← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§7-8

论和平与阿莱奥帕古斯演说的政治伦理

作者评析了伊索克拉底的《论和平》与《阿莱奥帕古斯演说》,赞扬其提倡正义与和平外交、主张重拾祖辈德行及恢复梭伦时代克制有序之民主制的崇高道德与政治教诲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

τίς δὲ ἂν μᾶλλον ἐπὶ τὴν δικαιοσύνην καὶ τὴν εὐσέβειαν προτρέψαιτο καθʼ ἕκαστόν τε ἄνδρα ἰδίᾳ καὶ κοινῇ τὰς πόλεις ὅλας τοῦ Περὶ τῆς εἰρήνης λόγου;1 ἐν γὰρ δὴ τούτῳ πείθει τοὺς Ἀθηναίους τῶν μὲν ἀλλοτρίων μὴ ἐπιθυμεῖν, ἐπὶ δὲ τοῖς παροῦσι στέργειν, καὶ τῶν μὲν μικρῶν πόλεων ὡσπερανεὶ κτημάτων φείδεσθαι, τοὺς δὲ συμμάχους τε καὶ εὐεργεσίαις πειρᾶσθαι κατέχειν, ἀλλὰ μὴ ταῖς ἀνάγκαις μηδὲ ταῖς βίαις. τῶν δὲ προγόνων μιμεῖσθαι μὴ τοὺς πρὸ τῶν Δεκελεικῶν γενομένους, οἳ μικροῦ ἐδέησαν ἀπολέσαι τὴν πόλιν, ἀλλὰ τοὺς πρὸ τῶν Περσικῶν, οἳ καλοκἀγαθίαν ἀσκοῦντες διετέλεσαν. ἐπιδείκνυταί τε ὡς οὐχ αἱ πολλαὶ τριήρεις οὐδʼ οἱ μετὰ βίας ἀρχόμενοι Ἕλληνες μεγάλην ποιοῦσι τὴν πόλιν, ἀλλʼ αἱ δίκαιαί τε προαιρέσεις καὶ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν. παρακαλεῖ τε τὴν τῶν Ἑλλήνων εὔνοιαν οἰκείαν ποιεῖν τῇ πόλει, μεγίστην ἡγουμένους μερίδα πρὸς εὐδαιμονίαν, καὶ πολεμικοὺς μὲν εἶναι ταῖς παρασκευαῖς καὶ ταῖς μελέταις, εἰρηνικοὺς δὲ τῷ μηδένα μηδὲν ἀδικεῖν, διδάσκων ὡς οὔτε πρὸς πλοῦτον οὔτε πρὸς δόξαν οὔθʼ ὅλως πρὸς εὐδαιμονίαν οὐθὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν, ὅσην ἀρετὴ καὶ τὰ μέρη ταύτης· καὶ τοῖς μὴ ταῦτα ὑπειληφόσιν ἐπιτιμῶν, οἳ τὴν μὲν ἀδικίαν κερδαλέαν ἡγοῦντο καὶ πρὸς τὸν βίον τὸν καθʼ ἡμέραν συμφέρουσαν, τὴν δὲ δικαιοσύνην ἀλυσιτελῆ καὶ μᾶλλον ἑτέροις ἢ τοῖς ἔχουσιν ὠφέλιμον. τούτων γὰρ οὐκ οἶδʼ εἴ τις ἂν ἢ βελτίους ἢ ἀληθεστέρους ἢ μᾶλλον πρέποντας φιλοσοφίᾳ δύναιτο λόγους εἰπεῖν.

