- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者总结了伊赛奥斯与吕西亚斯的文体差异,系统阐述了为何从众多著名演说家中筛选割舍、仅评述此二人及伊索克拉底,并预告了下文将要探讨的狄摩西尼等三人。
οὗτος ὁ χαρακτὴρ τῶν Ἰσαίου λόγων καὶ ταῦτα τὰ διαλλάττοντα παρὰ τὴν Λυσίου ἀγωγήν. οὐθὲν δὲ κωλύει καὶ κεφαλαιωδῶς περιλαβόντα διʼ ἐλαχίστης δηλώσεως τὰ φανερώτατα εἰπεῖν, ὅτι μοι δοκεῖ Λυσίας μὲν τὴν ἀλήθειαν διώκειν μᾶλλον, Ἰσαῖος δὲ τὴν τέχνην, καὶ ὃ μὲν στοχάζεσθαι τοῦ χαριέντως, ὃ δὲ τοῦ δεινῶς. εἰ δέ τις παραθεωροίη ταῦτα ὡς μικρὰ καὶ φαῦλα, οὐκ ἂν ἔτι γένοιτο ἱκανὸς αὐτῶν κριτής. ἀλλὰ γὰρ αἱ ὁμοιότητες συνταράξουσιν αὐτοῦ τὴν γνώμην, ὥστε μὴ διαγνῶναι· τὸν ἴδιον ἑκατέρου χαρακτῆρα. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.
以上便是伊赛奥斯演说的风格特征,这些也是不同于吕西亚斯路数的地方。即便我们作一概括,用最精炼的表述道出最显明之处,也毫无妨碍:在我看来,吕西亚斯更多地追求真实,而伊赛奥斯更多地追求技艺;前者旨在优美,后者旨在迫力。如果有人因这些差异细微琐碎而将其忽视,那么他就再也无法成为评判二人的合格裁判;因为其间的相似之处会扰乱他的判断,以致无法分辨各自特有的风格特征。关于这些问题,我的见解已经阐明。
βούλομαι δὲ ἤδη καὶ περὶ τῶν ἄλλων ῥητόρων ἀποδοῦναι τὸν λόγον, ἵνα μή τις ἀγνοίᾳ με δόξῃ παραλιπεῖν αὐτοὺς ἐπιφανεῖς ὄντας καὶ ὀνόματος ἠξιωμένους οὐ μετρίου ἢ φυγῇ τοῦ πόνου τὸ ῥᾷστον αἱρούμενον τῶν ἔργων τὴν περὶ αὐτῶν ἀφεικέναι σκέψιν. ἐγὼ γὰρ οὔτε ἠγνόουν, οὓς ἅπαντες ἴσασιν, οὔτε ὤκνουν ἂν ὑπὲρ αὐτῶν γράφειν, εἴ τι χρήσιμον ἔμελλεν ἐξοίσειν ἡ γραφή. ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον (καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων), οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλʼ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. οὐ δὴ δεῖν ᾠόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι. τῶν μὲν δὴ κατὰ ταύτην τὴν ἀγωγὴν κοσμουμένων ἐκεῖνον τὸν ἄνδρα διαφορώτατον ἡγησάμενος, οὐκ ἔτι περὶ τῶν ἄλλων ἠξίωσα μακρολογεῖν καὶ δαπανᾶν εἰς οὐδὲν ἀναγκαῖον τὸν χρόνον. τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωΐλος ὁ τὰς καθʼ Ὁμήρου συντάξεις καταλιπὼν καὶ ἄλλοι