← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§9-10

阿基达马斯的昂扬气节与转入文体实证

作者盛赞伊索克拉底在《阿基达马斯》中激扬斯巴达不屈气魄的高论,随后决定略去对其余演说的详述,进而提炼要点并转入文例文采的评析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

τίς δʼ ἂν μᾶλλον πείσειε καὶ πόλιν καὶ ἄνδρας τοῦ ῥήτορος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν τῷ πρὸς Λακεδαιμονίους γραφέντι λόγῳ, ὃς ἐπιγράφεται μὲν Ἀρχίδαμος, ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ προέσθαι Μεσσήνην Βοιωτοῖς μηδὲ ποιεῖν τὸ προσταττόμενον ὑπὸ τῶν ἐχθρῶν; ἠτύχητο γὰρ δὴ τοῖς Λακεδαιμονίοις ἥ τε περὶ Λεῦκτρα μάχη1 καὶ πολλαὶ μετʼ ἐκείνην ἕτεραι, καὶ τὰ μὲν Θηβαίων πράγματα ἤνθει τε καὶ εἰς μέγεθος ἀρχῆς προεληλύθει, τὰ δὲ τῆς Σπάρτης ταπεινὰ καὶ ἀνάξια τῆς ἀρχαίας ἡγεμονίας γεγόνει. τελευτῶσα γοῦν, ἵνα τύχῃ τῆς εἰρήνης ἡ πόλις, ἐβουλεύετο εἰ χρὴ Μεσσηνίας ἀποστῆναι, ταύτην ἐπιτιθέντων αὐτῇ Βοιωτῶν τὴν ἀνάγκην. ὁρῶν οὖν αὐτὴν ἀνάξια πράττειν μέλλουσαν τῶν προγόνων τόνδε τὸν λόγον συνετάξατο Ἀρχιδάμῳ νέῳ μὲν ὄντι καὶ οὔπω βασιλεύοντι, ἐλπίδας δὲ πολλὰς ἔχοντι ταύτης τεύξεσθαι τῆς τιμῆς. ἐν ᾧ διεξέρχεται πρῶτον μέν, ὡς δικαίως ἐκτήσαντο Μεσσήνην Λακεδαιμόνιοι, παραδόντων τε αὐτὴν τῶν Κρεσφόντου παίδων ὅτε ἐξέπεσον ἐκ τῆς ἀρχῆς, καὶ τοῦ θεοῦ προστάξαντος δέχεσθαι καὶ τιμωρεῖν τοῖς ἀδικουμένοις, πρὸς δὲ τούτοις ἐπικυρώσαντος μὲν τὴν κτῆσιν τοῦ πολέμου, κάτοχον δὲ καὶ βέβαιον πεποιηκότος τοῦ χρόνου.2 διδάσκει δέ, ὡς οὐ Μεσσηνίοις τοῖς οὐκέτʼ οὖσιν ἀλλὰ δούλοις καὶ εἵλωσιν ὁρμητήριον καὶ καταφυγὴν παρέξουσι τὴν πόλιν. διεξέρχεταί τε τοὺς κινδύνους τῶν προγόνων, οὓς ὑπέμειναν ἕνεκα τῆς ἡγεμονίας, καὶ τῆς δόξης ὑπομιμνήσκει τῆς παρὰ τοῖς Ἕλλησιν ὑπαρχούσης περὶ αὐτῶν παραινεῖ τε μὴ συγκαταπίπτειν ταῖς τύχαις μηδʼ ἀπογιγνώσκειν τὰς μεταβολάς, ἐνθυμουμένους ὅτι πολλοὶ μὲν ἤδη μείζω δύναμιν ἔχοντες ἢ Θηβαῖοι ὑπὸ τῶν ἀσθενεστέρων ἐκρατήθησαν, πολλοὶ δὲ εἰς πολιορκίαν κατακλεισθέντες καὶ δεινότερα ἢ Λακεδαιμόνιοι πάσχοντες διέφθειραν τοὺς ἐπιστρατεύσαντας. καὶ παράδειγμα ποιεῖται τὴν Ἀθηναίων πόλιν, ἥτις ἐκ πολλῆς εὐδαιμονίας ἀνάστατος γενομένη τοὺς ἐσχάτους ὑπέστη κινδύνους, ἵνα μὴ τοῖς βαρβάροις ποιῇ τὸ προσταττόμενον. παρακελεύεται δὲ καὶ καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόντων, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ πολέμων ἐμπειρίαις, ἐν οἷς προεῖχεν ἡ Σπάρτη τῶν ἄλλων πόλεων. οἴεται δὲ δεῖν οὐ τοὺς κακῶς πράττοντας εἰρήνης ἐπιθυμεῖν, οἷς ἐκ τῆς καινουργίας ἐπὶ τὸ κρεῖττον μεταβάλλειν τὰ πράγματα ἐλπίς, ἀλλὰ τοὺς εὐτυχοῦντας· ἐν γὰρ τἀκινδύνῳ τὴν τῶν παρόντων ἀγαθῶν εἶναι φυλακήν. πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών, ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν, ἐπιλογισάμενος καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις καὶ παρὰ θεῶν καὶ παρὰ συμμάχων καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη, καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν, εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι μηδʼ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν καὶ τἄλλα χωρία τὰ φίλια, αὐτοὺς δὲ καταλαβομένους τόπον, ὅστις ἂν ὀχυρώτατος ᾖ καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. οὐδεμίαν γὰρ ἀξιώσειν δύναμιν ὁμόσε χωρεῖν3 ἀνδράσι κρατίστοις μὲν τὰ πολέμια τῶν Ἑλλήνων, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακειμένοις, δικαίαν δὲ ὀργὴν καὶ πρόφασιν εὐπρεπῆ τῆς ἀνάγκης ἔχουσι. ταῦτα γὰρ οὐ Λακεδαιμονίοις μόνοις συμβουλεύειν φαίην ἂν αὐτὸν ἔγωγε ἀλλὰ καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ πᾶσιν ἀνθρώποις πολλῷ κρεῖττον ἁπάντων φιλοσόφων, οἳ τέλος ποιοῦνται τοῦ βίου τὴν ἀρετὴν καὶ τὸ καλόν.

