← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§15-16

叙述前的论点铺垫与为尤菲勒托斯辩护

作者分析了伊赛奥斯在叙述前进行预先铺垫并分割论证的严密技巧,对比了吕西亚斯的自然无迹与伊赛奥斯的刻意经营,并以《为尤菲勒托斯辩护》的诉讼背景作为具体范例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατʼ ἄλλο τι χρησιμωτέρας ποιήσειν, ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας. διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν,1 πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ κατὰ τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, διʼ ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθʼ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. πολλὰς δʼ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ μὴ πάντα μηδʼ ἅμʼ ὡς φύσιν εἶχε πραχθῆναι μηδʼ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις τρόποις. ἀλλʼ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφʼ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθʼ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλʼ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις.

但有时,他会在叙述之前预先铺垫某些事项,抢先提出那些能使叙述更具可信度或在其他方面更有实效的内容,正如人们发现他在针对阿里斯托革同与阿尔基波斯的诉讼中所做的那样。在那桩诉讼中,一个争夺遗产的人身为死者的兄弟,传唤持有隐匿财产的人将财产公开呈报,而遗产的占有者却对该传唤提出妨诉抗辩,声称财产已根据遗嘱给予了他自己。由于争端具有双重性质——其一在于遗嘱是否存在,其二在于当遗嘱已存在争议时,究竟该由谁占有该项遗产——他首先发表了依据法律的论辩,并在这一部分证明了在审判之前不得占有该系争遗产,随后才进入叙述部分,在其中证明那份遗嘱甚至根本不是由死者订立的。而且对于这段叙述,他也绝非仅仅以简单无修饰的方式将其概括呈上,而是鉴于这段叙述也较为冗长,用若干段落将其加以切分,针对每一个具体要点传唤证人出庭,宣读质告书,出示契约,并运用间接证据、迹象以及所有从盖然性中推导出的反驳。我还可以举出由这位演说家为了实用目的而精心构制的大量其他叙述,它们运用了预先铺垫、预备工作、要点切分、位置互换、事件转借、要点颠倒、不按时序叙述既往事件、不把所有事情像自然发生那样一古脑儿全盘托出,也不像平民外行那样直白表述,以及无数其他类似的手法。但我既没有足够的时间对全部篇章一一详加论述,像我所希望的那样在每一处当场阐释其技艺,而且针对深谙此道之人的论述,其信服力也不在于堆砌范例的繁多,对于这样的人,简略的提示便已足矣。

§16

ἐρῶ δὲ καὶ κεφαλαιωδῶς περὶ ταύτης τῆς ἰδέας ἣν ἐγὼ δόξαν ἔχω καὶ τίνι διαφέρειν οἴομαι τὸν Ἰσαῖον τοῦ Λυσίου. τοῦ Λυσίου μὲν δή τις ἀναγινώσκων τὰς διηγήσεις οὐδὲν ἂν ὑπολάβοι λέγεσθαι κατὰ τέχνην ἢ πονηρίαν, ἀλλʼ ὡς ἡ φύσις καὶ ἡ ἀλήθεια φέρει, αὐτὸ τοῦτο ἀγνοῶν τῆς τέχνης, ὅτι τὸ μιμήσασθαι τὴν φύσιν αὐτῆς μέγιστον ἔργον ἦν. ἐπὶ δὲ τῶν Ἰσαίου διηγημάτων τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς καὶ ἀπραγματεύτως λέγεσθαι2 μηδʼ εἴ τινα ὡς ἔτυχε γενόμενα εἴρηται, ἐκ κατασκευῆς δὲ πάντα καὶ μεμηχανημένα πρὸς ἀπάτην ἢ ἄλλην τινὰ κακουργίαν. καὶ τῷ μὲν ἂν καὶ τὰ ψευδῆ λέγοντι πιστεύσειεν ἄν, τῷ δὲ μηδʼ ἂν ἀληθεύῃ, χωρὶς ὑποψίας προσέξει. ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν Ἰσαῖος Λυσίου τῷ τε μὴ κατʼ ἐνθύμημά τι λέγειν ἀλλὰ κατʼ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ ἁπλῶς ἀλλʼ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα. ἐν γὰρ δὴ τούτοις οὐχ ἧττόν ἐστι φανερὸς τῇ Δημοσθένους τέχνῃ τὰς ἀφορμὰς δεδωκώς, ἀλλʼ οὐ τὴν Λυσίου διώκων ἀφέλειαν, ὡς ἐκ πολλῶν ἔστι λόγων, μᾶλλον δὲ ἐκ πάντων τῶν γραφέντων ὑπʼ αὐτοῦ τεκμήρασθαι. εἰ δέ τι δεῖ καὶ παραδείγμασι χρῆσθαι, μή τις ἀναπόδεικτα δόξῃ λέγειν ἡμᾶς, ποιήσω καὶ τοῦτο, προχειρισάμενος τὸν ὑπὲρ Εὐφιλήτου λόγον, ἐν ᾧ τὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι, προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια.3 κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὐτοῦ τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων, οἷς δὲ βεβαίας βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδε ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα. κρινέτω δὲ ὁ βουλόμενος, εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν·

