- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:28-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯论述了吕西亚斯的显示性演说不如其法庭演说那般振奋人心,并引用其《奥林匹亚演说》的开篇作为例证,该篇呼吁全希腊团结一致以推翻僭主统治。
ἐν μὲν δὴ τοῖς δικανικοῖς λόγοις τοιοῦτός τις ὁ ἀνήρ ἐστιν, ἐν δὲ τοῖς ἐπιδεικτικοῖς μαλακώτερος, ὥσπερ ἔφην. βούλεται μὲν γὰρ ὑψηλότερος εἶναι καὶ μεγαλοπρεπέστερος καὶ τῶν γε καθʼ ἑαυτὸν ἢ πρότερον ῥητόρων ἀκμασάντων οὐθενὸς ἂν δόξειεν εἶναι καταδεέστερος, οὐ διεγείρει δὲ τὸν ἀκροατὴν ὥσπερ Ἰσοκράτης. θήσω δὲ καὶ τούτων παράδειγμα.
在法庭演说中,此人确是这般水准;但在显示性演说中,正如我所言,他则显得稍欠力度。因为他虽一心追求更高迈、更宏伟的风格,且看似绝不逊色于在他同时代或更早时期达到顶峰的任何演说家,却未能如伊索克拉底那样激荡听众的心灵。我也将就这些作品列举一个范例。
ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην. ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ Διονύσιος ἄγοντας θυσίαν τῷ θεῷ, μεγαλοπρεπής τε καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ τῆς Ἑλλάδος. ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην πεποίηται τὴν ἀρχὴν τοῦ λόγου· ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι καὶ ὅτι1 τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε διʼ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο, ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν δὲ πλούτῳ, γνώμης δʼ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δʼ ἀκουσόμενοι. ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. ἐκεῖνος μὲν οὖν ταῦθʼ ὑφηγήσατο. ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος· ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι σοφιστῶν λίαν ἀχρήστων καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν,2 ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. καὶ ταῦτα εἰ μὲν διʼ ἀσθένειαν ἐπάσχομεν, στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην, ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι, τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονεικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστʼ ἀγωνιώντων; ὁρῶμεν γὰρ τοὺς κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας. ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλήνων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς αὐτὸς κέκτηται, πολλὰς δʼ ὁ τύραννος τῆς Σικελίας. ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δʼ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέχεσθαι καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι καὶ πρὸς τοὺς προγόνους μιμεῖσθαι, οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖσθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι καιομένην τὴν Ἑλλάδα περιορῶσιν ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι. οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν ἀλλʼ οἰκείας, οὐδʼ ἀναμεῖναι, ἕως ἂν ἐπʼ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλʼ ἕως ἔτι ἔξεστι, τὴν τούτων ὕβριν κωλῦσαι. τίς γὰρ οὐκ ἂν εν ὁρῶν3 ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία.
他有一篇泛希腊节日演说,其中他在奥林匹亚举行盛会之际,劝导希腊人将僭主狄奥尼修斯逐出统治之位并解放西西里,并通过洗劫那座以黄金、紫袍和无数其他财富装饰的僭主帐篷,立即挑起敌对行动。因为狄奥尼修斯确实派遣了携献给神明祭品的使团前往盛会,而使臣们在圣域内的驻地极其宏伟奢华,旨在让这位僭主博得全希腊更多的赞叹。以此为题材,他写下了演说的开篇如下: “诸位,因着许多其他崇高的伟绩,赫拉克勒斯理应受到缅怀,尤其是因为他出于对希腊的深情厚谊,最先召集了这场竞技会。因为在此前的一段时期里,各城邦彼此疏离敌视;但当他铲除了僭主并遏止了强暴之徒后,便在全希腊最壮美之地设立了肉体的竞技、财富的竞逐以及智慧的展演,以便我们为了这一切汇聚于同一处,或有所观,或有所闻。因为他认定此处的集会必将成为希腊人彼此缔结友谊的开端。他所倡导的正是这些事;而我来到这里,绝非为了吹毛求疵,亦非为了争辩字句。因为我认为那些不过是百无一用且汲汲谋生的智者之流的行径,而唯有就最重大之事进言献策,才符合善士与贤达公民的本分;我眼见希腊正处于如此可耻的境地,其诸多疆土受制于蛮族,诸多城邦遭僭主蹂躏废弃。倘若我们蒙受这些是出于软弱无能,原本只能无奈顺从命运;但既然是由于内讧和彼此的争强好胜,我们明知争胜乃得志者之所为、而辨明最优之策乃困境奋斗者之本分,难道不理应终止争斗并遏止灾患吗?因为我们看到危机既深重且正从四面合围。你们深知,霸权归于掌控海洋之人,大王乃财资之执掌者,希腊人的身躯属于那些有财力挥霍之人,而大王自身拥有大量战船,西西里的僭主同样拥有大量战船。因此,理应平息彼此间的战事,秉持共同的意志紧抓拯救之机,对过去之事深感羞愧,对将临之事怀抱戒惧,并效法我们的先祖:先祖们使得那些觊觎别国土地的蛮族反遭剥夺自己的疆土,并驱逐僭主,为全体人民奠定了共同的自由。我尤其对拉刻代蒙人深感惊诧:他们究竟出于何种心思,竟坐视希腊生灵涂炭?他们凭着与生俱来的德行和娴熟的战阵之术,名正言顺地统领希腊,且作为独一无二的城邦,在无城墙护卫之下免遭洗劫、免于内乱、未尝败绩,始终恪守恒常的习俗;正因如此,人们期盼他们享有永恒的自由,并期盼他们在过去的危难中既已成为希腊的救星,如今亦能对未来深谋远虑。将来的时机绝不会比当下更佳;因为决不可将罹难者的灾祸视作旁人之事,而当视作自身之难,亦不可坐等两方的军力逼临我们自身,而当趁着尚有余力之际,遏止他们的暴虐。目睹他们在我们彼此的交战中日渐坐大,有谁能不痛心疾首?这些事不仅可耻,而且骇人听闻;那些犯下弥天大罪之人对其所作所为享有为所欲为之特权,而希腊人对他们却无从施加任何惩处。”
- 30ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι καὶ ὅτι
表示原因的前置词短语(ἄλλων... ἔργων ἕνεκα)与表示原因的副词从句(ὅτι...)由 καί 平行连接。作为形容词 ἄξιον 补足成分的不定式 μεμνῆσθαι 支配属格 Ἡρακλέους,而 ἕνεκα 短语与 ὅτι 从句共同构成了值得缅怀赫拉克勒斯的原因。
- 30ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν
与前半句的 ἔργα μὲν εἶναι σοφιστῶν(“是智者之流的行径”)相对比,此处省略了表语名词 ἔργον,属于表示属性与归属的表语属格结构。不定式 συμβουλεύειν 充当实际主语,意为“就最重大之事进言献策,乃善士与贤达公民的本分”。
- 30τίς γὰρ οὐκ ἂν εν ὁρῶν
此为抄本流传过程中的讹误残缺之处。校勘学者普遍推断,在可能小词 ἄν 之后原本支配的希求法动词(例如 ἀλγήσειεν“感到悲痛”或 ἀγανακτήσειεν“感到愤慨”)发生脱落,仅残留词尾片段 εν。其基本句法当为带有分词 ὁρῶν(“目睹……”)作为条件或背景的修辞性潜在希求法疑问句。