此外,在许多其他篇章中,尤其是那篇写给拉刻代蒙人的演说——题为《阿基达马斯》,其主旨在于拒绝向波俄提亚人割让麦塞涅,亦不执行敌人所强加的指令——又有谁能比这位演说家更有力地劝说城邦与民众呢?事实上,拉刻代蒙人在留克特拉战役及随后的诸多战役中皆遭不幸,底比斯人的霸业如日中天,进至庞大的统治地位,而斯巴达的声势却一落千丈,已配不上其昔日的霸权。最终,城邦为了换取和平,甚至开始商议是否应当撤出麦塞尼亚,因为波俄提亚人强加了这道苛刻的要求。目睹城邦将要做出有愧于祖先之举,演说家遂为阿基达马斯撰写了这篇演说;彼时的阿基达马斯尚且年轻,虽未登基为王,却抱有登临大位的厚望。在这篇演说中,他首先详论拉刻代蒙人获取麦塞涅何其合乎公义:克瑞斯丰忒斯的子嗣在被驱逐出统治权时将该地奉上,神明亦谕令他们接纳并为受不义者复仇;不仅如此,战争确立了这笔产业的归属,而悠长的岁月更使其不可动摇且稳固可靠。他又指出,他们将城邦作为基地和避难所让予的,并非早已不复存在的麦塞尼亚人,而是奴隶与黑劳士。他历数祖先们为了霸权所承受的艰危,唤起他们关于全希腊所享威望的记忆,并劝诫他们切勿因厄运而颓丧屈服,亦不可对转机心灰意冷,要深知以往许多兵力远强于底比斯者终为弱小之邦所挫败,亦有许多身陷围城、所历苦楚甚于拉刻代蒙人者彻底歼灭了来犯之敌。他还以雅典人的城邦为榜样:该邦自巨大的繁荣中颠沛流离、城破国倾,却甘冒绝境奇险,只为不奉行蛮族的命令。他又勉励他们坚忍于当下,并对未来怀抱信心,深知城邦唯有依靠优良的政制与战阵的经验才能挽回这等灾祸,而在这些方面斯巴达向来冠绝诸邦。他认为,应当企求和平者,并非那些处境艰难、指望通过变局来扭转局势以图改善之人,反倒是那些身处顺境者;因为只有在免于危险的安宁中,现有的福泽方得保全。除这些之外,他还详述了斯巴达历代英豪在战阵中以公私身份所立下的赫赫战功,阐明倘若妥协将招致何等奇耻大辱并在希腊人间蒙受何等恶名;他又权衡道,当他们奋起作战时,必将从四面八方获得援助——无论来自神明、同盟,还是所有嫉恨底比斯势力膨胀的世人;在揭示了由波俄提亚人监管希腊而降临诸邦的混乱与动荡之后,他最终敦促道,纵使这一切皆成泡影,再无任何幸存的希望,也当弃城突围。他告诫他们,须将妇孺以及其余平民遣送至西西里、意大利及其他友好地区,而男人们自己则扼守最为险要、最利作战的要塞,从陆地与海洋两面劫掠痛击敌军。因为绝没有任何武装力量敢于迎头对抗这样一群在战事上冠绝希腊、对生死早已置之度外、且怀着义愤和不可避免的正当名义的勇士。我敢断言,这些不仅是他对拉刻代蒙人的劝诫,更是他对其他希腊人乃至全人类的教导,其高迈远甚于那些将德性与至善立为生命终极目标的哲学家们。

