- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯依据文体的三大要素剖析了伊索克拉底的优缺点,将其宏丽造作与吕西亚斯的自然韵致相对照,并盛赞其在谋篇布局、崇高主题与道德教化上的卓越价值。
καθόλου δὲ τριῶν ὄντων, ὥς φησι Θεόφραστος, ἐξ ὧν γίνεται τὸ μέγα καὶ σεμνὸν καὶ περιττὸν ἐν λέξει, τῆς τε ἐκλογῆς τῶν ὀνομάτων καὶ τῆς ἐκ τούτων ἁρμονίας καὶ τῶν περιλαμβανόντων αὐτὰ σχημάτων,1 ἐκλέγει μὲν εὖ πάνυ καὶ τὰ κράτιστα τῶν ὀνομάτων τίθησιν, ἁρμόττει δὲ αὐτὰ περιέργως, τὴν εὐφωνίαν ἐντείνων μουσικήν, σχηματίζει τε φορτικῶς καὶ τὰ πολλὰ γίνεται ψυχρὸς ἢ τῷ πόρρωθεν λαμβάνειν ἢ τῷ μὴ πρέποντα εἶναι τὰ σχήματα τοῖς πράγμασι2 διὰ τὸ μὴ κρατεῖν τοῦ μετρίου. ταῦτα μέντοι καὶ μακροτέραν αὐτῷ ποιεῖ τὴν λέξιν πολλάκις, λέγω δὲ τό τε εἰς περιόδους ἐναρμόττειν ἅπαντα τὰ νοήματα καὶ τὸ τοῖς αὐτοῖς τύποις τῶν σχημάτων τὰς περιόδους περιλαμβάνειν καὶ τὸ διώκειν ἐκ παντὸς τὴν εὐρυθμίαν. οὐ γὰρ ἅπαντα δέχεται οὔτε μῆκος τὸ αὐτὸ οὔτε σχῆμα τὸ παραπλήσιον οὔτε ῥυθμὸν τὸν ἴσον. ὥστε ἀνάγκη παραπληρώμασι λέξεων οὐδὲν ὠφελουσῶν χρῆσθαι καὶ ἀπομηκύνειν πέρα τοῦ χρησίμου τὸν λόγον. λέγω δὲ οὐχ ὡς διαπαντὸς αὐτοῦ ταῦτα ποιοῦντος (οὐχ οὕτως μαίνομαι· καὶ γὰρ συντίθησί ποτε ἀφελῶς τὰ ὀνόματα καὶ λύει τὴν περίοδον εὐγενῶς καὶ τὰ περίεργα σχήματα καὶ φορτικὰ φεύγει καὶ μάλιστα ἐν τοῖς συμβουλευτικοῖς τε καὶ δικανικοῖς λόγοις), ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ τῷ ῥυθμῷ δουλεύοντος3 καὶ τῷ κύκλῳ τῆς περιόδου καὶ τὸ κάλλος τῆς ἀπαγγελίας ἐν τῷ περιττῷ τιθεμένου κοινότερον εἴρηκα περὶ αὐτοῦ. κατὰ δὴ ταῦτά φημι τὴν Ἰσοκράτους λέξιν λείπεσθαι τῆς Λυσίου καὶ ἔτι κατὰ τὴν χάριν. καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης, ἀλλʼ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοις. πέφυκε γὰρ ἡ Λυσίου λέξις ἔχειν τὸ χαρίεν, ἡ δὲ Ἰσοκράτους βούλεται.4 ταύταις μὲν δὴ ταῖς ἀρεταῖς ὑστερεῖ Λυσίου κατὰ γοῦν τὴν ἐμὴν γνώμην. προτερεῖ δέ γε ἐν ταῖς μελλούσαις λέγεσθαι· ὑψηλότερός ἐστιν ἐκείνου κατὰ τὴν ἑρμηνείαν καὶ μεγαλοπρεπέστερος μακρῷ καὶ ἀξιωματικώτερος. θαυμαστὸν γὰρ δὴ καὶ μέγα τὸ τῆς Ἰσοκράτους κατασκευῆς ὕψος, ἡρωϊκῆς μᾶλλον ἢ ἀνθρωπίνης φύσεως οἰκεῖον. δοκεῖ δή μοι μὴ ἄπο σκοποῦ τις ἂν εἰκάσαι5 τὴν μὲν Ἰσοκράτους ῥητορικὴν τῇ Πολυκλείτου τε καὶ Φειδίου τέχνῃ κατὰ τὸ σεμνὸν καὶ μεγαλότεχνον καὶ ἀξιωματικόν, τὴν δὲ Λυσίου τῇ Καλάμιδος καὶ Καλλιμάχου τῆς λεπτότητος ἕνεκα καὶ τῆς χάριτος. ὥσπερ γὰρ ἐκείνων οἳ μὲν ἐν τοῖς