- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者分析了《银钱商辩论》中的引文字句,指出长周期句、对仗以及同尾押韵等修辞手法,借此论证其中伊索克拉底文体修辞构建的痕迹。
σεμνολογίας ἐκείνης ἐνθυμήματα καὶ ποιητικώτερα μᾶλλόν ἐστιν ἢ ἀληθινώτερα.1 οἷον ὅταν φῇ· ἡγούμην δέ, εἰ μὲν προείμην τὰ χρήματα, κινδυνεύσειν. τὸ γὰρ ἀποίητόν τε καὶ ἀφελὲς τοιοῦτον· ἡγούμην δὲ παραδοὺς τὰ χρήματα κινδυνεύσειν. ἔτι ἐκεῖνο· καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δὲ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δὲ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός. ἥ τε γὰρ περίοδος ἐκμηκύνεται καὶ πέρα τοῦ δικανικοῦ τρόπου καὶ ἡ σύνθεσις ἔχει τι τοῦ ποιητικοῦ τό τε σχῆμα τῆς λέξεως ἐκ τῶν ἐπιδεικτικῶν εἴληπται παρισώσεων καὶ παρομοιώσεων. τό τε οὖν ἐπιχειροίην καὶ τραποίμην καὶ εἰσπλευσοίμην ἐν ἑνὶ χωρίῳ κείμενα καὶ τῶν κώλων τριῶν ὄντων τὸ μῆκος ἴσον ὑπάρχον2 τεκμήρια τῆς Ἰσοκράτους κατασκευῆς ἐστι. καὶ τὰ τούτοις ἐπιφερόμενα· διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν καὶ οὐκ ἂν ἔχειν παρόμοιά τε καὶ παραπλήσια ἀλλήλοις ἐστίν. καὶ πρὸς τούτοις, ἃ μετʼ ὀλίγον ἐπιτίθησιν· ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. καὶ γὰρ ἐνταῦθα πάλιν τὸ δεδωκὼς καὶ πεποιηκὼς καὶ εἰληφὼς παρόμοιον καὶ τὸ τὴν ἀρχὴν καὶ τὴν ἀδελφήν. ἔχοι δὲ ἄν τις καὶ ἄλλα πρὸς τούτοις λέγειν, ἐξ ὧν ὁ χαρακτὴρ τοῦ ῥήτορος ἔσται καταφανής, ἀνάγκη δὲ ἴσως στοχάζεσθαι τοῦ χρόνου.
保留了那种庄重文体的些许结构与巧思,其文辞与其说是真实的,不如说是诗意盎然的。例如当他说道: “然而我认为,如果我放弃这笔钱财,我就会陷入危险。” 因为毫无雕琢且质朴的表达应当是这样的: “然而我认为交出这笔钱财就会陷入危险。” 还有那一段: “此外,各位审判官,他还认定,如果我企图留在这里,我会被城邦引渡给萨提罗斯;如果我逃往别处,他根本不必理会我的诉求;如果我乘船返回本都,我就会与父亲一同受死。” 因为这个周期句被拖长得超越了司法演说的规矩,其遣词造句带有诗意,而文辞的修辞手法则是从展示性演说的对偶与类音中采借而来的。因此,ἐπιχειροίην、τραποίμην 与 εἰσπλευσοίμην 被置于同一处,且三个分句的长短完全相等,这些都是伊索克拉底式文体构建的明证。而接在这些之后的语句: “他图谋侵吞我的钱财,并对我假装银根拮据、无力偿还,”也同样彼此对仗相似。此外,他在稍后所补充的: “以至于不仅给了他最坚定的保证,使他的权势比先前更为显赫,还将我的妹妹纳为自己儿子的妻子,”因为在这里,δεδωκώς、πεποιηκώς 与 εἰληφώς 再次构成押韵相似,τὴν ἀρχήν 与 τὴν ἀδελφήν 也是如此。人们本可以列举出除此以外的其他例子来彰显这位演说家的风格特征,但或许必须顾及时间的限制了。
- 20ποιητικώτερα μᾶλλόν ἐστιν ἢ ἀληθινώτερα
副词 μᾶλλον 叠用于比较级形容词(ποιητικώτερα, ἀληθινώτερα)的双重比较结构。尽管在语法上属冗余,但此为惯用句式,用于强调对比(“远非真实,倒不如说是诗意盎然”)。
- 20τῶν κώλων τριῶν ὄντων τὸ μῆκος ἴσον ὑπάρχον
在独立属格结构 τῶν κώλων τριῶν ὄντων(分句有三个)之后,短语 τὸ μῆκος ἴσον ὑπάρχον(分词 ὑπάρχον 为中性单数主格)充当主格分词结构,与前文的 τό...ἐπιχειροίην...κείμενα 并列作为 ἐστι τεκμήρια 的复合主语。
