← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§1-2

伊索克拉底的生平及其文体基本特征

哈利卡纳苏斯的狄奥尼修斯概述了伊索克拉底的生平(出身、师承、因天资不足放弃公开演说而转向著述与教学,以及其去世),并通过与吕西亚斯的比较评述其文体特征,探讨其用词纯净度、周期句结构、回避元音冲突以及修辞修饰过繁等特点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ἰσοκράτης Ἀθηναῖος ἐγεννήθη μὲν ἐπὶ τῆς ὀγδοηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Λυσιμάχου πέμπτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, δυσὶ καὶ εἴκοσιν ἔτεσι νεώτερος Λυσίου, πατρὸς δὲ ἦν Θεοδώρου, τινὸς τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ τὸν βίον ἀπὸ ταύτης ἔχοντος τῆς ἐργασίας. ἀγωγῆς δὲ τυχὼν εὐσχήμονος καὶ παιδευθεὶς οὐδενὸς Ἀθηναίων χεῖρον, ἐπειδὴ τάχιστα ἀνὴρ ἐγένετο, φιλοσοφίας ἐπεθύμησε. γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου, τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίᾳ, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν δημοτικὸν εἶναι δοκοῦντα, σπουδὴν μὲν ἐποιεῖτο πράττειν τε καὶ λέγειν τὰ πολιτικά, ὡς δὲ ἡ φύσις ἠναντιοῦτο, τὰ πρῶτα καὶ κυριώτατα τοῦ ῥήτορος ἀφελομένη, τόλμαν τε καὶ φωνῆς μέγεθος, ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν,1 ταύτης μὲν ἀπέστη τῆς προαιρέσεως· ἐπιθυμῶν δὲ δόξης καὶ τοῦ πρωτεῦσαι παρὰ τοῖς Ἕλλησιν ἐπὶ σοφίᾳ, καθάπερ αὐτὸς εἴρηκεν, ἐπὶ τὸ γράφειν ἃ διανοηθείη κατέφυγεν, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ ὑπὲρ ὧν ἄλλοι τινὲς τῶν τότε σοφιστῶν, περὶ δὲ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετὴν.2 ταῦτα γὰρ ἐν τῷ Παναθηναϊκῷ λόγῳ περὶ αὑτοῦ γράφει. πεφυρμένην τε παραλαβὼν τὴν ἄσκησιν τῶν λόγων ὑπὸ τῶν περὶ Γοργίαν καὶ Πρωταγόραν σοφιστῶν πρῶτος ἐχώρησεν ἀπὸ τῶν ἐριστικῶν τε καὶ φυσικῶν ἐπὶ τοὺς πολιτικοὺς καὶ περὶ αὐτὴν σπουδάζων τὴν ἐπιστήμην διετέλεσεν, ἐξ ἧς, ὥς φησιν αὐτός, τὸ βουλεύεσθαι καὶ λέγειν καὶ πράττειν τὰ συμφέροντα παραγίνεται τοῖς μαθοῦσιν. ἐπιφανέστατος δὲ γενόμενος τῶν κατὰ τὸν αὐτὸν ἀκμασάντων χρόνον καὶ τοὺς κρατίστους τῶν Ἀθήνησί τε καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι νέων παιδεύσας, ὧν οἳ μὲν ἐν τοῖς δικανικοῖς ἐγένοντο ἄριστοι λόγοις, οἳ δʼ ἐν τῷ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν διήνεγκαν, ἄλλοι δὲ τὰς κοινὰς τῶν Ἑλλήνων τε καὶ βαρβάρων πράξεις ἀνέγραψαν, καὶ τῆς Ἀθηναίων πόλεως εἰκόνα ποιήσας τὴν ἑαυτοῦ σχολὴν κατὰ τὰς ἀποικίας τῶν λόγων,3 πλοῦτον ὅσον οὐδεὶς τῶν ἀπὸ φιλοσοφίας χρηματισαμένων περιποιησάμενος, ἐτελεύτα τὸν βίον ἐπὶ Χαιρωνίδου ἄρχοντος ὀλίγαις ἡμέραις ὕστερον τῆς ἐν Χαιρωνείᾳ μάχης δυεῖν δέοντα βεβιωκὼς ἑκατὸν ἔτη, γνώμῃ χρησάμενος ἅμα τοῖς ἀγαθοῖς τῆς πόλεως συγκαταλῦσαι τὸν ἑαυτοῦ βίον, ἀδήλου ἔτι ὄντος, πῶς χρήσεται τῇ τύχῃ Φίλιππος παραλαβὼν τὴν ἀρχὴν τῶν Ἑλλήνων. τὰ μὲν οὖν ἱστορούμενα περὶ αὐτοῦ κεφαλαιωδῶς ταῦτʼ ἐστίν.