τοιοῦτοί τινες, οὐδένα ἡγούμενος οὔτε ἀκριβέστερον οὔτε χαριέστερον γεγονέναι Λυσίου· Ἀντιφῶν γε μὴν τὸ αὐστηρὸν ἔχει μόνον καὶ ἀρχαῖον, ἀγωνιστὴς δὲ λόγων οὔτε συμβουλευτικῶν οὔτε δικανικῶν ἐστι, Πολυκράτης δὲ κενὸς μὲν ἐν τοῖς ἀληθινοῖς, ψυχρὸς δὲ καὶ φορτικὸς ἐν τοῖς ἐπιδεικτικοῖς, ἄχαρις δὲ ἐν τοῖς χαριεντισμοῦ δεομένοις ἐστί, Θρασύμαχος δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς, ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωΐλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι τῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων· τούτων δή, φημί, τῶν ἀνδρῶν1 καὶ τῶν παραπλησίων τούτοις διαφέρειν οἰόμενος Λυσίαν καὶ ὥσπερ ἀρχέτυπον ἀπογράφων ὑπερέχειν,2 ἐκεῖνον τὸν ἄνδρα ταύτης τῆς προαιρέσεως τῶν λόγων ἐποιησάμην κανόνα. τὸν δὲ δὴ τρίτον Ἰσαῖον εἴ τις ἔροιτό με τίνος ἕνεκα προσεθέμην, Λυσίου δὴ ζηλωτὴν ὄντα, ταύτην ἂν αὐτῷ φαίην τὴν αἰτίαν, ὅτι μοι δοκεῖ τῆς Δημοσθένους δεινότητος, ἣν οὐθείς ἐστιν ὃς οὐ τελειοτάτην ἁπασῶν οἴεται γενέσθαι, τὰ σπέρματα καὶ τὰς ἀρχὰς οὗτος ὁ ἀνὴρ παρασχεῖν.3 διὰ μὲν δὴ ταύτας τὰς αἰτίας τούσδε τοὺς ἄνδρας μόνους παρέλαβον. εἰ δὲ περὶ πάντων ἠξίουν γράφειν, εἰς κενότητας ἄν μοι ὁ λόγος ἐξέπιπτε καὶ πρὸς τῷ μηθὲν ἢ μὴ πολὺ τὸ χρήσιμον ἔχειν εἰς ἀπέραντόν τινα καὶ οὐ σύμμετρον ἐξεμηκύνθη γραφήν. καὶ περὶ τούτων μὲν ἅλις. ἑτέραν δὲ ἀρχὴν ποιήσομαι τοῦ λόγου περί τε Δημοσθένους καὶ Ὑπερείδου καὶ τρίτου λέγων Αἰσχίνου. ἡ γὰρ δὴ τελειοτάτη ῥητορικὴ καὶ τὸ κράτος τῶν ἐναγωνίων λόγων ἐν τούτοις τοῖς ἀνδράσιν ἔοικεν εἶναι.
我现在还想对其余的演说家作一番交代,以免有人认为我是出于无知而遗漏了那些声名显赫、享有不凡声誉之人,或是为了逃避辛劳、专挑最容易的事做而放弃了对他们的考察。因为对于尽人皆知的人,我既非不知晓;如果撰文能够带来任何益处,我也绝不会畏难而不去评述他们。然而,考虑到在诗性的修辞构作以及人们所谓的崇高、典重之文辞上,没有任何人优于伊索克拉底,我便主动割舍了那些据我所知在这些文体形式中成就不如他的人。因为在我看来,莱翁蒂诺伊的戈尔吉阿斯失之适度,多处流于稚拙;其弟子阿尔基达马斯的文辞则较为粗陋空洞;拜占庭的狄奥多罗斯则显得古旧,既缺乏技艺上的精审,在论战演说中亦未展现出足够的经受检验的能力;而拉姆萨库斯的阿那克西美尼虽然企图在演说的一切文体上都成为全能之人(因为他写过历史,留下了关于诗人的著述,出版过修辞学技艺书,并且涉足过议会与法庭辩论),然而在这些文体形式中无一处堪称完备,反而在一切方面都显得孱弱且缺乏说服力。