ἐλάττοσι καὶ ἀνθρωπικοῖς ἔργοις εἰσὶν ἐπιτυχέστεροι τῶν ἑτέρων, οἳ δʼ ἐν τοῖς μείζοσι καὶ θειοτέροις δεξιώτεροι, οὕτως καὶ τῶν ῥητόρων ὃ μὲν ἐν τοῖς μικροῖς ἐστι σοφώτερος, ὃ δʼ ἐν τοῖς μεγάλοις περιττότερος, τάχα μὲν γὰρ καὶ τῇ φύσει μεγαλόφρων τις ὤν, εἰ δὲ μή, τῇ γε προαιρέσει πάντως τὸ σεμνὸν καὶ θαυμαστὸν διώκων. ταῦτα μὲν οὖν περὶ τῆς λέξεως τοῦ ῥήτορος.
总的来说,如泰奥弗拉斯托斯所言,文体中产生宏大、庄严与卓越的要素有三——即词语的选择、由词语构成的调和以及统括它们的修辞手法——伊索克拉底在词语选择上极佳,使用的皆是最精炼之词,但在组合这些词语时却过于繁琐造作,过分追求悦耳的音调;其修辞构思亦显俗套,且多因用典过于迂回,或因未能把握中庸而致使手法与事理不合,从而常常流于枯燥。这些因素也往往使他的文风过显冗长,我所指的是将所有思想硬套入周期句中、以相同的修辞程式规范这些周期句,以及不惜一切代价追求匀称的节奏。因为并非所有事物都容得下同样的长度、近似的修饰或均等的节奏。由此,便不得不采用毫无益处的缀词补句,将言论拉长至超越实际需要的地步。然而,我这番话并非指他始终如此(我尚未发狂至此;因为在某些时候,他也会朴素地组织词句,高雅地化解周期句,避开繁琐与俗套的修辞,尤其在审议性与法庭演说中更是如此),而是因为他多半受制于节奏和周期句的旋回,将叙述之美寄托于过度的藻饰,我才就其总体倾向作此评价。正是在这些方面,我认为伊索克拉底的文体不及吕西亚斯,在典雅从容(韵味)上亦是如此。尽管伊索克拉底辞藻之华丽不逊于任何人,并能引发听众的愉悦,但他并不具备吕西亚斯的那种天然韵味。在这项美德上,他逊色于吕西亚斯的程度,正如借外在妆饰拼凑出美感之肉身逊色于天生丽质之躯体。因为吕西亚斯的文风天生具备韵味,而伊索克拉底的文风则只是极力企求获得它。因此,在我看来,在这些优点上他确实落后于吕西亚斯。然而,在接下来的几项品质中他却占优:他在表述上比吕西亚斯更高亢,远为雄浑壮丽且极具威仪。诚然,伊索克拉底的谋篇气象恢弘,崇高绝伦,更近于英雄的本性而非凡人。依我之见,若将伊索克拉底的修辞术比作波利克莱托斯和菲迪亚斯之艺术,以其庄严、宏伟与尊贵,而将吕西亚斯比作卡拉米斯和卡利马科斯之艺术,因其精巧细腻与典雅韵致,当不至于偏离靶心。正如在那些雕刻家中,后者在较小且属人事的作品上比前者更为成功,而前者在宏大且神圣的作品中更为娴熟;在演说家中亦是如此,一人在细微之事上更为精明,另一人在宏大之事上更为出众——这或许是因为他天性本就气度宏阔,即便不然,也是因其志趣始终在追求庄严与令人惊叹之事。关于演说家的文风,论述至此。
τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα τὰ μὲν ὅμοια τοῖς Λυσίου, τὰ δὲ κρείττονα. ἡ μὲν εὕρεσις ἡ τῶν ἐνθυμημάτων ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη. καὶ κρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη. τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων καὶ ἡ κατʼ ἐπιχείρημα ἐξεργασία καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς καὶ ξένοις ἐπεισοδίοις τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ πολλῷ μείζονά ἐστι παρʼ Ἰσοκράτει καὶ κρείττονα, μάλιστα δʼ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς. ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτʼ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως ἀλλʼ ὅλην αὐτὴν κτήσασθαι τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός. καὶ εἴ τις ἐπιτηδεύει τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν ἀλλὰ καὶ τὸ πρακτικόν, μηδʼ ἀφʼ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλʼ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν.
