← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§33-34

反对推翻祖制演说的后半部分与结语

文中引用了吕西亚斯反对将公民权限制于土地所有者的演说,主张维护全体公民权与民主制并抗击斯巴达;随后作者结束了对吕西亚斯的论述,转入对伊索克拉底的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

ὅτε ἐνομίζομεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς γεγενημένας συμφορὰς ἱκανὰ μνημεῖα τῇ πόλει καταλελεῖφθαι, ὥστε μηδʼ ἂν τοὺς ἐπιγινομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν,1 τότε δὴ οὗτοι τοὺς κακῶς πεπονθότας καὶ ἀμφοτέρων πεπειραμένους ἐξαπατῆσαι ζητοῦσι τοῖς αὐτοῖς ψηφίσμασιν, οἷσπερ καὶ πρότερον δὶς ἤδη. καὶ τούτων μὲν οὐ θαυμάζω, ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι πάντων ἐστὲ ἐπιλησμονέστατοι ἢ πάσχειν ἑτοιμότατοι κακῶς ὑπὸ τοιούτων ἀνδρῶν, οἳ τῇ μὲν τύχῃ τῶν Πειραιεῖ πραγμάτων μετέσχον, τῇ δὲ γνώμῃ τῶν ἐξ ἄστεως. καίτοι τί ἔδει φεύγοντας κατελθεῖν, εἰ χειροτονοῦντες ὑμᾶς αὐτοὺς καταδουλώσεσθε; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε οὐσίᾳ τῆς πολιτείας οὔτε γένει ἀπελαυνόμενος, ἀλλʼ ἀμφότερα τῶν ἀντιλεγόντων πρότερος ὢν ἡγοῦμαι ταύτην μόνην σωτηρίαν εἶναι τῇ πόλει, ἅπασιν Ἀθηναίοις τῆς πολιτείας μετεῖναι· ἐπεὶ ὅτε καὶ τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰ χρήματα καὶ συμμάχους ἐκτησάμεθα, οὐχ ὅπως τινὰ Ἀθηναῖον ἀπώσομεν διενοούμεθα, ἀλλὰ καὶ2 Εὐβοεῦσιν ἐπιγαμίαν ἐποιούμεθα· καὶ τοὺς ὑπάρχοντας πολίτας ἀπελῶμεν; οὔκ, ἂν ἔμοιγε πείθησθε, οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας· ὧν ὑμεῖς ἀντεχόμενοι βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε. ἐπίστασθε γὰρ † ταῖς ἐφʼ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις καὶ οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δʼ ἐκ τῆς πόλεως ἐκπεσόντας· οὓς ὁ δῆμος καταγαγὼν ὑμῖν μὲν τὴν ὑμετέραν ἀπέδωκεν, αὐτὸς δὲ ταύτης οὐκ ἐτόλμησε μετασχεῖν. ὥστʼ ἐὰν ἔμοιγε πείθησθε, οὐ τοὺς εὐεργέτας, καθὸ δύνασθε, τῆς πατρίδος ἀποστερήσετε οὐδὲ τοὺς λόγους πιστοτέρους τῶν ἔργων οὐδὲ τὰ μέλλοντα τῶν γεγενημένων νομιεῖτε ἄλλως τε καὶ μεμνημένοι τῶν περὶ τῆς ὀλιγαρχίας μαχομένων, οἳ τῷ μὲν λόγῳ τῷ δήμῳ πολεμοῦσι, τῷ δὲ ἔργῳ τῶν ὑμετέρων ἐπιθυμοῦσιν, ἅπερ κτήσονται, ὅταν ὑμᾶς ἐρήμους συμμάχων λάβωσιν, εἶτα τοιούτων ἡμῖν ὑπαρχόντων ἐροῦσι, τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσομεν, ἃ Λακεδαιμόνιοι κελεύουσιν; ἐγὼ δὲ τούτους εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσομεν, ἃ ἐκεῖνοι προστάττουσιν; εἰ δὲ μή, πολὺ κάλλιον μαχομένοις ἀποθνῄσκειν ἢ φανερῶς ἡμῶν αὐτῶν θάνατον καταψηφίσασθαι. ἡγοῦμαι γάρ, ἐὰν μὲν πείσω, ἀμφοτέροις εἶναι κοινὸν τὸν κίνδυνον ὁρῶ δὲ καὶ Ἀργείους καὶ Μαντινέας τὴν αὐτὴν ἔχοντας γνώμην τὴν αὑτῶν οἰκοῦντας, τοὺς μὲν ὁμόρους ὄντας Λακεδαιμονίοις, τοὺς δʼ ἐγγὺς οἰκοῦντας, καὶ τοὺς μὲν οὐδὲν ἡμῶν πλείους, τοὺς δὲ οὐδὲ τρισχιλίους ὄντας. ἴσασι γὰρ Λακεδαιμόνιοι, ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται ὅπλα λαβόντες, ὥστε οὐ καλὸς αὐτοῖς ὁ κίνδυνος δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους οὐδὲ καταδουλώσασθαί γʼ, ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι. ὅσῳ δʼ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ἧττον ἐπιθυμοῦσι κινδυνεύειν. εἴχομεν δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἡμεῖς ταύτην τὴν γνώμην, ὅτε τῶν Ἑλλήνων ἤρχομεν, καὶ ἐδοκοῦμεν καλῶς βουλεύεσθαι, περιορῶντες μὲν τὴν χώραν τεμνομένην, οὐ νομίζοντες δὲ χρῆναι περὶ αὐτῆς διαμάχεσθαι. ἄξιον γὰρ ἦν ὀλίγων ἀμελοῦντας πολλῶν ἀγαθῶν φείσασθαι. νῦν δὲ ἐπεὶ ἐκείνων μὲν ἁπάντων μάχῃ ἐστερήμεθα, ἡ δὲ πατρὶς ἡμῖν λέλειπται, ἴσμεν ὅτι ὁ κίνδυνος οὗτος μόνος ἔχει τὰς ἐλπίδας τῆς σωτηρίας. ἀλλὰ γὰρ χρὴ ἀναμνησθέντας, ὅτι ἤδη καὶ ἑτέροις ἀδικουμένοις βοηθήσαντες ἐν τῇ ἀλλοτρίᾳ πολλὰ τρόπαια τῶν πολεμίων ἐστήσαμεν, ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίγνεσθαι, πιστεύοντας3 μὲν τοῖς θεοῖς καὶ ἐλπίζοντας ἐπεὶ τὸ δίκαιον μετὰ τῶν ἀδικουμένων ἔσται. δεινὸν γὰρ ἂν εἴη, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ, ὅτε μὲν ἐφεύγομεν, ἐμαχόμεθα Λακεδαιμονίοις, ἵνα κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα, ἵνα μὴ μαχώμεθα. οὐκοῦν αἰσχρόν, εἰ εἰς τοῦτο κακίας ἥξομεν, ὥστε οἱ μὲν πρόγονοι καὶ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας διεκινδύνευον, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ὑμετέρας αὐτῶν τολμᾶτε πολεμεῖν;