雅典人伊索克拉底生于第八十六届奥林匹亚德,当时吕西马科斯在雅典任执政官,即伯罗奔尼撒战争爆发的前五年,比吕西亚斯小二十二岁。他的父亲是西奥多罗斯,一位家境适度的公民,拥有一批制造长笛的奴隶,并以此行业维持生计。他受到了体面的教养,受教育程度不亚于任何雅典人,成年之后,他立即立志追求哲学。他师从凯奥斯的普罗狄科斯、莱翁蒂奈的戈尔吉亚以及叙拉古的提西亚斯——这些人当时在希腊人中享有最高的智慧声誉——据某些人记载,他还曾师从演说家塞拉麦涅斯,后者因被认为倾向民主派而遭三十僭主处决。起初,他渴望在政治事务中付诸实践和发表演说,但由于天生秉赋受阻,被剥夺了演说家最重要和最首要的特质,即胆量和洪亮的声音,而没有这些就无法在公众面前演说,他便放弃了这一志向。但他渴望声誉,并如他自己所说渴望在智慧上居于希腊人的首位,于是转而通过著述表达自己的思想。他没有将志向置于琐事或私人契约上,也不涉及当时其他某些智者所谈论的话题,而是投向全希腊的、国王的和城邦的事务,他认为城邦将借此得到更好的治理,私人也将由此在德行上取得长进;因为他在《泛雅典娜节献词》中就是这样谈及自己的。当言辞的修习被戈尔吉亚和普罗泰戈拉周围的智者搞得混乱不堪时,他接手过来,率先从争辩性和自然哲学的论题转向政治论题,并始终致力于这门知识本身,正如他自己所言,学习者正可以从中获得审议、言说与践行有益之事的能力。他成为同代盛期人物中最卓越者,培养了雅典及全希腊最优秀的青年——他们之中,有的在法庭演说中出类拔萃,有的在从政和管理公共事务中卓有建树,还有的记述了希腊人与异邦人的共同事迹——他凭借言辞的拓殖使自己的学园成为雅典城邦的缩影,并获得了任何从事哲学谋利者都未曾拥有的财富。他在海罗尼达斯任执政官之年去世,就在喀罗尼亚战役发生几天之后,享年九十八岁;他下定决心要在城邦的繁盛终结之时结束自己的生命,当时腓力在夺取希腊统治权之后将如何运用其幸运尚不明朗。关于他的生平,传记所载大要即是这些。

§2

ἡ δὲ λέξις, ᾗ κέχρηται, τοιοῦτόν τινα χαρακτῆρα ἔχει. καθαρὰ μέν ἐστιν οὐχ ἧττον τῆς Λυσίου καὶ οὐδὲν εἰκῇ τιθεῖσα ὄνομα τήν τε διάλεκτον ἀκριβοῦσα ἐν τοῖς πάνυ τὴν κοινὴν καὶ συνηθεστάτην. καὶ γὰρ αὕτη πέφευγεν ἀπηρχαιωμένων καὶ σημειωδῶν ὀνομάτων τὴν ἀπειροκαλίαν, κατὰ δὲ τὴν τροπικὴν φράσιν ὀλίγον τι διαλλάττει τῆς Λυσίου καὶ κέκραται συμμέτρως, τό τε σαφὲς ἐκείνῃ παραπλήσιον ἔχει καὶ τὸ ἐναργές, ἠθική τέ ἐστι καὶ πιθανὴ καὶ πρέπουσα. στρογγύλη δὲ οὐκ ἔστιν, ὥσπερ ἐκείνη, καὶ συγκεκροτημένη καὶ πρὸς ἀγῶνας δικανικοὺς εὔθετος, ὑπτία δέ ἐστι μᾶλλον καὶ κεχυμένη πλουσίως, οὐδὲ δὴ σύντομος οὕτως, ἀλλὰ καὶ κατασκελὴς καὶ βραδυτέρα τοῦ μετρίου. διʼ ἣν δὲ αἰτίαν τοῦτο πάσχει, μετὰ μικρὸν ἐρῶ. οὐδὲ τὴν σύνθεσιν ἐπιδείκνυται τὴν φυσικὴν καὶ ἀφελῆ καὶ ἐναγώνιον, ὥσπερ ἡ Λυσίου, ἀλλὰ πεποιημένην μᾶλλον εἰς σεμνότητα πομπικὴν καὶ ποικίλην καὶ πῇ μὲν εὐπρεπεστέραν ἐκείνης πῇ δὲ περιεργοτέραν. ὁ γὰρ ἀνὴρ οὗτος τὴν εὐέπειαν ἐκ παντὸς διώκει καὶ τοῦ γλαφυρῶς λέγειν στοχάζεται μᾶλλον ἢ τοῦ ἀφελῶς, τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις ὡς ἐκλυούσας τὰς ἁρμονίας τῶν ἤχων καὶ τὴν λειότητα τῶν φθόγγων λυμαινομένας περιίσταται, περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου, ἀναγνώσεώς τε μᾶλλον οἰκειότερός ἐστιν ἢ χρήσεως.4 τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσιν αὐτοῦ οἱ λόγοι, τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὐχ ὑπομένουσι. τούτου δὲ αἴτιον, ὅτι πολὺ τὸ παθητικὸν ἐν ἐκείνοις εἶναι δεῖ· τοῦτο δὲ ἥκιστα δέχεται περίοδος. αἵ τε παρομοιώσεις καὶ παρισώσεις καὶ τὰ ἀντίθετα καὶ πᾶς ὁ τῶν τοιούτων σχημάτων κόσμος πολύς ἐστι παρʼ αὐτῷ καὶ λυπεῖ πολλάκις τὴν ἄλλην κατασκευὴν προσιστάμενος ταῖς ἀκοαῖς.

