- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯评述了伊索克拉底《和平篇》中将祖先与当时雅典人相对比以揭露其堕落与荒谬的段落,随后评析了亚里士多德与阿法柔斯关于伊索克拉底法庭演说真实性的对立见解,并以凯菲索多罗斯为据断定其确实撰写过少数法庭演说,进而引出《银行诉讼篇》。
ταῦτα προειπὼν καὶ οὕτω διαθεὶς τοὺς ἀκούοντας πρὸς τὸν μέλλοντα λόγον ἐπιτηδείως ἐγκώμιόν τε κάλλιστον τῆς δικαιοσύνης διαθέμενος καὶ τὰ καθεστηκότα πράγματα μεμψάμενος ἐπιτίθησι τούτοις τὴν σύγκρισιν τῶν τότε ἀνθρώπων πρὸς τοὺς προγόνους· τούτου δὲ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν λοιπῶν οὐδὲν ὑποστειλάμενος ἀλλὰ παντάπασιν ἀνειμένως μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν, ἀλλὰ πᾶν τοὐναντίον; οἳ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν. κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν, οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς φροντίζομεν· ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων· ὡς θανάτου τῆς ζημίας ἐπικειμένης,1 ἤν τις ἁλῷ δεκάζων, τοὺς τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν καὶ τὸν πλείστους διαφθεῖραι δυνηθέντα τῶν πολιτῶν τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν. σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐχ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξομένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη καταλυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν πόλεμον ἀγαπῶντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν. ἐμπειρότατοι δὲ λόγων καὶ πραγμάτων ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γινώσκομεν, ἀλλʼ ὧν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες τοῖς ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν ἐπιτιμῶμεν. προσποιούμενοι δὲ σωφρονέστατοι τῶν Ἑλλήνων εἶναι, τοιούτοις χρώμεθα συμβούλοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν καταφρονήσειε, καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς οὐδὲν ἂν τῶν ἰδίων ἐπιτρέψειε.
在事先陈述了这些话,从而使听众对即将发表的言论作好了妥善的准备,既对正义作出了极其崇高的赞颂,又斥责了现存的时局之后,他在此之上又加上了当时的人与祖先的对比: “我之所以预先讲出这些话,是因为对于余下的诸事,我不打算作任何隐瞒,而要极其直率地向你们陈词。因为,究竟有谁从异地而来、未曾与我们一同堕落腐化,而是突睹当下的情景,会不认为我们陷入癫狂并丧失理智呢?我们一方面以祖先的功绩为荣,并认为理当根据当年的所作所为赞颂城邦,另一方面却丝毫不践行他们的作为,反倒行事全背道而驰。因为当年祖先为了希腊人的利益而与异族征战不休,我们却将那些在小亚细亚谋生的人驱离该地,引向希腊人作战。他们通过解放希腊诸城邦并施以援手而配享霸权,我们却奴役诸城邦并采取与当年截然相反的行径,反倒在我们未能享有与他们同等荣誉时愤愤不平——我们在事功与心志上,落后于那个时代的人竟至于此,以至于他们为了…… ……我们关心。只要听闻一事,你们便会对余事明了:尽管一旦有人被判定行贿便被处以死刑,我们却将最为明目张胆行贿之人选任为将军,凡是能够腐蚀最多公民之人,我们便将其委任于国家的最要职位。我们关切政体丝毫不亚于关切整个城邦的存亡,且明知民主政体在平静与安定中方能发展并维系,却在战乱中已两度遭到覆灭,然而对于渴望和平者,我们反倒视同寡头派而抱持敌意,对于热衷战争者,我们却以为其关切民主而视作忠良。我们虽对言辞与政事极其练达,心智却如此荒谬,以至于在同一天就同一件事不能保持相同的见解,反而将在进入民会之前所谴责之事,在聚会之后予以表决通过,稍过片刻一旦离开,便再次抨击业已通过的决议。我们自诩为希腊人中最具深谋远虑之士,却任用人人皆予鄙视的谋士,并将一切公共事务的权柄交予那些绝无任何人肯将任何私事相托之人。”
