← 哈利卡纳苏斯的狄奥尼修斯

论伊塞奥斯

§13-14

句式影响与叙述的分段布局

作者通过引文指出伊赛奥斯那种质问式的短句与紧凑曲折的句式启发了德摩斯梯尼,随后探讨其谋篇布局之法,说明伊赛奥斯如何打破常规,将长篇叙述按要点拆分并穿插证据进行阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως. οἷς ὁ Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ ὁ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἷον· οὐκ οὖν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο ἡ πόλις, τοῦτο παρέχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων εἶ, τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν1 ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἷα καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν· ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντʼ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθʼ, ὅ τι καθʼ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.2 ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα· καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας, ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ ἡμῖν, ὡς οὐκ ἀπειλήφαμεν. καίτοι πᾶσι φανερόν, ὡς ἔοικεν, οἳ καὶ τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι δὲ οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν. καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, ᾧ πολλάκις Δημοσθένης κέχρηται· εἶτʼ οἴεσθε, οἳ μὲν αὐτὸν οὐδὲν ἂν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντʼ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν3 αἱρεῖσθαι μᾶλλον ἤ προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι; καὶ ἔτι γε τὰ τοιαῦτα· ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελειτούργητο,4 δανειζομένῳ δʼ οὐδεὶς ἂν ἔδωκεν ἐπʼ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μʼ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν. καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν; πολλὰ γὰρ ἄν τις εὕροι τῶν Ἰσαίου καὶ κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι.

这些文句是断续的,并且是通过质问推进的。吕西亚斯极少使用这类手法,而从伊赛奥斯这里汲取灵感的德摩斯梯尼却使用得极为频繁,例如: “有人会说:‘那么难道你不是在主张发放军饷吗?’雅典的男人们啊,我正是这个意思,并且主张立即对所有人推行同样的组织编制,以便每个人在从公共财产中领取应得份额的同时,为城邦提供它所需要的服务。如果能够安享太平,留在家中对你更有利,因为你摆脱了因贫困而被迫做出可耻之事的境地;如果发生类似眼前的变故,你便依靠这同样的津贴亲自从军服役,正如为祖国效劳所应当的那样;我们当中若有人超过了兵役年龄,他如今毫无秩序地领取而无所裨益的钱款,将在同样的体制下领取,负责监督和管理一切应当办理的事务。总之,除了以微小的变动消除无秩序之外,我既未扣除也未增添任何东西,就使城邦纳入了秩序,确立了关于领取报酬、从军服役、担任审判员,以及根据每个人的年龄和时机的需要各尽其责的统一规制。” 而那些文句则是紧凑压缩的,且因其构句简练、曲折并出人意料而显得大胆,并非所有人都能一目了然: “而这个全人类中最可恶的家伙,尽管那些自称向我们归还了财物的人自己连见证此事的证人都未能提供,他却装作宁可相信他们已经归还,也不相信我们并未收到。然而在所有人看来这都是显而易见的:那些连拥有完整公民权的他父亲都要欺占的人,绝不可能自愿还钱给我们,而处于如此境地的我们也绝不可能强行索回。” 因为这也是德摩斯梯尼经常使用的修辞格: “那么你们以为,对于那些本无法加害于他、却或许能防范自身不受侵害的人,他选择欺骗而不是在预先警告后用武力强加,却会在预先宣战后才向你们发起进攻吗?” 此外还有这样的例证: “因为在抵押财产之外的现成资产已被用于承担公益捐助而耗尽,当我借贷时已无人愿意以此为抵押再借给我一分钱,而我既然已还清了租金,理应无可争议地保有这些房产,他们却提起了如此巨额的诉讼,声称房产归他们所有,从而阻止了我利用其收益来进行修缮。” 又何须列举更多例子来冗长赘述呢?因为人们在伊赛奥斯那里可以找到许多无论在辞句组合还是在修辞格式上都脱离了吕西亚斯的语汇,却与德摩斯梯尼的雄辩气势极为相似的例证。

§14

εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, ᾗ μετὰ ταῦτα πολλῇ ὁ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα ὁ λόγος· οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. τότε δὲ μερίσας αὐτὰς κατὰ κεφάλαια καὶ παρʼ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ ἡ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ἡ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφʼ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρʼ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται5 διὰ τὸ πλῆθος τῶν κεφαλαίων ὁ λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδʼ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν.

