ τοῦ κληρονομήσαντος τὸν ἀπηλευθερωκότα τῶν ἀστῶν τις ἀφαιρεῖται καὶ τὴν ἀπολογίαν ποιεῖται περὶ αὐτοῦ. τὸ προοίμιον δέ ἐστι τοῦ λόγου τοιόνδε· ἄνδρες δικασταί, ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθʼ ὑμῶν. μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην2 ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρʼ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. ἀνθʼ ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν εἰσευπόρησα ἀργυρίου. καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.

在我看来,正是这些差异使得人们能够不难分辨吕西亚斯与伊赛奥斯的演说。至于我的看法是否正确,凡有意者皆可基于范例本身进行考察。我且从有关文辞的观察开始。伊赛奥斯有一篇为欧马忒斯辩护的演说,欧马忒斯是雅典经营钱庄的寄居者之一,当他被释放者的继承人强掳为奴时,一位公民出面将他解救并主张其自由,并为他作了辩护。该演说的序论如下: “审判官阁下,我从前就曾理所当然地帮助过这位欧马忒斯,如今只要能力所及,我也将尽力与诸位一同拯救他。请诸位稍听我言,以免有人以为我是出于鲁莽或任何其他不端而插手欧马忒斯之事的。因为当我在刻菲索多托斯任执政官之年担任三列桨座战船统领,有消息传回给家眷称我已阵亡于海战之中时,我曾有一笔寄存钱款在这位欧马忒斯处,欧马忒斯便遣人召来我的亲属和朋友,向他们出示了存放在他那里的我的财物,并如数且公正地如实交还。因此,我在生还后与他往来更为密切,并在他设立钱庄时借资相助。此后,当狄奥尼修斯强掳他时,我知道他已在法庭上由埃庇革涅斯予以释放,便将他解救重获自由。不过,关于这些事情我且按下不表。”

§6

ἔστι δὴ καὶ παρὰ τῷ Λυσίᾳ τις ὑπὲρ ἀνδρὸς ξένου δίκην φεύγοντος περὶ κλήρου ποιούμενος τὴν ἀπολογίαν. τοῦτον ἐπιγράφει τὸν λόγον Καλλίμαχος περὶ Φερενίκου ὑπὲρ τοῦ Ἀνδροκλείδου κλήρου καὶ ἔστι πολλοῖς πρότερον ἠγωνισμένος ἔτεσι θατέρου. ἐν ᾧ τὴν αἰτίαν πρώτως ἐπιδείκνυσιν ὁ περὶ τοῦ ξένου ποιούμενος τοὺς λόγους ὥσπερ ὁ τὸν μέτοικον ἐξαιρούμενος εἰς ἐλευθερίαν. ἔστι δὲ τὸ προοίμιον τοῦ λόγου τόδε· ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπεὶ δʼ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι, ἀλλʼ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθʼ ὅσον οἷός τʼ εἰμὶ ἐγώ, τῶν ὑπʼ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.3

而在吕西亚斯那里,也有一篇为一名在遗产诉讼中作为被告的外邦男子所作的辩护。卡利马科斯将这篇演说题作: 《关于费雷尼科斯:就安德罗克利得斯遗产案》该篇演说的辩论年代比前一篇早了许多年。在演说中,为该外邦人辩护者正如解救寄居者重获自由者一样,首先说明了自己的动机。该演说的序论如下: “审判官阁下,我认为有必要首先向诸位说明我与费雷尼科斯的友谊,以免有人奇怪我此前从未为诸位中的任何人说过话,如今却为此人代言。审判官阁下,因为他的父亲刻菲索多托斯曾是我的结义宾客,当我们流亡在外时,不仅是我,任何愿意的雅典人都在底比斯他那里留宿;我们在私下和公事上从他那里承受了许多恩惠,随后才返回故土。后来,当这些人也遭遇了同样的命运并作为流亡者来到雅典时,我认为欠他们天大的恩情,便如此亲近地款待他们,以致若非事先知情者,任何走进来的人都无法分辨我们两人究竟谁是这处房屋的主人。因此,审判官阁下,费雷尼科斯固然深知许多人比我更能言善道,对这类诉讼也更有经验,但他依然认为我的交情是最为可靠的。因此我认为,当他恳求并请求我主持公道予以援助时,若在我的力所能及之处坐视他被剥夺安德罗克利得斯所赐予的财产,那将是可耻的。”

语法注3 条
  1. 4ὅτι τὸν Ἰσαῖον ὅλον καὶ τὰς τῶν λόγων ἐκείνου τέχνας σεσίτισται

    动词 σιτίζω(喂养;中被动意为进食、受供养)的完成时中被动态形式 σεσίτισται 在此作及物动词使用,直接接宾格补足语(τὸν Ἰσαῖον ὅλον 与 τὰς ... τέχνας),构成极其生动的比喻:“将伊赛奥斯整个人及其演说技巧全部吞食了下去”。该结构用以在中伤的语境中批判对他人修辞技巧的彻底吸收与模仿。

  2. 5ὡς ἄρα τετελευτηκὼς εἴην

    在由 ὡς 引导的间接陈述从句中,在过去时语境下受不定过去时分词 ἀπαγγελθέντος 的管辖而采用了斜法希求语气(optativus obliquus)τετελευτηκὼς εἴην。助词 ἄρα 增添了“据说/按传闻”的语感,表明说话人对这一消息的真实性持保留态度,仅作为客观传闻转述。

  3. 6αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθʼ ὅσον οἷός τʼ εἰμὶ ἐγώ, τῶν ὑπʼ Ἀνδροκλείδου δεδομένων στερηθῆναι

    句子的核心骨架是非人称表达 αἰσχρὸν δοκεῖ εἶναι(……似乎是可耻的),其真正主语是不定式 περιιδεῖν(坐视、放任),进而构成“περιεῖδον + 宾格 + 不定式”(αὐτὸν ... στερηθῆναι,“坐视他被剥夺”)结构。插入其中的独立属格 κελεύοντος τούτου καὶ δεομένου(在此时此人恳求并催请之时)则由不定式短语 τὰ δίκαια αὐτῷ βοηθῆσαι(主持公道援助他)所补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:4-6