雅典人啊,正当我们认为以往发生的灾难已作为足够的鉴戒留给城邦,以至于连后世之人也不会企求另一套政制时,恰在此刻,这些人却企图用此前已两度用过的同样法令,来欺骗那些深受其害且对两种体制都深有体验的人。我对他们并不感到惊奇,反而对你们这些听众感到惊奇,因为你们在所有人中最健忘,或者说最甘愿承受此类人的祸害——他们在遭遇上虽分担了比雷埃夫斯的局势,但在意图上却与城中的人站在一起。然而,如果你们要通过举手表决让自己沦为奴隶,当初流亡返回又有何意义呢? 就我而言,雅典人啊,我无论按财产还是按门第都不至于被排除在国政之外,反而在两方面都优于那些反对我们的人,但我认为城邦唯一的拯救之道,就在于全体雅典人共同享有政权。因为在过去我们拥有城墙、战舰、资金与盟友之时,我们不仅从未打算排斥任何雅典人,甚至还准许与优卑亚人通婚;难道如今我们反而要把现有的公民驱逐出去吗?不,倘若你们听从我的劝告,决不可如此,我们也不应在城墙之外把我们自身的这些力量——大批重装步兵、骑兵与弓箭手——也一并削去。你们若紧紧依靠他们,就能稳固地保有民主制,更能压倒敌人,并对盟友更加有用。 因为你们知道,在我们那个时代发生的寡头统治中,执掌城邦的并非拥有土地者,反而是他们之中的许多人被处死,许多人被逐出城邦;民众将他们接引回国,把属于你们的产业归还给你们,自己却不敢分享它。因此,若你们听从我的劝告,便不可在力所能及的范围内剥夺恩人们的祖国,也不可相信空言甚于实绩,不可相信未来之辞甚于已然之事;尤其是要记住那些为寡头制而战的人,他们口头上与民众为敌,实际上却贪图你们的财产,只要一抓住你们失去盟友的机会,他们就会将其据为己有。继而,在我们拥有这般条件的情况下,他们竟会宣称:如果不遵从拉刻代蒙人的指令,城邦还将有何拯救之道?但我倒要要求这些人说清楚,如果我们遵从那些人的吩咐,大众还能剩下什么?若非如此,战死沙场远比公然投票裁决我们自身的死刑要光荣得多。因为我认为,如果我说服了你们,危险对双方而言将是共同的。 而且我也看到,阿戈斯人与曼提尼亚人抱着同样的信念居住在他们自己的土地上;他们有的与拉刻代蒙人接壤,有的毗邻而居,有的在人数上并不多于我们,有的甚至不足三千人。因为拉刻代蒙人清楚,哪怕他们多次入侵其境,对方也必将多次拿起武器迎战;是以这种冒险在他们看来并不划算:若他们获胜,甚至无法将对方变为奴役,而若战败,则会令自身现有的利益尽失。他们的境况越好,就越不愿冒险。 雅典人啊,我们昔日统治希腊人时也曾抱有这种信念,那时我们放任土地被蹂躏,却认为不应当为此决一死战,看起来仿佛谋划得当;因为忽视细微之处以保全诸多利益是值得的。但如今,既然我们已在交战中被夺去那一切,唯有祖国留存予我们,我们便深知唯有这一险阻中蕴含着拯救的希望。然而,回想起昔日我们在异邦救援蒙冤受害者时,曾屡次立下克敌的战功牌,我们就必须为了祖国与我们自身而成为勇士,信赖诸神并怀抱希望,因为正义必将与受害者同在。雅典人啊,如果我们在流亡之时为了回国而与拉刻代蒙人作战,如今回国之后却为了不作战而选择流亡,那将是匪夷所思的!先辈们尚且为了他人的自由而甘冒奇险,你们若连为了自身的自由都不敢开战,堕入如此怯懦的境地,难道不是可耻的吗?

