- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:11-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯总结对比了伊索克拉底与吕西亚斯在措辞及谋篇上的优缺点,并援引古人批评指出伊索克拉底在周期句节奏与句式上的过火以及激情的匮乏。
πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὕρισκον παρʼ οὐδετέρῳ. ἔπειτα τὴν ἀκρίβειαν τὴν διαλέκτου τῆς τότε συνήθους· καὶ ταύτην ἑώρων ὁμοίαν παρʼ ἀμφοτέροις. μετὰ ταῦτα ἐπελογιζόμην, ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται, ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς μέχρι τοῦ μὴ λυπῆσαι1 προῆλθεν. τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην, ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. περὶ τὰς αὐξήσεις Ἰσοκράτη κατορθοῦν ἄμεινον ἐδόκουν. ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς, τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. τὸ μεγαλοπρεπὲς ἑώρων παρʼ Ἰσοκράτει. τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον, καὶ τὸν μὲν τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.
那么,我曾指出言辞的第一长处在于纯净的表达,在这一点上我在二者之间未见任何分别。其次是当时通行用语的准确性;这一点我也看出在二人身上同样具备。在此之后我考量到,二者皆使用规范、习用而共通的词汇,但伊索克拉底的措辞吸收了若干转义修饰,且推进到了恰不致令人反感的程度。在清晰与生动传神上,我判定二人皆各擅胜场,但在简明扼要地表达思想方面,我认为吕西亚斯更为成功。论及增幅法,我认为伊索克拉底做得更佳。在凝聚思绪并使之紧凑利落、切合真实论战方面,我赞同吕西亚斯。在性格刻画上,我发现二人皆极熟稔,但若论优雅与愉悦,我毫无争议地将首奖归于吕西亚斯。崇高华美我在伊索克拉底身上得见。至于可信与得体,我认为二者皆不欠缺。在字词组合上,我判定吕西亚斯更为朴素,伊索克拉底则更为精巧,前者是真实更为可信的摹写者,后者则是修辞营构更为强劲的斗士。
ταῦτα ἔφην περὶ τῆς λέξεως τῆς ἑκατέρου. τῶν δὲ πραγμάτων ποιούμενος τὴν ἐξέτασιν, τὴν μὲν εὕρεσιν θαυμαστὴν παρʼ ἀμφοῖν κατελαβόμην καὶ ἔτι τὴν κρίσιν. τῇ δὲ τάξει τῶν ἐνθυμημάτων καὶ τοῖς μερισμοῖς τῶν ἐπιχειρημάτων καὶ τῇ καθʼ ἕκαστον εἶδος ἐξεργασίᾳ τοῖς τε ἄλλοις ἅπασι τοῖς ἐν τῷ πραγματικῷ τόπῳ θεωρήμασι παρὰ πολὺ προτερεῖν ἡγούμην Ἰσοκράτην Λυσίου, κατὰ δὲ τὴν λαμπρότητα τῶν ὑποθέσεων καὶ τὸ φιλόσοφον τῆς προαιρέσεως πλεῖον διαφέρειν ἢ παιδὸς ἄνδρα,2 ὡς ὁ Πλάτων εἴρηκεν, εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, καὶ τῶν ἄλλων ἁπάντων ῥητόρων, ὅσοι φιλοσόφως τοῦ μαθήματος τούτου προέστησαν. τῆς μέντοι ἀγωγῆς τῶν περιόδων τὸ κύκλιον καὶ τῶν σχηματισμῶν τῆς λέξεως τὸ μειρακιῶδες οὐκ ἐδοκίμαζον. δουλεύει γὰρ ἡ διάνοια πολλάκις τῷ ῥυθμῷ τῆς λέξεως καὶ τοῦ κομψοῦ λείπεται τὸ ἀληθινόν. κράτιστον δὲ ἐπιτήδευμα ἐν διαλέκτῳ πολιτικῇ καὶ ἐναγωνίῳ τὸ ὁμοιότατον τῷ κατὰ φύσιν. βούλεται δὲ ἡ φύσις τοῖς νοήμασιν ἕπεσθαι τὴν λέξιν, οὐ τῇ λέξει τὰ νοήματα. συμβούλῳ δὲ δὴ περὶ πολέμου καὶ εἰρήνης λέγοντι καὶ ἰδιώτῃ τὸν περὶ ψυχῆς τρέχοντι κίνδυνον ἐν δικασταῖς τὰ κομψὰ καὶ θεατρικὰ καὶ μειρακιώδη ταῦτα οὐκ οἶδα ἥντινα δύναιτο ἂν παρασχεῖν ὠφέλειαν, μᾶλλον δὲ οἶδα ὅτι καὶ βλάβης ἂν αἴτια γένοιτο. χαριεντισμὸς γὰρ πᾶς ἐν σπουδῇ καὶ κακοῖς γινόμενος ἄωρον πρᾶγμα καὶ πολεμιώτατον ἐλέῳ.
