← 哈利卡纳苏斯的狄奥尼修斯

论伊索克拉底

§14-15

泛希腊集会词的修辞批评与论和平的提出

作者具体剖析并批评了伊索克拉底在《泛希腊集会词》中过分滥用对仗与均称句式的问题,同时肯定其晚年演说的老成明智,并选取《论和平》作为典范来展现其真实力量与鉴赏要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι μηδὲ ἐν ὥρᾳ προσίστασθαί φημι ταῖς ἀκοαῖς.1 ἐν γοῦν τῷ πανηγυρικῷ τῷ περιβοήτῳ λόγῳ πολύς ἐστιν ἐν τοῖς τοιούτοις· πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι· ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι, τῷ μὲν πλείστων τὸ μεγίστων, τῷ δʼ ἀγαθῶν τὸ ἐπαίνων, τῷ δὲ αἰτίους τὸ ἀξίους. καὶ αὖθις· οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων· τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον καὶ τῶν ὀνομάτων τῷ μὲν ἀπέλαυον τὸ ἠμέλουν ἀντίθετον, τῷ δὲ ἰδίων τὸ ἀλλοτρίων. οἷς ἐπιτίθησιν· ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων. ἀντίκειται δὴ πάλιν κἀνταῦθα τῷ μὲν ἐκήδοντο τὸ ἀπείχοντο, τῷ δὲ οἰκείων τὸ μηδὲν προσηκόντων. καὶ οὔπω ταῦθʼ ἱκανά, ἀλλʼ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει τῷ μὲν αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν τὸ ἐπιφερόμενον καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν, τῷ δὲ οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν τὸ συναπτόμενον αὐτῷ οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν. καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις· ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν. οὐκοῦν καὶ δεύτερον τῷ μὲν καλῶς τὸ κακῶς ἀντίστροφον, τῷ δὲ ἀκούειν τὸ ἀποθνῄσκειν πάρισον. εἰ μέτριος εἴη μέχρι δεῦρο, ἀνεκτός,2 ἀλλʼ οὐκ ἀνήσει. πάλιν γοῦν ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τίθησιν· ὅτι τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων ἀλλʼ ὀλίγων συνθημάτων, καὶ περὶ τῶν κοινῶν καὶ περὶ τῶν ἰδίων ὁμονοήσουσιν. οὐκοῦν τὸ γραμμάτων καὶ συνθημάτων πάρισον καὶ τὸ πολλῶν καὶ ὀλίγων καὶ κοινῶν καὶ ἰδίων ἀντίθετα. ἔπειθʼ ὥσπερ οὐδὲν εἰρηκὼς τοιοῦτον ἀθρόαις ἐπικλύσει ταῖς παρισώσεσιν, ἐπιφέρων ταυτί· καὶ τὰ τῶν ἄλλων διῴκουν θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας καὶ στρατηγεῖν οἰόμενοι δεῖν αὐτῶν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες. καὶ τί δεῖ τὰ καθʼ ἕκαστα διεξιόντα μηκύνειν; ὀλίγου γὰρ ἅπας ὁ λόγος ὑπὸ τῶν τοιούτων αὐτῷ κεκόμψευται σχημάτων. οἱ μέντοι γε ἐπὶ τελευτῇ τοῦ βίου γραφέντες λόγοι ἧττόν εἰσι μειρακιώδεις, ὡς ἂν οἶμαι τελείαν ἀπειληφότες τὴν φρόνησιν παρὰ τοῦ χρόνου. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα. ὥρα δὲ ἂν εἴη καὶ τῶν παραδειγμάτων ἅψασθαι καὶ δεῖξαι τούτοις τίς ἐστιν ἡ τοῦ ῥήτορος ἰσχύς. ἅπαντα μὲν οὖν τὰ γένη τῶν προβλημάτων καὶ πάσας τὰς ἰδέας τῶν λόγων ἀμήχανον ἐν ὀλίγῳ δηλῶσαι, ἀρκεῖ δὲ μία τε δημηγορία παραληφθεῖσα καὶ λόγος εἷς ἐκ τῶν δικανικῶν.3 ὁ μὲν οὖν συμβουλευτικὸς λόγος ἔστω, ἐν ᾧ παρακαλεῖ τοὺς Ἀθηναίους διαλύσασθαι μὲν τὸν συμμαχικὸν κληθέντα πόλεμον, ὃν ἐπολέμουν πρὸς αὐτοὺς Χῖοί τε καὶ Ῥόδιοι καὶ οἱ τούτων σύμμαχοι, παύσασθαι δὲ πλεονεκτοῦντας καὶ τῆς κατὰ γῆν καὶ κατὰ θάλατταν ἐπιθυμοῦντας ἀρχῆς· διδάσκων ὡς ἔστιν οὐ μόνον κρείττων ἡ δικαιοσύνη τῆς ἀδικίας ἀλλὰ καὶ ὠφελιμωτέρα. τὸ μὲν οὖν ὕπτιον καὶ ἀναβεβλημένον τῆς ἀγωγῆς καὶ τῶν περιόδων ὁ χαριεντισμὸς ἔνεστι κἀν τούτοις, τὰ δὲ θεατρικὰ τῶν σχημάτων τεταμιευμένως παρείληπται. ταῦτα μὲν δὴ παρορᾶν δεῖ τοὺς ἀναγιγνώσκοντας καὶ μὴ ἄξια ἡγεῖσθαι σπουδῆς, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τοῖς δὲ ἄλλοις πάνυ προσέχειν τὸν νοῦν. ἄρχεται δὲ ὁ λόγος ἐντεῦθεν·