因此我认为,既然伊索克拉底在各个方面都凌驾于所有人之上,便没有必要对他们作任何论述;同样,对于那些曾与伊索克拉底共同生活并摹仿其表达风格特征的人,诸如狄奥德克特斯、狄奥彭波斯、瑙克拉特斯、埃福罗斯、菲利斯科斯、凯菲索多罗斯以及其他众多之人,我也无需着墨;因为他们同样不够格同伊索克拉底的力量相抗衡来接受评判。因此,考虑到在按照这一路数点缀辞藻的人当中,唯有那个人是最出类拔萃的,我便不再认为有必要冗长地谈论其他人,将时间耗费在无谓的事情上。 另一方面,在那些选择精审言辞并投身论战修辞训练的人当中——其中包括拉姆诺斯的安提丰、迦克墩的特拉叙马科斯、雅典的波利克拉特斯、曾统治三十人集团的克里提阿斯、留有反驳荷马著述的佐伊洛斯以及其他诸如此类之人——我认为没有任何人比吕西亚斯更加精审或更加优美。安提丰仅仅具备质朴古雅的气质,在议会演说和法庭演说中却并非有力的战将;波利克拉特斯在论述真实的事物上内容空洞,在炫示性演说中枯燥俗套,在需要风趣优雅之处则全无韵味;特拉叙马科斯虽然纯正纤巧,善于将其所意欲的内容构思并表达得圆融超卓,但他完全倾心于技艺手册与炫示性演说,没有留下法庭演说;关于克里提阿斯和佐伊洛斯,除了在文辞的风格特征上彼此有所差异之外,人们也能作出同样的评价。因此我认为,吕西亚斯胜过这些人及其同类,犹如原本凌驾于摹本之上,所以我将那个人立为这一文体取向的典范规范。如果有人问我,究竟为何将第三位伊赛奥斯——明明是吕西亚斯的效法者——也罗列在内,我会告诉他这样的缘由:因为在我看来,任何人无不认为已达到至臻之境的狄摩西尼的迫力,正是由这位人物提供了最初的萌芽与源头。正是出于这些缘故,我只选取了这几个人。如果我认为应当评述所有人,我的论述就会流于虚妄空疏,除了毫无益处或益处寥寥之外,还会被拖长成一部无边无际、不成比例的著作。关于这些,已经说得够多了。我将另起篇章,论及狄摩西尼、许佩里得斯以及第三位埃斯基涅斯;因为最至臻完善的修辞术以及论战演说的无上统治力,显然就存在于这些人物之中。
- 20τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους... οὐδένα ἡγούμενος... τούτων δή, φημί, τῶν ἀνδρῶν
统摄句首属格短语(τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους...)的分词结构(οὐδένα ἡγούμενος...)由于后续插入了对各位演说家的简要评述(Ἀντιφῶν γε μὴν...),导致句法连接中断,形成了破格句(anacoluthon)。作者通过 τούτων δή, φημί, τῶν ἀνδρῶν...(“正是这些人,我说……”)重新引出并接回前述属格所指代的对象,从而将句法结构收束至主要动词 ἐκεῖνον τὸν ἄνδρα... ἐποιησάμην κανόνα。
- 20ὥσπερ ἀρχέτυπον ἀπογράφων ὑπερέχειν
ἀρχέτυπον 作为表示“原本、原型”的名词宾格(或副词性同位语),ἀπογράφων 则是受 ὑπερέχειν 支配的比较属格(意为“摹本、抄本”)。全句构成了形象的比喻对比:“如同原本凌驾于摹本之上一样”。
- 20τῆς Δημοσθένους δεινότητος, ἣν οὐθείς ἐστιν ὃς οὐ τελειοτάτην ἁπασῶν οἴεται γενέσθαι, τὰ σπέρματα καὶ τὰς ἀρχὰς οὗτος ὁ ἀνὴρ παρασχεῖν
τῆς Δημοσθένους δεινότητος 是依附于 τὰ σπέρματα καὶ τὰς ἀρχάς 的属格(“狄摩西尼迫力的种子与起源”)。关系代词 ἣν 在关系节中充当不定式 γενέσθαι 的主格性宾格(与表语 τελειοτάτην 配合)。关系节中嵌套了双重否定的惯用表达 οὐθείς ἐστιν ὃς οὐ(“无人不……”)。
