- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了伊索克拉底的《泛希腊集会辞》与《致腓力辞》,论述了这些展现古人崇高公民品德与全希腊领袖理想的演说如何激发起读者对城邦的热爱与对美德的向往。
τίς οὐκ ἂν γένοιτο φιλόπολίς τε καὶ φιλόδημος ἢ τίς οὐκ ἂν ἐπιτηδεύσειε τὴν πολιτικὴν καλοκἀγαθίαν ἀναγνοὺς αὐτοῦ τὸν Πανηγυρικόν; ἐν ᾧ διεξιὼν τὰς τῶν ἀρχαίων ἀρετὰς φησίν, ὡς οἱ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἀπὸ τῶν βαρβάρων οὐ τὰ πολέμια δεινοὶ μόνον ἦσαν, ἀλλὰ καὶ τὰ ἤθη γενναῖοι καὶ φιλότιμοι καὶ σώφρονες, οἵ γε τῶν μὲν κοινῶν μᾶλλον ἐφρόντιζον ἢ τῶν ἰδίων, τῶν δὲ ἀλλοτρίων ἧττον ἐπεθύμουν ἢ τῶν ἀδυνάτων1 καὶ τὴν εὐδαιμονίαν οὐ πρὸς ἀργύριον ἔκρινον ἀλλὰ πρὸς εὐδοξίαν, μέγαν οἰόμενοι τοῖς παισὶ καταλείψειν πλοῦτον καὶ ἀνεπίφθονον τὴν παρὰ τοῖς πλήθεσι τιμήν· κρείττονα δὲ ἡγοῦντο τὸν εὐσχήμονα θάνατον ἢ τὸν ἀκλεῆ βίον, ἐσκόπουν δὲ οὐχ ὅπως οἱ νόμοι καλῶς καὶ ἀκριβῶς αὐτοῖς ἕξουσιν, ἀλλʼ ὡς ἡ τῶν καθʼ ἡμέραν ἐπιτηδευμάτων μετριότης μηθὲν ἐκβήσεται2 τῶν πατρίων· οὕτως δὲ εἶχεν αὐτοῖς τὰ πρὸς ἀλλήλους φιλοτίμως καὶ πολιτικῶς, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους, πότεροι πλείω τὴν πόλιν ἀγαθὰ ποιήσουσιν, οὐχ οἵτινες τοὺς ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν αὐτοὶ ἄρξουσι. τῇ δὲ αὐτῇ προθυμίᾳ χρώμενοι καὶ πρὸς τὴν Ἑλλάδα τῷ θεραπεύειν προσήγοντο τὰς πόλεις καὶ τῷ πείθειν ταῖς εὐεργεσίαις μᾶλλον ἢ τῷ βιάζεσθαι τοῖς ὅπλοις κατεῖχον, πιστοτέροις χρώμενοι τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις, καὶ ταῖς συνθήκαις ἀξιοῦντες μᾶλλον ἐμμένειν ἢ ταῖς ἀνάγκαις, τοιαῦτα δὲ περὶ τῶν ἡττόνων ἀξιοῦντες γινώσκειν, οἷα περὶ σφῶν αὐτῶν τοὺς κρείττους ἂν ἠξίωσαν φρονεῖν,3 οὕτω δὲ παρεσκευασμένοι τὰς γνώμας, ὡς ἰδίᾳ μὲν ἔχοντες τὰς ἑαυτῶν πόλεις, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα οἰκοῦντες.
有谁在读了他的《泛希腊集会辞》之后,不会成为一个爱国爱民之人,又或者有谁不会去践行城邦的美德呢?在这篇演说中,他历数古人的美德,指出那些从蛮族手中解放希腊的人不仅骁勇善战,而且在品格上也崇高、追求荣誉且克制审慎。他们关切公事远胜于私利,觊觎他人财物的念头比渴望不可企及之事还要淡薄,他们衡量幸福的标准不是金钱而是美名,深信留给子孙后代的巨额且不致招怨的财富,乃是民众所赋予的尊荣。他们认为体面的死亡胜过不名誉的苟活;他们所关注的不是如何让法律为自己制定得完善而严密,而是使日常行事的适度绝不逾越祖先的遗训。他们彼此之间的关系既充满荣誉感又极具公民精神,以至于他们相互抗争,也是为了比拼哪一方能为城邦带来更多福祉,而非图谋消灭对方以求独自统治其余的人。他们以同样的诚意对待希腊整体,以关照去感召各城邦,以恩惠带来的说服而非以武装的强迫来维系统治;他们所使用的言辞比现今的誓言更为可靠,宁愿恪守盟约而不愿屈从于强力之迫。他们对待弱者的态度,一如他们期望强者对待自己所持的态度;他们的心意如此完备,以至于将各自的城邦视为私有的家园,而将整个希腊视作共同居住的祖国。