又有何者能比《论和平》更有力地促使个人修身私德、全城邦共倡公义,进而迈向正义与虔敬呢?正是在这篇演说中,他劝勉雅典人不可觊觎他邦之物,当安于现状,爱惜小邦犹如珍惜自己的产业,并尽力以恩德而非以强迫和暴力来维系盟友。在祖先当中,他不主张效仿德凯利亚战争之前、险些招致城邦覆灭的那一代人,而主张效仿波斯战争之前始终砥砺高尚德行的人们。他阐明,令城邦伟大者并非众多的三层桨战船,亦非受强力所统治的希腊人,而是公正的志向以及对受欺压者的援助。他敦促城邦将全希腊人的善意化为己有,视其为通向幸福的最大要素;在戒备与操练中保持尚武,却因不以任何事欺压任何人而崇尚和平。他教导道,无论对于财富、名望,还是从根本上对于幸福而言,没有任何力量能与美德及其各部分所贡献的力量相匹敌;同时,他痛斥那些持有异议之人——他们竟认为不义有利可图且有益于日常生活,而正义却无利可得、对他人比对拥有它的人更有用。我实不知,是否有人能发表比这些更为优美、更为真实、或更为契合哲学的言辞。

§8

τίς δὲ τὸν Ἀρεοπαγιτικὸν ἀναγνοὺς λόγον οὐκ ἂν γένοιτο κοσμιώτερος, ἢ τίς οὐκ ἂν θαυμάσειε τὴν ἐπιβολὴν τοῦ ῥήτορος; ὃς ἐτόλμησε διαλεχθῆναι περὶ πολιτείας Ἀθηναίοις ἀξιῶν μεταθέσθαι μὲν τὴν τότε καθεστῶσαν δημοκρατίαν ὡς μεγάλα βλάπτουσαν τὴν πόλιν, ὑπὲρ ἧς τῶν δημαγωγῶν οὐθεὶς ἐπεχείρει λέγειν,2 θεωρῶν εἰς τοσαύτην αὐτὴν προεληλυθυῖαν ἀκοσμίαν, ὥστε μηδὲ τοὺς ἄρχοντας ἔτι τῶν ἰδιωτῶν κρατεῖν, ἀλλʼ ἕκαστον, ὅ τι καθʼ ἡδονὴν αὐτῷ γίνοιτο, καὶ ποιοῦντα καὶ λέγοντα, καὶ τὴν ἄκαιρον παρρησίαν δημοτικὴν ἐξουσίαν ὑπὸ πάντων νομιζομένην, ἀνασώσασθαι δὲ τὴν ὑπὸ Σόλωνός τε καὶ Κλεισθένους κατασταθεῖσαν πολιτείαν. ἧς τὴν προαίρεσιν καὶ τὰ ἤθη διεξιὼν δεινότερον μὲν ἡγεῖσθαί φησι τοὺς τότε ἀνθρώπους τὸ τοῖς πρεσβυτέροις ἀντειπεῖν ἢ δημοκρατίαν δὲ αὐτοὺς νομίζειν οὐ τὴν ἀκολασίαν,3 ἀλλὰ τὴν σωφροσύνην. τὸ δὲ ἐλεύθερον οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἀρχόντων ἀλλʼ ἐν τῷ τὰ κελευόμενα ποιεῖν τίθεσθαι, ἐξουσίαν τε οὐθενὶ τῶν ἀκολάστων ἐπιτρέπειν, ἀλλὰ τοῖς βελτίστοις ἀνατιθέναι τὰς ἀρχάς, τοιούτους ἔσεσθαι τοὺς ἄλλους ὑπολαμβάνοντας, οἷοί περ ἂν ὦσιν οἱ τὴν πόλιν διοικοῦντες. ἀντὶ δὲ τοῦ τὰς ἰδίας οὐσίας ἐκ τῶν δημοσίων ἐπανορθοῦν τοὺς ἰδίους πλούτους εἰς τὰ κοινὰ καταχορηγεῖν. χωρὶς δὲ τούτων πλείω τὴν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πατέρας τῶν υἱῶν ἀνδρῶν γενομένων ἢ παίδων ὄντων ἐποιοῦντο, ἐνθυμουμένους, ὡς οὐκ ἐξ ἐκείνης τῆς παιδείας ἀλλʼ ἐκ ταύτης τῆς σωφροσύνης μᾶλλον ὠφελεῖται τὸ κοινόν. κρείττονά τε ὑπολαμβάνειν τὰ χρηστὰ ἐπιτηδεύματα τῆς ἀκριβοῦς νομοθεσίας, σκοποῦντας οὐχ ὅπως ταῖς τιμωρίαις τοὺς ἁμαρτάνοντας ἀνείρξουσιν, ἀλλʼ ὡς μηδὲν ἄξιον ζημίας ἕκαστον παρασκευάσουσιν ἐπιτηδεύειν, καὶ τὴν μὲν πατρίδα δεῖν οἰομένους ἐν ἐξουσίᾳ διάγειν μεγάλῃ, τοῖς δʼ ἰδιώταις μηδὲν ἐξεῖναι ποιεῖν, ὅ τι ἂν οἱ νόμοι κωλύωσι. καρτερεῖν δὲ τὰ δεινὰ καὶ μὴ ἐκπλήττεσθαι ταῖς συμφοραῖς.

