- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:16#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责民众盲目轻信谄媚的主战派而忽视反对意见与历史教训,并提议依据保障全希腊各邦自治的前约缔结普遍和平。
καίτοι προσῆκεν ὑμᾶς, εἴπερ ἐβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς χαριζομένοις,1 εἰδότας ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες ῥᾳδίως ἐξαπατᾶν δύνανται· τὸ γὰρ πρὸς χάριν ῥηθὲν ἐπισκοτεῖ τῷ καθορᾶν2 τὸ βέλτιστον. ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον. οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι δυνηθεῖεν καλῶς ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύεσθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρʼ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δʼ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν; θαυμάζω δὲ τὰ τῶν πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκηκόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς εἰρήνης οὐθὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως πολεμεῖν αἱρουμένους πολλαῖς ἤδη καὶ μεγάλαις συμφοραῖς περιεπέσομεν. ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλʼ ἑτοίμως ἔχομεν μηδὲν εἰς τὸ πρόσθεν ἡμῖν αὐτοῖς πράττοντες τριήρεις πληροῦν καὶ χρημάτων εἰσφορὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν, ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες.3 τούτων δʼ αἴτιόν ἐστιν, ὅτι προσῆκον ὑμᾶς ὁμοίως τῶν κοινῶν ὥσπερ τῶν ἰδίων σπουδάζειν,4 οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν, ἀλλʼ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε, ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δʼ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιούτοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων ἐπαινεῖτε καὶ νομίζετε δημοτικωτέρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούντων. ὥστʼ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν. ἐγὼ δʼ οἶδα μέν, ὅτι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις καὶ διότι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τοῖς θεάτροις τοῖς κωμῳδοδιδασκάλοις. ὃ καὶ πάντων ἐστὶ δεινότατον, ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτήματα τοσαύτην ἔχετε χάριν, ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω διατίθεσθε δυσκόλως, ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους. ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην.5 παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων ἀλλʼ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων, πρῶτον μὲν περὶ ὧν ὁ πρύτανις προτίθησιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων. οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἂν μὴ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα. φημὶ δʼ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους τε καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους ἀλλὰ πάντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθήκαις μὴ ταύταις, αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξεἷναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.
然而,如果你们真想谋求城邦的利益,本应更多地垂听那些反对你们见解的人,而非迎合你们的人,因为你们深知,在登坛发言者之中,那些顺从你们所欲而发言的人能够轻易蒙蔽你们——盖因取悦人意的言辞遮蔽了洞察何者为善的目光;而从那些不迎合快意提供规劝的人那里,你们绝不会遭受此类侵害。因为除非他们将切实的利益昭然揭示,否则绝无可能说服你们转变心意。除此以外,若非将对立双方的论辩相互对照审察,并使自己充当对双方公允的听众,人们又怎能妥善裁决既往之事,或审慎谋划未来之局?我实为年长者感到惊诧,倘若他们已不再忆及,亦为年少者感到困惑,倘若他们未曾听闻任何人提及:由于那些告诫我们坚守和平的人,我们历来未曾遭受任何灾祸;而由于那些轻言选择战事的人,我们早已屡次陷入众多深重的祸患。对此我们却毫无记忆,反倒欣然准备在未能为自身谋求任何进益的情形下,满编三列桨座战船,征纳特别财产税,派遣援军并大动干戈,仿佛我们纯凭机运在异邦城邦中冒险一般。此事的症结在于:你们本应如关切私事一般同等重视公事,却在对待二者时未能抱持相同的态度;反之,每当商议私事时,你们便寻找比自己更高明之人充当谋士,而每当为城邦之事召开民会时,你们却对这类谋士疑忌嫉恨,反而赞许登上讲坛的最邪恶之辈,认为醉汉比清醒者、无知之徒比明智之士、瓜分城邦财富者比自掏腰包为你们承担公益捐助者更加拥护民主。因此,若有人指望城邦凭借此类谋臣而向善改善,那真叫人匪夷所思。然而我深知,抗违你们的心意乃是逆水行舟,且在民主政体之下,除了在此处那些最愚昧且对你们漠不关心之辈、以及在剧场中的喜剧诗人之外,根本没有言论自由可言。尤为骇人听闻的是,对于那些向其余希腊人揭露城邦过失之人,你们所怀的感激之情甚至超过了对行善之人;而对于那些指责并谏谕你们的人,你们所怀的恶意却宛如对待那些侵害城邦之人一般。尽管存在这些现状,我仍不愿背离自己原本的意向。盖因我登坛发言,既非为了讨好你们,亦非为了争取选票,而是为了阐明我所持的见解——首先针对当值议员所呈报之议题,其次针对城邦的其他各项事务。因为倘若我们未能对其余事项进行正确的熟议,那么如今就和平所作的决议便毫无益处。因此我主张,我们不仅应当与希俄斯人、罗得斯人、拜占庭人以及科斯人缔结和平,更当与所有的人缔结和平;且所依据的盟约不应是某些人如今所拟定的条款,而应是先前与波斯大王及拉刻代蒙人所订立的条约——该条约规定希腊人应当享有自治,驻军必须撤出异邦城邦,各方保有各自原有的领土。因为我们将绝不可能寻得比这更加公正、或对城邦更为有益的条款。
- 16προσῆκεν ὑμᾶς ... μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς χαριζομένοις
无人称动词 προσῆκεν 的未完成过去时直陈式与条件从句 εἴπερ ἐβούλεσθε(未完成过去时直陈式)相呼应,表示未实现的义务(“本应留意却未留意”)。宾格 ὑμᾶς 为不定式 προσέχειν 的逻辑主语。
- 16τῷ καθορᾶν
带定冠词的中性单数与格动词不定式(τῷ καθορᾶν),作动词 ἐπισκοτεῖ(“遮蔽、蒙蔽”)支配的与格补足语,意为“遮蔽了洞察何者为善”。
- 16ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες
ὥσπερ ἂν 与虚拟式 τύχωμεν 连用,并支配其补充助分词 κινδυνεύοντες(出自 τυγχάνω),意为“仿佛我们碰巧在异邦城邦中身陷险境一般”,形象地讽刺了雅典人漠不关心且毫无长远规划的行动方式。
- 16προσῆκον ὑμᾶς ὁμοίως τῶν κοινῶν ὥσπερ τῶν ἰδίων σπουδάζειν
προσῆκον 是源于无人称动词 προσήκει 的独立宾格(accusative absolute),表达让步或对比(“尽管你们理当如关切私事一般同等关切公事……”)。动词 σπουδάζειν 在此支配属格(τῶν κοινῶν / τῶν ἰδίων)。
- 16οὐκ ἂν ἀποσταίην ὧν διενοήθην
主句使用了带 ἄν 的不定过去时祈愿式(ἀποσταίην),表潜能或委婉断言。关系代词 ὧν 发生了格同化(attraction):它原本作 διενοήθην 的宾格(ἃ διενοήθην),但被动词 ἀφίσταμαι 所要求的省略先行词(*τούτων)同化为属格。