τίς δʼ οὐκ ἂν ἀγαπήσειε μέγεθος ἔχων ἀνὴρ καὶ δυνάμεώς τινος ἡγούμενος, ἃ πρὸς Φίλιππον αὐτῷ τὸν Μακεδόνα γέγραπται; ἐν οἷς ἀξιοῖ στρατηγὸν ἄνδρα καὶ τηλικαύτης ἐξουσίας κύριον διαλλάττειν μὲν τὰς διαφερομένας πόλεις ἀλλὰ μὴ συγκρούειν πρὸς ἀλλήλας, τὴν δὲ Ἑλλάδα μεγάλην ἐκ μικρᾶς ποιεῖν ὑπεριδόντα τε τῆς περὶ τὰ μικρὰ φιλοτιμίας τοῖς τοιούτοις ἐπιχειρεῖν ἔργοις, ἐξ ὧν κατορθώσας τε πάντων ἡγεμόνων ἐπιφανέστατος ἔσται καὶ ἀποτυχὼν τήν γε εὔνοιαν τὴν παρὰ τῶν Ἑλλήνων κτήσεται· ἧς οἱ τυχόντες πολλῷ μᾶλλόν εἰσι ζηλωτότεροι4 τῶν μεγάλας πόλεις καὶ πολλὰς χώρας καταστρεψαμένων. ἔτι δὲ παρακελεύεται μιμεῖσθαι τὴν Ἡρακλέους τε προαίρεσιν καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι μετὰ τῶν Ἑλλήνων ἐπὶ τοὺς βαρβάρους ἐστράτευσαν, καί φησι χρῆναι τοὺς ἑτέρων διαφέροντας προαιρεῖσθαι μὲν τὰς μέγεθος ἐχούσας πράξεις, ἐπιτελεῖν δὲ αὐτὰς μετʼ ἀρετῆς, ἐνθυμουμένους ὅτι τὸ μὲν σῶμα θνητὸν ἔχομεν, ἀθάνατοι δὲ γιγνόμεθα διʼ ἀρετήν, καὶ τοῖς μὲν πρὸς ἄλλο τι τῶν ἀγαθῶν ἀπλήστως διακειμένοις ἀχθόμεθα, τοὺς δὲ τιμὴν μείζω τῆς ὑπαρχούσης ἀεὶ κτωμένους ἐπαινοῦμεν, καὶ ὅτι τῶν μὲν ἄλλων, ἐφʼ οἷς εἰσιν ἀνθρώπιναι σπουδαί, πλούτου καὶ ἀρχῆς καὶ δυναστείας, πολλάκις τοὺς ἐχθροὺς συμβαίνει γίγνεσθαι κυρίους, τῆς δὲ ἀρετῆς καὶ τῆς παρὰ τοῖς πλήθεσιν εὐνοίας τοὺς οἰκείους ἑκάστου κληρονομεῖν. πολλὴ γὰρ ἀνάγκη τοὺς ἀναγιγνώσκοντας ταῦτα δυνάστας φρονήματός τε μείζονος ὑποπίμπλασθαι καὶ μᾶλλον ἐπιθυμεῖν τῆς ἀρετῆς.
再者,凡气概恢宏、统领一方权力的男儿,又有谁不会赞赏他写给马其顿的腓力的文字呢?他在其中期望一位身为统帅并掌握如此权威的执政者,应当调停纷争的城邦而非使其相互火并,使希腊化弱小为宏大,并蔑弃在琐事上的野心,投身于这样的功业:若取得成功,他将成为所有领袖中最显赫之人;即便失利,他也至少能赢得希腊人的拥戴与善意——获得这种善意的人,远比那些征服了大城邦与众多领土之人更为令人艳羡。此外,他劝勉其效仿赫拉克勒斯以及其他曾与希腊人一同远征蛮族的领袖们的志向,并断言那些超群拔萃之人应当选择气魄恢弘的功业,并以美德去完成它们,心中当铭记:我们虽具必死之躯,却因美德而不朽;对于在其他美好事物上贪得无厌之人,我们心生厌恶,但对于不断获取超越现有之更大荣誉的人,我们则予以赞美;而人类为之奋斗的其他事物——财富、权位与统治权——往往最终落入仇敌之手,唯有美德与民众的善意才能由各人的至亲所继承。诚然,读到这些文字的统治者们,必然会被更崇高的志向所充盈,并更加渴望美德。
- 5τῶν δὲ ἀλλοτρίων ἧττον ἐπεθύμουν ἢ τῶν ἀδυνάτων
由 ἧττον ... ἤ 构成的比较结构,含有极强的排他性否定意味:他们觊觎他人之物,比渴求不可企及之事还要少——即正如他们绝不会去追求不可能之事一样,他们也绝不去觊觎他人之物。
- 5οὐχ ὅπως οἱ νόμοι καλῶς καὶ ἀκριβῶς αὐτοῖς ἕξουσιν, ἀλλʼ ὡς ἡ τῶν καθʼ ἡμέραν ἐπιτηδευμάτων μετριότης μηθὲν ἐκβήσεται
由 ὅπως 和 ὡς 引导、搭配将来时直陈式(ἕξουσιν, ἐκβήσεται)的从句,作表示关切/考量的动词 ἐσκόπουν 的宾语从句(意为“设法使……”)。否定词 μηθέν 正确地用于 ὡς 引导的意图分句内。
- 5τοιαῦτα δὲ περὶ τῶν ἡττόνων ἀξιοῦντες γινώσκειν, οἷα περὶ σφῶν αὐτῶν τοὺς κρείττους ἂν ἠξίωσαν φρονεῖν
由相关代词 τοιαῦτα ... οἷα 构成的关联比较句。从句中 ἄν 搭配不定过去时直陈式(ἠξίωσαν)表示过去潜势或与过去相反的虚拟判断,意即“正如(若自己处于弱势时)他们期望强者对待自己所持有的态度”。
- 6πολλῷ μᾶλλόν εἰσι ζηλωτότεροι
双重比较级结构:副词 μᾶλλον 冗余性地修饰比较级形容词 ζηλωτότεροι,并与表示差异程度的与格 πολλῷ 连用,构成极强的强调语气。
