← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§19#2

控诉帕西翁的背信与法庭演说文体分析

演说者揭露帕西翁趁其身处困境侵吞存款,并反咬一口诬告其拐带奴隶与盗窃的行径。在引文之后,哈利卡纳苏斯的狄奥尼修斯开始评述本篇演说具有法庭演说性质的文体特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19#2

ἐπειδὴ δὲ ταῦτα πρὸς τοὺς περὶ Σάτυρον διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς. βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον καιρὸν αὑτῷ παραπεπτωκέναι·1 τὰ μὲν γὰρ χρήματα πολλὰ εἶναι τὰ παρʼ αὐτῷ κείμενα καὶ ἄξια ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις ὁμολογοῦντα ὀφείλειν· καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δʼ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δʼ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός· ταῦτα διαλογιζόμενος διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν ἐν τῷ παρόντι καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι. ἐπειδὴ δʼ ἐγώ, βουλόμενος εἰδέναι τὸ πρᾶγμα, προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν. πανταχόθεν δέ μοι τοσούτων κακῶν προσπεπτωκότων τίνα οἴεσθέ με γνώμην ἔχειν; ᾧ γε ὑπῆρχε σιωπῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δὲ εἰς τὴν μεγίστην διαβολὴν ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι.2 κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν. μετὰ ταῦτα, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι ἀπαγγέλλοντες, ὅτι ὁ πατὴρ ἀφεῖται καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη3 καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων. ἐπειδὴ δὲ ἐγὼν προσελθὼν ἐπεζήτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες τὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντα ἀργυρίου λάβοιμεν παρʼ αὐτοῦ. ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδα ἀντεγκαλεῖν αὐτῷ καὶ ἐξαιτεῖν τοῦτον, ὃν αὐτοὶ ἠφανίσαμεν. καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησα ἓξ ταλάντων ἐγγυητάς. καί μοι ἀνάβητε τούτων μάρτυρες. ταῦθʼ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν.4 οὐ μέντοι παντάπασί γε τὴν Ἰσοκράτειον ἀγωγὴν ἐκβέβηκεν, ἀκαρῆ δέ τινα διασῴζει τῆς κατασκευῆς τε καὶ

当我与萨提罗斯身边的人了结这些事情之后,我察觉到他对我财产的图谋。因为当我想要收回自己的财物并乘船前往拜占庭时,他认为一个绝佳的机会已经落入自己手中:存放在他那里的银钱数目巨大,足以值得冒无耻之名;而我在众人耳目之前已否认拥有任何财物,人尽皆知我被追讨债务,并承认欠下他人的钱。此外,各位审判官,他还认定,如果我企图留在这里,我会被城邦引渡给萨提罗斯;如果我逃往别处,他根本不必理会我的诉求;如果我乘船返回本都,我就会与父亲一同受死。考虑到这些,他图谋侵吞我的钱财,并对我假装目前银根拮据、无力偿还。但当我为了查明实情,派菲洛梅洛斯和梅内克塞诺斯前去向他讨还时,他却对他们断然否认持有我的任何财物。 当这许多祸事从四面八方降临到我身上时,各位以为我怀着怎样的心境?对我来说,若是保持沉默,钱财就被他侵吞;若是公开发难,钱财不仅丝毫无法收回,还会让我和父亲在萨提罗斯面前陷入最大的嫌疑。因此,我认为最好的办法就是保持沉寂。 各位审判官,在此之后,有人前来向我通报,说家父已被释放,萨提罗斯对所发生的一切追悔莫及,以至于不仅给了他最坚定的保证,使他的权势比先前更为显赫,还将我的妹妹纳为自己儿子的妻子。帕西翁得知此事后,明白我现在将公开就自己的财产采取行动,便藏匿了知晓这笔钱底细的仆人。当我前去索要这名仆役,认为他会成为我所指控之事最确凿的证据时,帕西翁却编造了一个极其骇人听闻的谎言,宣称我和梅内克塞诺斯收买并唆使了在银钱商铺坐堂的仆人,从他那里拿走了六塔兰同银子。为了避免对此事进行任何对质和严刑讯问,他竟声称是我们藏匿了那名奴仆,反而对他提出反控,并索要这个被我们自己藏匿起来的人。他一边说着这些,一边大发雷霆、痛哭流涕,将我拖到军事执政官面前索要担保人,直到我为他提供了六塔兰同的担保人,他才放我离开。请这些事情的证人走上证言台。 就文辞风格而言,这些文字在类别上与演说类和劝诱类完全不同,这一点没有人会不赞同。然而,它并未完全脱离伊索克拉底式的规训,而是保留了其结构与……的一丝微痕……

语法注4 条
  1. 19βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον καιρὸν αὑτῷ παραπεπτωκέναι·

    句子以主格分词短语 ἡγησάμενος οὗτος 开始,但由于其后插入了冗长的间接引语(τὰ μὲν γὰρ χρήματα... ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός),导致原句法中断,形成破格句(anacoluthon),最终通过 ταῦτα διαλογιζόμενος διενοεῖτο 重新引出主句动词。

  2. 19ᾧ γε ὑπῆρχε σιωπῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δὲ εἰς τὴν μεγίστην διαβολὴν ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι.

    与格关系代词 ᾧ(先行词为前文隐含的 ἐμοί)作为属有或境况与格与无人称动词 ὑπῆρχε 搭配,其后对应的两个分词 σιωπῶντι 和 λέγοντι 则表述说话人当时所处的两难条件或处境(“对于若沉默则……若发难则……的我而言”)。

  3. 19ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη

    在 ὥστε 引导的结果从句中使用迂回希求法(完成时分词 δεδωκώς + εἴη),是因为受到主句 ἀφικνοῦνταί μοι ἀπαγγέλλοντες ὅτι... 间接引语(转述)的句法支配,属于斜格希求法(optativus obliquus)。

  4. 19ταῦθʼ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν.

    句首的指示代词 ταῦθʼ(ταῦτα,指代前面所引用的演说段落)是预提结构(prolepsis),将 ὅτι 从句的主语提前至句首加以话题化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:19#2