至于在实质题材领域的论题上,他的某些方面与吕西亚斯相当,另一些方面则更胜一筹。针对各个具体题材构建的论证发明丰富而严密,丝毫不逊于吕西亚斯;其判断亦同样出于深邃的智慧。但在事理的布局与分门别类、按逻辑展开的论述、以独特的转折和新颖的插话打破同质之单调,以及关于实际篇章经营的其他所有长处上,伊索克拉底都远为宏大而卓越;尤为突出的是他所专注的演说的主旨志向,以及他所探究的论题的纯美。凭借这些,他不仅能使倾听他的人变得辞令卓绝,更能塑造其崇高的品格,使之对家庭、城邦及全希腊大有裨益。诚然,在伊索克拉底的演说中,可以找到通向美德的最佳训育。我敢说,那些不愿仅掌握政治能力之一隅,而欲掌握其全貌的人,当将这位演说家的作品常备案头。如果有人践行真正的哲学,不仅热爱其理论部分,亦热爱其实践部分,且选择的生活途径不是为了自身免除痛苦,而是为了造福众人,我便会劝导他去仿效那位演说家的志向抱负。
- 3τριῶν ὄντων, ὥς φησι Θεόφραστος, ἐξ ὧν γίνεται τὸ μέγα καὶ σεμνὸν καὶ περιττὸν ἐν λέξει, τῆς τε ἐκλογῆς τῶν ὀνομάτων καὶ τῆς ἐκ τούτων ἁρμονίας καὶ τῶν περιλαμβανόντων αὐτὰ σχημάτων
后随的三个属格短语(τῆς τε ἐκλογῆς... καὶ τῆς... ἁρμονίας καὶ τῶν... σχημάτων)作为同位语,用于具体说明独立属格结构(τριῶν ὄντων)中的数词 τριῶν。这是先提出概括性数词、再以同格属格展开枚举的典型希腊语说明性构式。
- 3ἢ τῷ πόρρωθεν λαμβάνειν ἢ τῷ μὴ πρέποντα εἶναι τὰ σχήματα τοῖς πράγμασι
两个带冠词的不定式与格(τῷ λαμβάνειν 与 τῷ... εἶναι)由 ἤ... ἤ 连接,充当原因与格,用以解释前述“流于枯燥/冷涩”(ψυχρὸς γίνεται)的缘由。
- 3λέγω δὲ οὐχ ὡς διαπαντὸς αὐτοῦ ταῦτα ποιοῦντος ... ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ τῷ ῥυθμῷ δουλεύοντος
由 ὡς 引导的独立属格对比构式(ὡς ... ποιοῦντος ... ἀλλʼ ὡς ... δουλεύοντος),受 λέγω / εἴρηκα 的统辖。小词 ὡς 标明说话人的主观意图或对论断的限定,用以界定前述批评并非断言其“始终如此”,而是概括其“大体受制于此”。
- 3πέφυκε γὰρ ἡ Λυσίου λέξις ἔχειν τὸ χαρίεν, ἡ δὲ Ἰσοκράτους βούλεται
在对比分句 ἡ δὲ Ἰσοκράτους βούλεται 中,主语省略了名词 λέξις,动词 βούλεται 之后则承前省略了补充不定式短语 ἔχειν τὸ χαρίεν。全句凭借动词 πέφυκεν(天生具有)与 βούλεται(企图/意欲拥有)的精炼对比形成鲜明的修辞张力。
- 3δοκεῖ δή μοι μὴ ἄπο σκοποῦ τις ἂν εἰκάσαι
非人称动词 δοκεῖ δή μοι(依我看来)统辖了带有 ἄν 的潜在希求法构式(τις ἂν εἰκάσαι,不定代词主语+不定过去时希求法)。否定介词短语 μὴ ἄπο σκοποῦ(不偏离靶心)修饰该假定推断,构成一种委婉审慎的评断表达。
