← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§31-32

反对废除祖制演说的背景与开篇

作者为展示吕西亚斯审议性演说的风格,阐述了在平民派复辟后反对福耳米西奥斯寡头提案的《反对废除祖传政制》演说之历史背景,并开始引用该文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

ἑνὸς ἔτι παράδειγμα θήσω λόγου συμβουλευτικοῦ, ἵνα καὶ τούτου τοῦ γένους τῶν λόγων ὁ χαρακτὴρ γένηται σαφής.

我将再举出一篇审议性演说的范例,以便使这一演说门类的特征亦变得明晰。

§32

ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Ἀθήνησι. τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν, δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο1 τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. ἔμελλον δὲ τοῦ ψηφίσματος τούτου κυρωθέντος2 πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. ἵνα δὴ μὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε ὁ Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον· σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. ἔστι δὲ ὅδε·

该演说涉及的论题关乎不废除雅典祖传政制一事。因为当平民派自比雷埃夫斯返回,并表决与城中派和解且不对以往发生的任何事情怀恨报复时,人们却担忧重新获得旧日权力的大众会再次对富裕阶层肆意侮慢,且为此展开了诸多议论,与平民派一同返回者中一位名叫福耳米西奥斯的人便提议:流亡者应当返回,但国政不应赋予所有人,而应仅移交给拥有土地之人——拉刻代蒙人亦希望如此发生。若此项提案获得通过,近五千名雅典人原本将被排除在公共事务之外。正为了使此事不至发生,吕西亚斯便为一位著名且从政的人士撰写了这篇演说。那么,此演说当时是否曾被公开发表尚不可知;无论如何,它的构思极为贴切,犹如用于真正的论辩较量。演说内容如下:

语法注2 条
  1. 32τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν, δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο

    该长句的骨干结构为:由三组属格独立结构(τοῦ δήμου κατελθόντος...、δέους ὄντος...、πολλῶν γινομένων λόγων)提供历史背景与前提,随后引出主句 Φορμίσιός τις(主语)... γνώμην εἰσηγήσατο(谓语动词)。紧随其后的两个不定式短语(τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν ... παραδοῦναι)充当同位成分以阐明 γνώμην 的具体内容,句末再附加上一个属格独立结构(βουλομένων ... Λακεδαιμονίων)。

  2. 32τοῦ ψηφίσματος τούτου κυρωθέντος

    此属格独立结构在句中充当条件从句(“若此项提案获得通过”),修饰主句中表达过去未实现的预定或推测的结构 ἔμελλον ... ἀπελαθήσεσθαι(“原本将被排除”)。它并非单纯表示时间,而是带有虚拟/假设条件的语意力量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:31-32