我也将提纲挈领地谈谈关于这种风格特征我持何种看法,以及我认为伊赛奥斯与吕西亚斯有何不同。阅读吕西亚斯的叙述的人,绝不会认为有什么话是出自技巧或奸巧,而只会觉得是自然与真实所驱使,浑然不知这恰恰属于技巧本身——即模仿自然是技巧的最崇高任务。然而在读到伊赛奥斯的叙述时,人们所体验到的却截然相反:绝不会认为有什么话是出于自然天成、不加经营的,哪怕叙述了某些碰巧发生的事情,也会认为一切都是出于刻意造作,为了欺瞒或某种其他恶行而机巧谋划的。对于前者,即便他说的是假话,人们也会相信;但对于后者,即便他讲的是真话,人们也绝不会毫无戒心地去听。在论证部分,伊赛奥斯与吕西亚斯的不同之处似乎在于:不是运用单薄的推论式论证(省略三段论),而是运用完备的推演论证;不是简要地而是详尽地,不是单刀直入而是精密细致地去铺陈放大、使事理更具震撼力,并使激发的情感更为强劲激昂。正是在这些方面,他为德摩斯梯尼的艺术提供了出发点,而非追求吕西亚斯式的纯朴无华,这一点同样显而易见,正如可以从他的许多演说、更确切地说是从他撰写的所有演说中推断出的那样。如果确实有必要借助具体的范例——免得有人以为我们是在空口无凭地立论——我也会这么做,并拿出《为尤菲勒托斯辩护》的演说,在其中,一个在投票中被剔除公民资格的人传唤埃尔基亚同乡会出庭,理由是他被不公正地逐出了公民权。因为雅典人曾制定过一项法律:各同乡会对所属公民进行审查,被同乡会投票否决者不得享有公民权;而被不公否决者在传唤同乡会后有权向上诉法庭提出申诉,如果他们在复审中再次被定罪,他们将被卖为奴隶,财产没收充公。根据这条法律,尤菲勒托斯以埃尔基亚同乡会不公正地对他作出不利判决为由将其传唤,从而展开了这场诉讼。这些事实固然已经被准确陈述并通过证人予以确证;但他用来使这些证词确凿有力的论据如下,依我之见,全都是极为精湛细密地构作出来的。愿作评判者尽可自行裁定,我关于这些论据的见解是否切中其理:

语法注3 条
  1. 15διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν

    独立属格 διττῆς ... τῆς ἀμφισβητήσεως ὑπαρχούσης(争端具有双重性质)之后接 τῆς μὲν ... τῆς δέ ...,构成部分同格(整体属格与部分属格并列)。在后半分句(τῆς δέ)内部,又嵌套了一个独立属格 τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη,并引出间接疑问从句 τίνα δεῖ τοῦ κλήρου κρατεῖν 作为其实际内容。

  2. 16τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς καὶ ἀπραγματεύτως λέγεσθαι

    带有否定词 μηδέν 的不定词短语 μηδὲν ὑπολαβεῖν 充当潜在希求法 ἂν πάθοι 的宾语 τοὐναντίον 的同格说明成分。它与前文针对吕西亚斯的反应(οὐδὲν ἂν ὑπολάβοι ...)形成鲜明对照,表示相反的心理体验,即“认为没有一句话是自然说出的”。

  3. 16ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος ἐξέτασιν γενέσθαι ... πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια

    由主要动词 ἐγράφη ... νόμος(制定了一项法律)引出的一系列宾格加不定词结构(γενέσθαι, μὴ μετέχειν, εἶναι),用以规定法令内容。在从属于条件句 ἐὰν ... ἐξελεγχθῶσι 的结论部分中,使用了完成时不定词 πεπρᾶσθαι(被卖为奴)与现在时不定词 εἶναι。完成体 πεπρᾶσθαι 突出了被变卖为奴这一身份转变的不可逆与确定性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:15-16