此外,凡读过《阿莱奥帕古斯演说》之人,又有谁不会变得更为循规蹈矩,又有谁不会钦佩这位演说家的气魄呢?他竟敢向雅典人纵论政制,力主改革当时业已确立的民主制,指斥其正在极大危害城邦——而当时的民众领袖无一人敢于就此发言——他看到这种民主制已滑向何等无序的深渊,乃至执政官亦无法约束平民,每个人任意言行其所好,不知节制的放言高论被所有人视为民主的特权;他遂主张恢复由梭伦与克里斯提尼所确立的政制。在历数那套政制的志向与风尚时,他指出当时的人们认为顶撞长辈是极其可怕之事,比[……]更为严重;他们认为民主制在于节制,而非放肆。他们将自由置于遵奉号令之中,而非藐视长官;他们绝不将权力托付给任何放纵之徒,而将官职委任给最优秀之人,深信治邦者的品性决定了其余众人的品性。他们非但不从公款中填补私产,反将私人财富捐输于公用。除这些之外,做父亲的在儿子成年后所倾注的心血,远甚于他们尚在幼年之时,因为他们深知,城邦之受益,与其说仰仗幼年的教养,不如说更多取自成年的节制。他们认为良好的风俗优于精细的法条,着眼于如何使每个人不致做出应受惩罚之事,而非如何以刑罚威慑犯法之人;他们认为祖国应当享有崇高的权威,而平民则绝不可行使任何法律所禁止之事。他们更能坚忍耐苦,而不为灾祸所惊惶震慑。

语法注3 条
  1. 7τοῦ Περὶ τῆς εἰρήνης λόγου

    由比较级副词 μᾶλλον 所支配的比较属格。此处未采用常见的 ἤ 引导的句式(μᾶλλον ... ἤ ...),而是直接以属格表示比较对象,意为“比起《论和平》这篇演说(更能……)”。

  2. 8ὑπὲρ ἧς τῶν δημαγωγῶν οὐθεὶς ἐπεχείρει λέγειν

    介词 ὑπέρ 通常表示“为了……”或“为……辩护”,但在本处取 περί 之意(“关于此”)。此处指煽动民众的政客无一人敢触碰或公开抨击这一既定体制。

  3. 8δεινότερον μὲν ἡγεῖσθαί φησι τοὺς τότε ἀνθρώπους τὸ τοῖς πρεσβυτέροις ἀντειπεῖν ἢ δημοκρατίαν δὲ αὐτοὺς νομίζειν οὐ τὴν ἀκολασίαν

    此处手抄本流传中存在明显的文本脱落(lacuna)与句法断裂。在比较级句式 δεινότερον ... ἤ(“比……更为可怕”)中,紧随 ἤ 之后的比较第二项(如“今人虐待父母”之类的对应成分)发生脱落,随后直接接以 δημοκρατίαν δὲ αὐτοὺς νομίζειν(与前面的 μέν 呼应)。阅读时需识别出主导动词 φησί 统摄下的不定式骨干结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:7-8