§10

ἔχων δὲ πολλοὺς αὐτοῦ καὶ ἄλλους διεξιέναι λόγους πρὸς πόλεις τε καὶ δυνάστας καὶ ἰδιώτας γραφέντας, ὧν οἳ μὲν εἰς ὁμόνοιαν καὶ σωφροσύνην τὰ πλήθη παρακαλοῦσιν, οἳ δὲ εἰς μετριότητα καὶ νόμιμον ἀρχὴν τοὺς δυνάστας προάγουσιν, οἳ δὲ κοσμίους τῶν ἰδιωτῶν ἀπεργάζονται τοὺς βίους, ἃ δεῖ πράττειν ἕκαστον ὑποτιθέμενοι, δεδοικὼς μὴ πέρα τοῦ δέοντος ὁ λόγος ἐκμηκυνθῇ μοι, ταῦτα μὲν ἐάσω, τοῦ δʼ εὐπαρακολούθητα γενέσθαι μοι μᾶλλον τὰ πρόσθεν εἰρημένα,4 καὶ τῆς διαφορᾶς ἕνεκα, ᾗ διαλλάττει Λυσίου, τὰς ἀρετὰς αὐτῶν εἰς βραχύτερον συναγαγὼν λόγον ἐπὶ τὰ παραδείγματα μεταβήσομαι.

我原本还可以详论许多他写给各城邦、统治者以及平民的其他演说——其中有的号召民众归于和睦与节制,有的引导君侯趋于温和与依法而治,有的则通过指点各人当行之事以使平民的生活井然有序——然而因唯恐自己的篇幅拉得过长,这些且容我略去;为了使我此前所论之事更易于理解,并为了彰显他与吕西亚斯相异之处,我将把他们的长处提炼为较为简短的论述,进而转入文例的剖析。

语法注4 条
  1. 9ἠτύχητο γὰρ δὴ τοῖς Λακεδαιμονίοις ἥ τε περὶ Λεῦκτρα μάχη

    ἠτύχητο 是 ἀτυχέω 的第三人称单数过去完成时被动态。虽然其后并列了 ἥ τε περὶ Λεῦκτρα μάχη 和 πολλαὶ μετʼ ἐκείνην ἕτεραι 两个主语,但动词依据邻近原则与最近的单数主语一致。与格 τοῖς Λακεδαιμονίοις 是伴随完成时被动态的动作主体或受害与格(“对拉刻代蒙人而言……已成厄运”)。

  2. 9ἐπικυρώσαντος μὲν τὴν κτῆσιν τοῦ πολέμου, κάτοχον δὲ καὶ βέβαιον πεποιηκότος τοῦ χρόνου

    并列的独立属格结构(genitive absolute)。τοῦ πολέμου 和 τοῦ χρόνου 分别作为分词 ἐπικυρώσαντος 与 πεποιηκότος 的逻辑主语。此句承接前文的 παραδόντων... 与 τοῦ θεοῦ προστάξαντος,共同构成了证明拉刻代蒙人占有麦塞涅合法性的四重依据。

  3. 9οὐδεμίαν γὰρ ἀξιώσειν δύναμιν ὁμόσε χωρεῖν

    间接引语中的“宾格加不定式”结构,承接前文表示讲论的主动词(如 διδάσκων)。οὐδεμίαν... δύναμιν 是将来时不定式 ἀξιώσειν 的逻辑主语。习语 ὁμόσε χωρεῖν(“正面冲锋 / 迎头对抗”)以随后的与格 ἀνδράσι κρατίστοις... 为补足语。

  4. 10τοῦ δʼ εὐπαρακολούθητα γενέσθαι μοι μᾶλλον τὰ πρόσθεν εἰρημένα

    冠词中性单数属格 τοῦ 引导不定式(articular infinitive)的结构,用以表示目的(“为了使前文所述之事……更易理解”)。在逻辑上与随后的介词短语 τῆς διαφορᾶς ἕνεκα 并列,共同作主句动词 μεταβήσομαι 的状语修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:9-10