因为我断言,正是由于它们出现得不合时宜且不在恰当的时刻,才会令听觉感到厌烦。至少在他那篇著名的《泛希腊集会词》中,他便极度沉溺于此类修辞: “因此,我认为他们是最多善果的促成者,亦当得起最高的赞誉。” 因为在这里,不仅分句与分句均等,而且字词与字词亦两两相当:“最多的”对应“最高的”,“善果”对应“赞誉”,“促成者”对应“当得起”。又如: “他们既未视若己物而尽情享用,亦未视若外物而漠然置之。” 第二分句与第一分句工整均称,而在字词之中,“置之不理”与“尽情享用”相对立,“外人的”与“自己的”相对立。在此之上他又增补道: “反之,他们视若自家产业般予以眷顾,又如所应当的那样,对毫不相干之物退避不取。” 确实,在此处“退避不取”再次与“予以眷顾”相对立,“毫不相干之物”与“自家产业”相对立。这还远远不够,在随后的周期句中,他又将“他本人最有可能博得美名”与后接的“并为子孙留下盛大声誉”相呼应,将“他们既不羡慕彼此的鲁莽”与相连的“亦不操练自身之逞强”相结对。而且未作丝毫停歇,他便紧接着加上这些: “反之,他们认为遭受公民的恶评,比为祖国壮烈牺牲更为可怖。” 可见在此处,“恶”与“壮烈”再次形成对照,而“牺牲”与“遭受评说”均等对称。假若到此为止尚知节制,或许还可容忍,但他绝不肯就此罢休。至少在紧接其后的周期句中,他又写道: “对于善人而言,绝不需要繁复的律法条文,只需少数盟约,便能在公事与私事上同心合意。” 于是,“条文”与“盟约”对称,而“繁复”与“少数”以及“公事”与“私事”相对立。随后,他仿佛全然未曾说过此类话语一般,以排山倒海之势倾泻出一连串对称分句,续写如下: “他们在处理他人事务时,关怀而非凌辱希腊人;自认为应当统帅他们而非专制奴役他们;更渴望被称为领袖而非主子,被誉为拯救者而非毁灭者;以施布恩泽招抚城邦而非以暴力予以征服;将自己的言辞视作比现今的誓言更为可靠之物;并认为应当恪守协约,视之如不可违背的必然。” 又何须逐一列举而徒增篇幅呢?因为几乎他的整篇演说,皆被他以此类辞格雕琢得过分华靡。然而,那些在他生命暮年写就的演说则不那么稚气,在我看来,仿佛是从岁月之中汲取了完满的明智。关于这些已无需多言。此刻正是触及实例并借此展示这位演说家真正力量之时。要在简短篇幅中阐明所有议题门类与演说体式固然不能,但只要采选一篇公民大会演说与一篇法庭演说,便已足够。那么,审议性演说不妨定为那一篇:在其中他规劝雅典人结束那场被称为同盟战争的冲突——这场战争乃是奇奥斯人、罗得岛人及其盟友针对他们而发动的——并敦促他们停止贪得无厌,不再妄图兼并陆地与海洋的霸权;同时指明正义不仅优于非义,而且更为有利。诚然,行文语势的平缓迟滞与周期句的精巧取悦在此篇中亦有所体现,但戏剧化的辞格已被极有节制地使用。正如我开篇所言,读者理应忽略这些,不将其视作值得深究之物,而当将全副心神倾注于其余部分。演说自此处开篇:

语法注3 条
  1. 14τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι μηδὲ ἐν ὥρᾳ προσίστασθαί φημι ταῖς ἀκοαῖς

    带冠词的不定词与格 τῷ... γίνεσθαι 表原因(“因其出现不合时宜……”)。动词 προσίστασθαι 原意指食物在胃中滞塞、引起作呕或不适,在此与与格 ταῖς ἀκοαῖς(听觉)连用,形成一种将生理性恶心转化为审美感受的隐喻,意为“使耳朵厌烦生厌”。

  2. 14εἰ μέτριος εἴη μέχρι δεῦρο, ἀνεκτός

    此处为一个省略了主句系动词(ἂν εἴη 或 ἦν ἄν)的条件句,与表语 ἀνεκτός 搭配。从句中的希求法动词 εἴη 表达潜在假定或委婉的违实假设:“假若他到此为止尚知节制,或许还可容忍(但实际上他绝不罢休)”。

  3. 14ἀρκεῖ δὲ μία τε δημηγορία παραληφθεῖσα καὶ λόγος εἷς ἐκ τῶν δικανικῶν

    被动分词 παραληφθεῖσα 与主语 μία... δημηγορία 搭配,构成类似拉丁语 ab urbe condita 的结构,表示“采选一篇公民大会演说这一行为”本身,与后面的 καὶ λόγος εἷς 并列,共同充当动词 ἀρκεῖ(“足矣/足够”)的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:14-15