§34

ἀλλʼ ἅλις ἤδη παραδειγμάτων, ἵνα καὶ περὶ τῶν λοιπῶν ῥητόρων τὸν αὐτὸν διαλεχθῶμεν τρόπον. ἕπεται δὲ τῷ ῥήτορι τούτῳ κατὰ τὴν τάξιν τῶν χρόνων Ἰσοκράτης. περὶ δὴ τούτου λεκτέον ἐφεξῆς ἑτέραν ἀρχὴν λαβοῦσιν.

然而范例已足敷应用,以便我们同样论及余下的演说家。依照年代顺序,排在这一演说家之后的乃是伊索克拉底。因此,另起新篇之后,接下来便须论及此人。

语法注3 条
  1. 33ὥστε μηδʼ ἂν τοὺς ἐπιγινομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν

    在 ὥστε 引导的结果从句(接不定词)中带有小辞 ἄν。该结构相当于把带有 ἄν 的愿望语气或过去直陈式(潜在或条件句结论)转移为不定词形式,表示“即使后世之人(若逢此事)亦绝不会企求另一套政制”的潜在含义。

  2. 33οὐχ ὅπως τινὰ Ἀθηναῖον ἀπώσομεν διενοούμεθα, ἀλλὰ καὶ

    短语 οὐχ ὅπως ... ἀλλὰ καί 为经典的习惯搭配,意为“不仅没有……反而……”。οὐχ ὅπως 带有否定意义的省略含义(“且不说/断无……之意”),与后文 ἀλλὰ καί 引出的进一步积极举措(允许通婚)形成鲜明递进对比。

  3. 33χρὴ ἀναμνησθέντας... ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίγνεσθαι, πιστεύοντας

    在非人称动词 χρή 支配的不定词结构中,γίγνεσθαι 的逻辑主语被视作宾格(指代“我们”或一般人),因此修饰该主语的副词性分词 ἀναμνησθέντας、表语名词 ἄνδρας ἀγαθούς 以及后附的分词 πιστεύοντας 均一致地采用阳性复数宾格,而未受语境中主格“我们”的影响。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:33-34