- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:17#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出对手也只能依赖同样的证明方式,列举了包括母亲、父亲及自身的起誓以及亲属的证言,并以对手此前在仲裁中败诉的事实为凭,总结证明尤菲勒托斯确为亲兄弟及合法的雅典公民。
ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν εἰπεῖν ἢ ὅτι1 ἡ μήτηρ ἀστή τέ ἐστι καὶ γαμετὴ καὶ ἀστὸς ὁ πατήρ· καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας· εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις. νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες2 ἰδίας ἔχθρας ἕνεκα ταῦτα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν. καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ, ἦ μὴν3 τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτʼ εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ υἱὸν γινώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι, ἦ μὴν Εὐφίλητον τοῦτον υἱὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι, ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους. ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν, οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἠδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν, ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα ταῦτα σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. — Μαρτυρία. — ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτʼ ἂν ἔφασαν εἶναι σημεῖον, ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν,4 οὕτω τὸ νῦν ἡμῖν τοιοῦτον εἶναι μαρτύριον ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοὶ ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.
因为我认为,除了说他的母亲是公民且是明媒正娶的妻子、他的父亲是公民之外,他绝不会说出别的话来;为了证明自己所说属实,他也会举出自己的亲属作为证人。那么,审判官诸位,如果是这些人身陷诉讼的险境,他们定会要求你们相信他们作证的亲眷,而不是指控者。可是现在,在我们举出所有这些证据的情况下,他们难道竟敢要求你们相信他们自己的言辞,而胜过尤菲勒托斯的父亲、我、我的兄弟、胞族成员以及我们所有的亲眷吗?再者,他们不冒任何人的任何风险,仅凭私仇行此举措,而我们却是在使我们自身全体承担被起诉风险的情况下来作证的。除证词之外,审判官诸位,首先,尤菲勒托斯的母亲——他们也承认她是公民——曾愿意在德尔菲尼翁神庙的仲裁人面前起誓:眼前的尤菲勒托斯确是她与我们的父亲所生。然而,又有谁比她本人更应当知晓此事呢?其次,审判官诸位,我们的父亲——继此人的母亲之后最有可能了解自己儿子的人——无论在当时还是在当下,都愿意起誓证明这尤菲勒托斯确实是他与一位身为公民的正妻所生的儿子。在此之上,审判官诸位,正如我此前所言,在此人出生时我刚好十三岁,我也随时准备起誓证明眼前的尤菲勒托斯是我的同父兄弟。因此,审判官诸位,你们理所当然地应当认为我们的誓言比他们的空言更为可信。因为我们是在确切知情的前提下愿意就他起誓,而他们说话则是从他的仇家那里道听途说,或者干脆是自己捏造出来的。除此以外,审判官诸位,我们无论在仲裁人面前还是在你们面前,都举出了亲属作为证人,这些人是无可怀疑的;而他们呢,当尤菲勒托斯针对德谟成员公社以及当时的德谟长官(此人如今已经过世)提起先前的诉讼时,在仲裁人审理案情的整整两年间,他们未能找到哪怕一份证词能证明此人出自我们父亲以外的其他人。对仲裁人而言,这正是他们说谎的最大证据,两位仲裁人都作出了对他们不利的裁定。请替我取来先前仲裁的证词。—— 证词 —— 他们在当时同样输掉了仲裁,这一点你们已经听到了。审判官诸位,正如若仲裁人当时作出了有利于他们的裁决,他们定会宣称这是证明他不是黑格西普斯之子的重大证据一样,我现在也要求将此事作为我们所言属实的同样证据,因为仲裁人判定他们自身行事不义,竟将此人——一个本就拥有完全效力并最初已登记在册的雅典公民——在日后予以除名。因此,眼前的尤菲勒托斯是我们的兄弟,也是你们的同胞公民,并且受到了德谟内拉帮结派者的不公正欺凌,这一点,审判官诸位,我认为你们已经听得十分充分了。
- 17οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν εἰπεῖν ἢ ὅτι
小词 ἄν 修饰不定式 εἰπεῖν,构成相当于潜在希求法(οὐδὲν ἂν εἴποι)的宾格加不定式结构。固定句型 ἄλλο τι... ἤ 表示“除……以外任何事物”或“除了……别无其他”。
- 17οὐδὲν οὐδενὶ κινδυνεύοντες
οὐδέν 作为动词 κινδυνεύοντες 的内在宾格(副词性宾格),表示“不冒任何风险”;与格 οὐδενί 则为关系与格或不利与格,表示“针对任何人”或“对任何人而言”。
- 17ἦ μὴν
用于引出宣誓或郑重声明的固定小词短语,后接不定式(如 τουτονὶ Εὐφίλητον εἶναι),表达起誓的具体内容(“确实……”、“务必……”)。
- 17κατεδιῄτησαν αὐτῶν / ἀπεδιῄτησαν
仲裁(δίαιτα)程序中的一组反义司法术语。καταδιαιτάω 支配属格(αὐτῶν),意为“作出不利于某人的仲裁裁决”(判其败诉);而 ἀποδιαιτάω 则意为“在仲裁中裁定免责/作出有利于某人的裁决”。