他所使用的文体具有如下特征。它在纯净度上不亚于吕西亚斯的文体,不随意使用任何词汇,在最高程度上严格遵循公认和最习见的方言。因为它同样避免了古僻词和炫耀性词汇的拙劣趣味;在比喻措辞方面,它与吕西亚斯仅略有不同,调配得体;在明晰性与生动性上与吕西亚斯相仿,富于品性特征,具说服力且得体。但它不像吕西亚斯那样凝练紧凑,适于法庭交锋,而是较为舒缓而极富铺展,也不那么简练,而是步调沉重且迟缓过度。文体为何呈现此种状态,我稍后将作说明。它也没有展现出如吕西亚斯那样自然、朴实、充满论战性的构词造句,而是更为了庄严盛大的气派和多样变化而刻意修饰,在某些方面比吕西亚斯更优美,在另一些方面则更为造作。因为此人千方百计追求言辞的悦耳,致力于华美表述甚于朴实;他回避元音的连续排列,认为这会松弛音调的和谐,破坏声音的圆润流畅;他试图以节奏感极强且极近诗歌格律的圆融周期句来统括思想,因而更适于阅读而非实际应用。因此,他的演说能经受住盛大节庆上的公开诵读以及案头的阅览,却无法承受公民大会和法庭上的交锋。其原因在于,那些场合需要充沛的情感,而周期句最难容纳情感。此外,同音并列、对仗、对照以及所有此类修辞手法的修饰,在他的文体中俯拾皆是,因其逼迫听觉,往往损害了整体篇章的其他构造。

语法注4 条
  1. 1ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν

    关系代词 ὧν 的先行词是前文的 τόλμαν τε καὶ φωνῆς μέγεθος(“胆量与洪亮的声音”)。χωρὶς 作为支配属格的不真正前置词,后接无人称句式 οὐχ οἷόν τε ἦν(“不可能……”)及不定词 λέγειν。

  2. 1ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετὴν

    在关系从句 ἐξ ὧν(指代前文的希腊、王室及城邦事务)内部,主述动词 ὑπελάμβανε(“认为”)统辖两个并列的“宾格加不定词”结构:第一部分为 τάς τε πόλεις(逻辑主语)+ οἰκήσεσθαι(带被动意义的中动态将来时不定词,“将被治理”);第二部分为 τοὺς ἰδιώτας(逻辑主语)+ ἕξειν(将来时不定词)。

  3. 1κατὰ τὰς ἀποικίας τῶν λόγων

    介词短语 κατὰ τὰς ἀποικίας τῶν λόγων 是一个隐喻表达,意为“就言辞的殖民活动而言/凭借言辞建立的拓殖邦”。这里以雅典作为向各地派出殖民城邦(ἀποικία)的母邦为喻,指伊索克拉底的学园将受训的门生遣往全希腊各地。

  4. 2ἀναγνώσεώς τε μᾶλλον οἰκειότερός ἐστιν ἢ χρήσεως

    此处出现 μᾶλλον 与支配属格的比较级 οἰκειότερος 连用的双重比较结构。在规范古典语法中通常单独使用比较级后缀或 μᾶλλον,但在后古典希腊语散文中二者叠用以加强语气并不罕见。对比的双方是 ἀναγνώσεως(“阅读/朗读”)与 χρήσεως(“实际运用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:1-2