← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§16#1

论和平开篇对公民盲从主战言论的批评

伊索克拉底在《论和平》的开篇中严厉批评雅典公民:在关乎城邦存亡的战和决议面前,他们不肯平等听取有益的建言,反而一味偏信迎合自身好战欲望的谄媚之词,盲目滑向战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16#1

ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν αὐτοὶ μέλλουσι συμβουλεύειν. οὐ μὴν ἀλλʼ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσε τοιαῦτα προειπεῖν, δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν. ἥκομεν γὰρ ἐκκλησιάσοντες περί τε πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευσαμένους ἄμεινον τῶν ἄλλων πράττειν. τὸ μὲν οὖν μέγεθος ὑπὲρ ὧν συνεληλύθαμεν τηλικοῦτόν ἐστιν. ὁρῶ δὲ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δὲ οὐδὲ τῆς φωνῆς ἀνεχομένους. καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε. καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε τοὺς ἄλλους ἅπαντας ἐκβάλλειν πλὴν τοὺς συναγορεύοντας ταῖς ἐπιθυμίαις ὑμῶν. οἷς καὶ δικαίως ἄν τις ἐπιτιμήσειεν, ὅτι1 συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολακευόντων ἀναστάτους γεγενημένους καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην ἐπὶ τῶν κοινῶν οὐχ ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ μᾶλλον φαίνεσθε τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις. καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλʼ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν· ἐφʼ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν2 ἐρρύηκεν. ἅπασι γὰρ ἦν φανερόν, ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν. οἳ μὲν γὰρ προσδοκίαν ἐμποιοῦσιν, ὡς τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσι κομιούμεθα καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν, ἣν πρότερον ἐτυγχάνομεν ἔχοντες, οἳ δʼ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλʼ ὡς ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν, ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστʼ οὐδὲ οἱ κεκτημένοι τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλʼ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων κινδυνεύουσι. διόπερ ἄξιόν ἐστι δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις. λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων ἀλλὰ τῶν θεῶν ἀκηκοότες,3 ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως κρατήσομεν τῶν ἐχθρῶν. χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασι μὴ βουλεύεσθαι (περίεργον γάρ), ἀλλὰ πράττειν ὡς ἐγνώκασι, περὶ ὧν δʼ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμβησόμενον, ἀλλʼ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι δὲ ἂν τύχῃ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν. ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλʼ ὡς οἷόν τε ταραχωδέστατα διάκεισθε. συνεληλύθατε γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον, ὥσπερ δʼ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν οὐ θέλετε ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων.

凡是登上此讲坛发言之人,向来皆宣称自己即将提出建言之事,乃是对城邦而言最重大、最值得认真关切者。然而,若就任何其他事务而言作此开篇皆属合宜,那么在我看来,面对当前的局势,亦理当由此肇始。盖因我们今日集会,乃是为了就战争与和平进行决议,而这两者在人类生活之中拥有最大的支配力,且凡是在这些事上正确谋划者,必然比其余之人处境更为优越。故而,我们为之聚首共商的议题,其规模便如此重大。然而我目睹你们并未对发言者给予同等的聆听,反倒是对某些人倾听专注,对另一些人却连其声音都不愿容忍。你们此举亦不足为奇;盖因在以往的岁月里,除了顺应你们欲望发言之人外,你们向来习惯于轰走其余所有人。任何人皆可对此公正地指责你们:因为你们明知许多显赫家族因谄媚者而倾家荡产,且在私事中厌恶精通此道之人,却在公事中对他们未能抱持同样的态度;反之,你们在谴责那些接纳并欣悦于此类谄客之人的同时,自己却显得比信任其余公民更加信任他们。正因如此,你们致使演说家们所研习与运思的,并非将有利于城邦之事,而是如何发表能讨你们欢心的言论;如今他们中的绝大多数皆已蜂拥奔向此途。盖因众人皆已洞悉,相较于规劝和平之人,你们对于敦促你们走向战争之人必定更为欣然悦纳。因为前者灌输一种期待,即我们将收回在各城邦中的产业,并重新夺回我们先前所拥有的权势;而后者则绝无此类许诺,反倒主张应当保持克制安宁,不悖离正义而妄图贪大,满足于眼前现状——而这对于大多数人而言乃是诸事中最难做到的。盖因我们如此依附于各种奢望,且对表面之利益贪得无厌,以致即便坐拥万贯家财之人亦不肯以此止步,反倒始终觊觎更多,致使已有之财产亦陷于险境。故而理当戒惧,免得我们如今亦罹患此等愚昧之症。盖因在我看来,某些人已极度渴望走向战争,仿佛为之谋划的并非寻常之人,而是他们亲耳自诸神听闻我们必将百事亨通且轻取仇敌一般。然而明智之士对于已知之事本不应多加商议(盖此举纯属徒劳),而当遵照既定主张付诸实行;至于商议之事,则不当自以为预知未来的结局,而应抱持如下心态对待它们:认识到自己不过是凭借见解,无论发生何事皆听凭机运之演变。然而这两条你们却一条都未做到,反倒处在尽可能最为纷乱的状态之中。盖因你们虽是以应当从一切言论中甄选出最善之策为前提而集会,然而却仿佛早已洞若观火地知晓何者当为一般,除了迎合你们愉悦而发表民会演说的人之外,你们一概不愿倾听。

语法注3 条
  1. 16οἷς καὶ δικαίως ἄν τις ἐπιτιμήσειεν, ὅτι

    关系代词 οἷς 为阳性与格,指代前句中的听众(雅典公民),充当 ἐπιτιμήσειεν 的间接宾语(“某人可对这些人提出责难”)。随后 ὅτι 引导的从属句中,分词 συνειδότες、μισοῦντες 与主要动词 διάκεισθε、φαίνεσθε 径直转向第二人称复数,形成了由关系词引导的第三人称结构向直接对听众呼告的第二人称结构的顺应格转变(constructio ad sensum)。

  2. 16ἀλλʼ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι δὲ ἂν τύχῃ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν

    宾格分词 χρωμένους 与非人称动词结构 χρὴ τοὺς νοῦν ἔχοντας 中的逻辑主语(宾格)保持一致,受 οὕτω διανοεῖσθαι 支配以规定其心态方式。与之相对的 ὅ τι δὲ ἂν τύχῃ γενησόμενον 则是中性单数(主格或独立宾格)短语,作为一个自足的插入性从属成分,意指“将要发生之事皆由偶然性决定”。

  3. 16ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων ἀλλὰ τῶν θεῶν ἀκηκοότες

    在比较连词 ὥσπερ 之下,属格绝对独立结构(οὐ τῶν τυχόντων συμβεβουλευκότων)与主格分词短语(ἀλλὰ τῶν θεῶν ἀκηκοότες)形成了不对称的并列。前者交代了假定的背景原由,后者则直接与 ὡρμῆσθαι 的逻辑主语保持性数格一致,描摹出他们自以为是的心理状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:16#1