我已经谈到,在处理素材方面,伊赛奥斯比吕西亚斯更善于统筹通篇演说及其各个组成部分,并且丝毫不外行于德摩斯梯尼日后广泛运用的艺术技巧,现在我也希望为这些论点提供证明。这番论述将是提纲挈领式的,且是针对那些已经研读过这位演说家作品的读者,因为不可能列举所有的范例。例如在叙述部分:他有时不作预先的铺垫,简明扼要,不在叙述中夹带任何论证成分,而是将其置于适宜的位置,正如他在《针对墨冬》的演说、《针对哈格诺特奥斯》的演说,以及《关于土地与同乡人的争讼》和许多其他演说中所做的那样;但有时,他将叙述按要点拆分,在每个要点旁附上证明,从而拉长了篇幅,并根据实际需要打破了叙述的常规格式。属于这一类型的有《关于担保针对赫尔蒙的辩护》、《关于赎回土地针对欧克利德斯的争讼》,以及《为尤菲勒托斯针对埃尔基亚同乡会的上诉》。因为在这些演说中,当叙述较为冗长时,他并不一次性完整呈现,而是分段处理,在每一个要点上引入证人并提供其他证据;这至少在我看来,是因为他担心演说由于要点过多而令人难以跟进并迷失方向,也担心众多且涉及多项事务的证据若全部堆积在一处,会破坏条理的清晰。因此,在经过如此精心组织的叙述之后,他不再用长篇大论去巩固前面的论证,也不像近代的技艺书撰写者那样行事,而是认为应当去摧毁对手的论据。

语法注5 条
  1. 13τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν

    冠词+不定式 τοῦ ... ποιεῖν 构成属格不定式,充当其前分词 ἀπηλλαγμένος(摆脱了……的)所要求的表示分离的属格。

  2. 13τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθʼ, ὅ τι καθʼ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας

    τὴν αὐτὴν ... τάξιν 是分词 ποιήσας 的直接宾语;中间并列的四个属格冠词不定式(τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν...)充当说明 τάξις 内容的同位语/说明性属格。句末的 optative 形式 ἔχοι 与 εἴη 属于间接引语或从属从句中的希求法。

  3. 13οἳ μὲν αὐτὸν οὐδὲν ἂν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντʼ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν

    关系从句 οἳ μὲν ... ἐφυλάξαντʼ ἂν ἴσως 内部含有带 ἄν 的过去非真实条件句(与过去事实相反);紧随其后的 τούτους 是回指该关系从句先行成分的复指代词。整体在 οἴεσθε 支配下构成宾格不定式结构(τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι...)。

  4. 13ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελειτούργητο

    ᾧ 是句首的关系代词与格(利益/所属与格),指代演说者本人。κατελελειτούργητο 是过去完成时被动语态第三人称单数,主语为中性复数分句 ἃ μὲν ὑπῆρχεν(抵押物之外现存的财产)。此句构成极长的大跨度倒装(hyperbaton),中嵌多个从属成分与分词句,直至主句动词 ἐκώλυσαν。

  5. 14δεδοικώς, παρʼ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται

    由分词 δεδοικώς(担忧)引导的顾虑从句,后接 μή 及虚拟式动词(γένηται 与 συνταράξωσι)。插入句 παρʼ ὅσα γοῦν ἐμοὶ δοκεῖ 意为“至少在依我看来是如此”,表达作者审慎的主观判断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg005.humanitext-grc2:13-14