- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:19#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在伊索克拉底《银钱商论》开篇,原告阐述了这场关乎声誉与巨款的诉讼之艰难,随后叙述了自己的家世、赴雅典游历的经过,以及本国政变迫使其向帕西翁求助并商定对策的原由。
ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί· οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν1 ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι· οὐσία γάρ μοι ἱκανὴ καταλειφθήσεται καὶ τούτων στερηθέντι. εἰ δὲ δόξαιμι μηδὲν προσῆκον2 τοσαῦτα χρήματα ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον. ἔστι δέ, ὦ ἄνδρες δικασταί, πάντων χαλεπώτατον τοιούτων ἀντιδίκων τυχεῖν. τὰ μὲν γὰρ συμβόλαια πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίνεται, τοῖς ἀδικουμένοις δὲ πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν, οἳ καὶ φίλους πολλοὺς κέκτηνται καὶ χρήματα πολλὰ διαχειρίζουσι καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι. ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν, ὅτι ἀποστεροῦμαι τοσούτων χρημάτων ὑπὸ Πασίωνος. ἐξ ἀρχῆς δὲ ὑμῖν, ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, πατὴρ μέν ἐστι Σωπαῖος, ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον, ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου. πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησʼ ἀποδημῆσαι. ἐμπλήσας δὲ ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατʼ ἐμπορίαν καὶ θεωρίαν. συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασίωνα ἐχρώμην τῇ τούτου τραπέζῃ. χρόνῳ δʼ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης, ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ κἀγὼ τοῖς φυγάσι συγγενοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδε ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου, τὰ χρήματα παρʼ ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν, ἐὰν δὲ τούτων μηδὲν ποιῶ, παρʼ ὑμῶν ἐξαιτεῖν. ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς. οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην, ὥστε μὴ μόνον περὶ τῶν χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν. ἡγούμην δέ, εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύσειν, εἴ τι πάθοι ἐκεῖνος,3 στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ πάντων ἐνδεὴς γενήσεσθαι, εἰ δʼ ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον. βουλευομένοις οὖν ἡμῖν ἐδόκει4 βέλτιστον εἶναι τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι, ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν, ἐξ ὧν ἐκεῖνοι μάλιστα ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα. τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐνόμιζόν μοι Πασίωνα δι’ εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν.
各位审判官,这场诉讼于我而言事关重大。因为我冒着危险所争讼的,不仅是巨额钱财,更在于不被视为不当地觊觎他人的财产——这正是我最为看重的。即便被剥夺了这笔钱,我仍留有充足的产业;但若被认定毫无道理地索求如此巨款,我终生都将蒙受污名。各位审判官,遭遇这样的诉讼对手是最为艰难之事。因为与银钱商订立的契约向来没有证人,而受害者不得不面对这样的对手涉险对簿公堂:他们广结朋党,经手巨款,且因其行业而被公认为恪守信用。然而,即便在此种情形下,我相信我仍能向众人表明,我确被帕西翁侵吞了如此巨款。我将从头向各位尽量详尽地陈述事情的经过。 各位审判官,我的父亲是索派奥斯,凡是航行至本都之人无不知晓他与萨提罗斯关系极为亲密,以至于统辖广袤领土并掌管其全部军力。我因听闻此邦及希腊其他地方的见闻,便萌生游历之意。家父装载了两船谷物,予我钱财,派我出游,兼图经商与观览之利。在腓尼基人皮托多罗斯向我引荐帕西翁后,我便使用了他的银钱商号。后来,有人向萨提罗斯进谗,诬称家父谋篡政权,且我与流亡者来往,于是他拘捕了家父,并向寓居于此的本都人发出敕令,令其接收我的财产,并命我乘船回国;若我拒不执行,则向各位要求将我引渡。各位审判官,深陷如此祸患之际,我向帕西翁倾诉了自己的不幸。因为我与他关系甚密,以至于不仅在金钱上,在其他事务上亦对他最加信赖。我暗忖:倘若交出全部金钱,万一家父遭遇不测,自己在此处的钱财与那边的产业皆被剥夺,势必沦为一无所有的穷途;但若在萨提罗斯下达敕令后承认有钱而不予移交,又会使我和父亲在萨提罗斯面前陷入极大的嫌疑。因此我们商议后认为,最好的办法是交出公开的财产,而关于存放在他那里的银钱,不仅矢口否认,还要表现得向他以及其他人借有利息之债,并穷尽一切手段,让那些人深信我身无分文。各位审判官,在那时,我还以为帕西翁全凭善意为我出谋划策。
- 19περὶ τοῦ μὴ δοκεῖν
带冠词的不定式(articular infinitive)加否定词 μή,意为“关于不被视为不当觊觎……”。受前置词 περί 支配,与前文的 περὶ πολλῶν χρημάτων 并列,说明诉讼所涉及的利害所在。
- 19μηδὲν προσῆκον
无人称动词 προσήκει 的中性现在分词构成的对格绝对独立结构(accusative absolute),意为“在毫无合理权利/丝毫不相干的情况下”,起让步或伴随状语的作用。
- 19εἴ τι πάθοι ἐκεῖνος
带祈愿语气的条件从句。希腊语短语 πάσχω τι(“遭遇某事”)是表示遭遇灾难或死亡的常用委婉语。此处指滞留本国的父亲索派奥斯万一被处死或罹难的极端后果。
- 19βουλευομένοις οὖν ἡμῖν ἐδόκει
无人称动词 ἐδόκει(“……显得最好/决定”)搭配表商议动作的分词与代词与格 βουλευομένοις ἡμῖν(“对共同商议的我们而言”),引出后文一系列不定式(παραδοῦναι, εἶναι, φαίνεσθαι, ποιεῖν),说明二人商定的对策。
