- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯概述了生平资料匮乏的演说家伊赛奥斯,进而对比分析了他与所效法的吕西亚斯在文体上的相似之处,以及在文辞和论证安排上的差异。
Ἰσαῖος δὲ ὁ Δημοσθένους καθηγησάμενος καὶ διὰ τοῦτο μάλιστα γενόμενος περιφανής, ὡς μέν τινες ἱστοροῦσιν, Ἀθηναῖος ἦν τὸ γένος, ὡς δʼ ἕτεροι γράφουσι, Χαλκιδεύς. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ λόγων αὐτοῦ τεκμαίρομαι, καὶ μέχρι τῆς Φιλίππου δυναστείας παρεξέτεινε. γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν, οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων οὐδέν, ἀρχὴν εἰ προείλετό τινα ἢ πολιτείαν, οὐδʼ ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδεμιᾷ τοιαύτῃ περιτυγχάνειν ἱστορίᾳ. οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους καθηγήσατο δὲ Δημοσθένους.
伊赛奥斯曾作狄摩西尼的老师,并主要因此而闻名天下;据某些人记述,按出身他是雅典人,但据另一些人记载,他是卡尔基斯人。他在伯罗奔尼撒战争之后盛极一时,据我从他的演说中推断,其活动一直延续到腓力统治的时代。然而,关于这位演说家的确切生卒年月我无法道明,关于此人的生平、他是怎样一个人,以及关于其政治志向——是否担任过某种官职或参与过政治体制——也全然无法述及,之所以对所有此类事情一无所言,是因为我未曾遇见过任何这类的记载。实际上,连编录伊索克拉底门徒名录的赫尔米波斯——尽管他在其他方面极为严谨——谈及这位演说家时,除这两点之外亦未多置一词:即他曾受业于伊索克拉底,且曾为狄摩西尼的业师。
λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ καὶ τίνι κέχρηται χαρακτῆρι λέγειν. γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο τοῦ δικανικοῦ καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν,1 ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς οὐχ οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν ἡ τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας2 οὐ μικρὰς οὐδὲ ὀλίγας καὶ κατὰ τὴν ἑρμηνείαν καὶ κατὰ τὰ πράγματα, περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ.
因此,剩下的课题便是论述他的志趣、才能以及他所运用的文体特征。他成了各类演说中单一一种——即法庭演说——的实践者,并在此领域最为倾注全力。而在文体特征上,他在绝大多数方面效法吕西亚斯,以至于若非对这两人极为熟稔且对双方都有相当深厚经验的人,便无法轻易分辨出许多演说究竟属于哪一位演说家,反而会被那些并不那么精确的标题所误导,正如同我在一篇著述中所阐明的那样。然而,其文体的相似绝非毫发不爽、全无差异,而是在表达方式和题材处理上都具有某些并非微小亦非罕见的差异,关于这些,正是依我们的理解加以陈述的时机。既然他在文辞上与吕西亚斯更为相似,我便以此为起点,说明他相对于吕西亚斯文辞所具有的相似之处与相异之处。
καθαρὰ μὲν καὶ ἀκριβὴς καὶ σαφὴς κυρία τε καὶ ἐναργὴς καὶ σύντομος, πρὸς δὲ τούτοις πιθανή τε καὶ πρέπουσα τοῖς ὑποκειμένοις στρογγύλη τε καὶ δικανικὴ οὐχ ἧττόν ἐστιν ἡ Ἰσαίου λέξις τῆς Λυσίου, καὶ κατὰ μὲν ταῦτα οὐκ ἄν τις αὐτὴν διαγνοίη. διαφέρειν δὲ ἐκείνης δόξειεν ἂν ἐν τοῖσδε· ἣ μὲν γὰρ ἀφελής τε καὶ ἠθικὴ μᾶλλόν ἐστι σύγκειταί τε φυσικώτερον καὶ ἐσχημάτισται ἁπλούστερον ἡδονῇ τε καὶ χάριτι πολλῇ κεχορήγηται. ἡ δὲ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα τῆς Λυσίου τήν τε σύνθεσιν περιεργοτέρα τις καὶ σχηματισμοῖς διειλημμένη ποικίλοις, ὅσον τε ἀπολείπεται τῆς χάριτος ἐκείνης, τοσοῦτον ὑπερέχει τῇ δεινότητι τῆς κατασκευῆς καὶ πηγή τις ὄντως ἐστὶ τῆς Δημοσθένους δυνάμεως. τὴν μὲν οὖν λέξιν οὕτως ἄν τις διαγνοίη, ἐν δὲ τοῖς πράγμασι τοιαύτας τινὰς εὑρήσει διαφοράς. παρὰ Λυσίᾳ μὲν οὐ πολλὴν τὴν ἐπιτέχνησιν οὔτʼ ἐν τοῖς μερισμοῖς τῶν πραγμάτων οὔτʼ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων οὔτʼ ἐν ταῖς ἐξεργασίαις αὐτῶν ὄψεται· ἁπλοῦς γὰρ ὁ ἀνήρ. παρʼ Ἰσαίῳ δὲ ἀκριβέστερον καὶ τεχνικώτερον ἤδη γινόμενα ταῦτα εὑρήσει. καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον3 καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. καὶ πρὸς μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ, τοῖς δὲ πράγμασιν, ὑπὲρ ὧν ὁ λόγος, ἐκ παντὸς πειρᾶται βοηθεῖν.
在纯正、精确、明晰、贴切、生动与简短方面,此外在具有说服力、切合主题、紧凑严密且适于法庭方面,伊赛奥斯的文辞绝不下于吕西亚斯,在这些方面无人能够将二者分辨开来。但在以下诸点上,它似乎有别于后者:吕西亚斯的文辞更为质朴且富于性格刻画,构造更为自然,修辞更为质朴,并赋有充沛的愉悦与优雅。而伊赛奥斯的文辞似乎比吕西亚斯更为讲究技巧且更为严密,其句法构造较为刻意求工,并以多样的辞格加以分节;它在多大程度上逊色于那种优雅,便在多大程度上凭借构架的威力胜出,且确实构成了狄摩西尼力量的源泉之一。人们便可如此辨别文辞,而在题材处理上则会发现如下的差异:在吕西亚斯那里,人们无论在事理的划分、论证的排列,还是在其推演发挥中,都不会看到太多的技巧做作,因为此人本色质朴;然而在伊赛奥斯那里,人们会发现这些处理已经变得更加严密且更具技巧性。因为他运用了巧妙切入、预先铺垫和更为讲究技巧的划分,将每一要素安置在其能发挥效用之处,极力推进论据的发挥展开,并以具有论辩性与感染力的辞格转换使演说富于变化。他对对手施展巧计,对审判官施以战术智谋,对演说所关涉的案件则竭尽全力予以援救。
- 2πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν
先取构式(prolepsis)。在逻辑上作为间接疑问从句主语的名词短语 πολλοὺς τῶν λόγων,被提前置于主句中充当主动词 οὐκ ἂν διαγνοίη 的直接宾语。
- 2ἀλλὰ ἔχουσα διαφοράς τινας
分词 ἔχουσα 与前句中的形容词 ἀπαράλλακτός [ἐστιν] 相对比。它要么与承前省略的 ἐστίν 结合构成迂说谓语,要么作为发生破格语法(anacoluthon)的主格分词独立承续句子。
- 3τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον
关系从句 ἐν οἷς 内含先行词,充当表示地点的修饰语(“在……之处”)。ἕκαστον 是主动词 τίθησιν 的直接宾语(“安置每一要素”),而 δίδωσι χρῆσιν 则是表示“发挥效用/提供用途”的惯用表达。