关于两人的措辞,我所言者即是这些。然而在考察事理的处理时,我发现二人在谋篇构思上皆令人叹服,在判断力上亦然。但在推理的布局、论据的划分、各部类的精细雕琢,以及实际议题范畴内的所有其他规则上,我认为伊索克拉底远超吕西亚斯;而在主题的恢弘与立意的哲学品格上,其差距正如柏拉图所言,“远甚于成年人之异于孩童”,且若必须直陈实情,他亦超越了所有其他曾以哲学态度统领这门学问的演说家。然而,对于其周期句运行的圆环回旋结构以及句式构形上的稚气,我却不敢苟同。因为思想往往屈从于措辞的韵律,而实情则输给了雕琢的巧饰。在政治性与实战性的演说中,至善的做法乃是最大程度地契合自然。而自然要求措辞顺应思想,而非思想迁就措辞。对于一位议论战争与和平的策士,或是在陪审员面前冒着性命之危的平民而言,我不知这些精巧、戏剧化且稚拙的技法能带来何种裨益,相反我深知它们甚至会招致祸患。因为在严肃关头与灾厄之中所施展的任何轻浮取悦,皆是不合时宜之举,且与引发同情水火不容。
οὗτος δὲ οὐκ ἐμὸς ὁ λόγος πρώτου μὰ Δία, ἐπεὶ πολλοὶ καὶ τῶν παλαιῶν ταύτην εἶχον ὑπὲρ αὐτοῦ τὴν δόξαν. φιλόνικος μὲν γὰρ ὁ διαλεκτικὸς τὴν ἄλλην κατασκευὴν τῆς λέξεως ἐπαινῶν τἀνδρὸς μέμφεται τῆς κενότητός τʼ αὐτῆς καὶ τοῦ φορτικοῦ ἐοικέναι τέ φησιν αὐτὸν ζωγράφῳ ταῖς αὐταῖς ἐσθῆσι καὶ τοῖς αὐτοῖς σχήμασι πάσας ἐπικοσμοῦντι τὰς γραφάς· ἅπαντες γοῦν εὕρισκον τοὺς λόγους αὐτοῦ τοῖς αὐτοῖς τρόποις τῆς λέξεως κεχρημένους, ὥστʼ ἐν πολλοῖς τεχνικῶς τὰ καθʼ ἕκαστα ἐξεργαζόμενον τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι3 διὰ τὸ μὴ προσηκόντως τοῖς ὑποκειμένοις τῶν ἠθῶν φράζειν. Ἱερώνυμος δὲ ὁ φιλόσοφός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων παρεῖσθαι, τὸ παθητικὸν καὶ ἔμψυχον· δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διαπαντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ἀποβεβληκέναι. καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα μήτε τόνον μήτε πάθος μήτε ὑπόκρισιν δύνασθαι φέρειν. πολλοῖς δὲ καὶ ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν. ἐξ αὐτῆς γὰρ ἔσται τῆς Ἰσοκράτους λέξεως τεθείσης καταφανὴς ὅ τε τῶν περιόδων ῥυθμὸς ἐκ παντὸς διώκων τὸ γλαφυρὸν καὶ τῶν σχημάτων τὸ μειρακιῶδες περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις κατατριβόμενον. καὶ οὐ τὸ γένος μέμφομαι τῶν σχημάτων ʽπολλοὶ γὰρ αὐτοῖς ἐχρήσαντο καὶ συγγραφεῖς καὶ ῥήτορες, ἀνθίσαι βουλόμενοι τὴν λέξιν̓, ἀλλὰ τὸν πλεονασμόν.
凭宙斯起誓,此论断绝非自我而始,因为许多古人关于他亦抱有此种看法。辩证学者菲洛尼库斯在称赞此人措辞的其他修辞建构之余,便谴责其空洞与粗俗,并称他好似一位用同样的衣饰与同样的姿态去装点一切画作的画工;至少所有人都发现他的演说采用着相同的措辞方式,以致于尽管他在细部上雕琢得极富技巧,却因未能契合所涉人物的性格来发言,从而在许多地方对于全篇显得全然不合体统。 哲学家耶罗尼穆斯则称,任何人或许皆能将他的演说漂亮地朗读出来,但若要提高声调、施加力度,并在这种修辞构造中伴以合宜的姿态举止去登台演讲,则是全然不能的。因为对于打动大众而言最重大、最富感染力的要素——即充溢着激情与生机的力量——已被弃置不用;他始终沦为平滑流畅的奴隶,丢弃了那由紧绷与舒缓交织而成的丰富变化,以及那由激情的跌宕转折所形成的抑扬顿挫。总之耶罗尼穆斯称,他退缩到了童仆诵读的声音之中,既无法维系声调,亦无法承载激情与表演。许多其他人亦曾发表过这些及与此相似的议论,关于这些我无须再费笔墨。因为只要引录伊索克拉底自身的措辞,其周期句不惜一切追求平整华美之韵律,以及耗费在对仗、均称与押韵上的幼稚句式,便会昭然若揭。而我所谴责的并非这些句式本身(因为许多史家与演说家为了使言辞繁花似锦亦曾使用它们),而是其过度的滥用。
- 11μέχρι τοῦ μὴ λυπῆσαι
介词 μέχρι 支配带有中性单数属格定冠词的不定式(τοῦ μὴ λυπῆσαι),表示界限或程度:“达到不致令人反感的程度”。这是表达程度或结果的惯用句式。
- 12πλεῖον διαφέρειν ἢ παιδὸς ἄνδρα
在比较句中,连词 ἤ 之后极度紧缩地承接了柏拉图《斐德罗篇》279a的典故:ἄνδρα 与 παιδός 构成对照,相当于省略了主谓结构的压缩句,字面意为“其差异超过了成年人之异于孩童”。
- 13ὥστʼ ἐν πολλοῖς τεχνικῶς τὰ καθʼ ἕκαστα ἐξεργαζόμενον τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι
在表示结果的 ὥστε 从句中,宾格分词 ἐξεργαζόμενον 与不定式 φαίνεσθαι 省略的宾格逻辑主语(指代伊索克拉底)一致,构成结果从句常规的“宾格加不定式”结构。
