← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§17#1

无作伪动机与欧菲勒托斯亲族证词的证明

辩护人阐明父亲既无动机收养外邦人,自己也无理由为减少自身遗产份额而作伪证,从而论证了亲属证词的确实可信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17#1

ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο1 καὶ τοῦτον μὴ ὄντα αὐτοῦ υἱὸν εἰσεποιεῖτο. πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὐτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει. γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο υἱεῖς ἐσμεν· ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος.2 ἔστι γὰρ αὐτῷ βίος ἱκανὸς καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παίδων τρέφων καὶ ἀσκῶν καὶ εἰς τοὺς φράτερας εἰσάγων· καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν τε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐθεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον, ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος. ἐμοῦ γὰρ οὐθεὶς ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, εἰ νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ, ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μέν, ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ. μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς. εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι. ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ3 καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν ἐπέτρεψαν. καὶ μὴν οὐδʼ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίνεται βλάβη περιφανής, εἴπερ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις πῶς ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυριῶν Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου; οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τούτῳ τὴν αὑτοῦ συγγένειαν ἕκαστος. ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων, ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν.4

审判官诸位,这位尤菲勒托斯是我们的兄弟,这一点你们不仅听到了我们本人的证词,也听到了所有亲属的证明。首先请审视一下我们的父亲:他究竟为了什么理由要说谎,去把这个不是他儿子的人收为嗣子呢?因为你们会发现,凡做这种事的人,要么是因为没有合法婚生的子嗣,要么是因为贫困所迫而不得不收养外邦人,好在这些人因他们而成为雅典公民后,能从中获得某些好处。然而对于我们的父亲而言,这两种情况都不存在。因为我们是他所生的两个婚生儿子,因此他绝不至于为了后继无人而将此人收为嗣子。再者,他也根本不需要依靠此人提供赡养或资助。因为他有足够的家产,除此以外,向你们作证的材料还证明了他自幼抚养此人、施以教育并引荐其进入胞族;而这些花费绝非微不足道。因此,审判官诸位,我们的父亲在得不到任何好处的情况下,是绝不可能着手干出这等不义之事的。再者,也绝不可能有任何人会认为我竟然愚蠢到了这般地步,以至于为此人作伪证,从而把父辈遗产分给更多的人。因为日后我也绝不可能再有任何权利去争辩说他不是兄弟。因为如果我现在冒着被起诉的风险作证说他是我们的兄弟,而日后却被发现反驳这些话,你们当中绝不会有任何人容忍听我的发声。因此,审判官诸位,不仅我们证明了真相是合情合理的,而且其他亲属亦是如此。因为请你们首先想一想:娶了我们姐妹的人绝不可能为此人作伪证。因为此人的母亲对我们的姐妹而言乃是继母;而继母与前妻之女通常总是有所不和的。因此,如果此人是继母与其他男子所生、而非出自我们的父亲,审判官诸位,我们的姐妹绝不会允许自己的丈夫去作证。再者,我们的舅父与此人毫无亲属关系,审判官诸位,他又怎会愿意为了此人的母亲去作伪证呢?因为如果我们竟把这个外人收为自己的兄弟,这番伪证将给我们带来显而易见的损害。此外,审判官诸位,在此之上,你们当中又有谁能判定眼前的德玛拉托斯、赫革蒙和尼科斯特拉托斯作了伪证呢?他们首先绝不会被发现曾经从事过任何可耻的行为,其次,作为我们的亲眷并且熟知我们所有人,他们每一个人都就自身与这位尤菲勒托斯的亲属关系作了证。因此,我很乐意向我们对手中最自命不凡者请教:除了我们证明尤菲勒托斯所依据的那些凭据之外,他难道还能从其他任何途径证明自己是雅典人吗?

语法注4 条
  1. 17σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο

    此处出现先提句法(prolepsis/anticipation),宾格形式的 τὸν πατέρα ἡμῶν 在句法上作主句动词 σκέψασθε 的直接宾语,但在语义逻辑上则是后接间接疑问从句(τίνος ἕνεκεν ἂν ψεύδοιτο...)的主语。

  2. 17ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος.

    承接前句 ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο 而省略了主谓结构(如 εἰσεποιεῖτο ἄν)。分词 δεόμενος 表原因或伴随情况,整体构成强烈的否定补充:“他也绝非[因为]需要此人的赡养和资助[而收养他]”。

  3. 17εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ

    与格 τῇ μητρυιᾷ 为表关涉或家族亲属关系的与格(利害与格/关涉与格),意为“如果此人对这位继母而言是从另一男子所生”。

  4. 17ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν.

    关系代词 ὧν 受到先行词 τούτων 属格格形态的吸引(格的吸引,attractio relativi),替代了本应表示手段或来源的前置词短语或与格形式(如 ἐξ ὧν 或 οἷς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:17#1