τοιοῦτος μὲν δή τις ἐν τοῖς συμβουλευτικοῖς λόγοις ὁ ἀνήρ. ἐν δὲ τοῖς δικανικοῖς τὰ μὲν ἄλλα πάνυ ἀκριβὴς καὶ ἀληθινὸς καὶ τῷ Λυσίου χαρακτῆρι ἔγγιστα μὲν προσεληλυθώς, ἐν δὲ τῇ συνθέσει τῶν ὀνομάτων τὸ λεῖον ἐκεῖνο καὶ εὐπρεπὲς ἔχων, ἔλαττον μὲν ἢ ἐν τοῖς ἄλλοις λόγοις, οὐ μὴν ἀλλὰ ἔχων γε.2 μηθεὶς δʼ ἀγνοεῖν μʼ ὑπολάβῃ μήθʼ ὅτι3 Ἀφαρεὺς ὁ πρόγονός τε καὶ εἰσποίητος Ἰσοκράτει γενόμενος ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς Ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρὸς ὑπόθεσιν εἰς δικαστήριον γεγράφθαι, μήθʼ ὅτι δέσμας πάνυ πολλὰς δικανικῶν λόγων Ἰσοκρατείων περιφέρεσθαί φησιν ὑπὸ τῶν βυβλιοπωλῶν Ἀριστοτέλης. ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα, καὶ οὔτε Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ οὔτʼ Ἀφαρεῖ τούτου γʼ ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντίθεμαι. ἱκανὸν δὲ ἡγησάμενος εἶναι τῆς ἀληθείας βεβαιωτὴν τὸν Ἀθηναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίωσεν Ἰσοκράτει καὶ γνησιώτατος ἀκουστὴς ἐγένετο καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποιήσατο, πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια οὐ μέντοι πολλούς, καὶ χρῶμαι παραδείγματι ἐξ αὐτῶν ἑνί (οὐ γὰρ ἐγχωρεῖ πλείοσι) τῷ Τραπεζιτικῷ λεγομένῳ, ὃν ἔγραψε ξένῳ τινὶ τῶν μαθητῶν κατὰ Πασίωνος τοῦ τραπεζίτου. ἔστι δὲ ὁ λόγος οὗτος·
该人在其劝谏性演说中大抵如此。然而在法庭演说中,他在其余各方面皆极其精准、真切,最为贴近吕西亚斯的风格;而在词句组合上,他则保有那种平滑与雅致,虽不及在其他言论中那样浓厚,但终究予以保留。切莫有人以为我不知晓:兼为伊索克拉底的继子及养子的阿法柔斯,曾在针对梅加克雷德斯论及财产交换的辩词中断言其父未曾为法庭撰写任何诉状;亦莫以为我不知晓亚里士多德曾言,书商们手中流传着极多的伊索克拉底法庭演说手卷。因为我深知那些学者曾作此论,但我既不盲信意在诋毁该人的亚里士多德,亦不苟同为此而捏造动听托词的阿法柔斯。由于我认定雅典人凯菲索多罗斯足以成为真理的充分见证者——他曾与伊索克拉底共同生活,是其最名副其实的听众,并在驳斥亚里士多德的反驳文中为其作了令人惊叹的申辩——因此我相信该人确实曾为法庭撰写若干讲辞,然为数不多;我从中取出一篇作为范例(因无余篇幅引用更多),即所谓的《梯拉佩齐提库斯》,这是他为其弟子中某位异邦人针对银行家帕西翁所作。该篇讲辞如下:
- 17ὡς θανάτου τῆς ζημίας ἐπικειμένης
由 ὡς 引出的属格独立结构,其中 θανάτου 作表语属格,τῆς ζημίας 为主语。在此处含有让步意味,指“尽管死刑乃是所规定的刑罚”。
- 18οὐ μὴν ἀλλὰ ἔχων γε
惯用习语 οὐ μὴν ἀλλά 意为“话虽如此……然而却 / 无论如何仍”,承接前文让步的 ἔλαττον μὲν ἢ ἐν τοῖς ἄλλοις λόγοις(虽少于在其他言论中),强调其“终究还是具备”该特征。
- 18μηθεὶς δʼ ἀγνοεῖν μʼ ὑπολάβῃ μήθʼ ὅτι... μήθʼ ὅτι...
由否定词 μή 与不定过去时虚拟式(ὑπολάβῃ)构成的第三人称禁止命令句('切莫有人以为')。动词 ὑπολαμβάνω 带宾格不定式(μʼ ἀγνοεῖν),而 ἀγνοεῖν 的宾语则是由 μήθʼ... μήθʼ 并列引导的两个 ὅτι 从句。
