← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§27

通过账目核算揭露狄奥盖同的侵吞罪证

发言人通过具体的账目与证言揭露了狄奥盖同的侵吞与作假账行为(包括虚报抚养与祭祀支出、非法转嫁战船修造费、独占商业利润等),并论证即便扣除宽裕的合理开销,也仍有巨额遗产应当予以返还。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δʼ ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε. εἰς τοσαύτην γὰρ ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν· ὃς ἐτόλμησε τῶν μὲν ἔξαρνος γενέσθαι, τὰ δὲ τελευτῶν ὁμολογήσας ἔχειν εἰς δύο παῖδας καὶ ἀδελφὴν λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι.1 καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων, ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν δυοῖν παιδίοιν καὶ ἀδελφῇ πέντε ὀβολοὺς τῆς ἡμέρας ἐλογίζετο, εἰς ὑποδήματα δὲ καὶ εἰς γναφεῖον καὶ εἰς ἱμάτια καὶ εἰς κουρέως κατὰ μῆνα οὐκ ἦν αὐτῷ οὐδὲ κατʼ ἐνιαυτὸν γεγραμμένα, συλλήβδην δὲ παντὸς τοῦ χρόνου πλεῖον ἢ τάλαντον ἀργυρίου. εἰς δὲ τὸ μνῆμα τοῦ πατρὸς οὐκ ἀναλώσας πέντε καὶ εἴκοσι μνᾶς ἐκ πεντακισχιλίων δραχμῶν, τὸ μὲν ἥμισυ αὑτῷ τίθησι τὸ δὲ τούτοις λελόγισται. εἰς Διονύσια τοίνυν, ὦ ἄνδρες δικασταί, ʽοὐκ ἄτοπον γάρ μοι δοκεῖ καὶ περὶ τούτου μνησθῆναἰ, ἑκκαίδεκα δραχμῶν ἀπέφηνεν ἐωνημένον ἀρνίον καὶ τούτων τὰς ὀκτὼ δραχμὰς ἐλογίζετο τοῖς παισίν. ἐφʼ ᾧ ἡμεῖς οὐχ ἥκιστα ὠργίσθημεν. οὕτως, ὦ ἄνδρες, ἐν ταῖς μεγάλαις ζημίαις ἐνίοτε οὐχ ἧττον τὰ μικρὰ λυπεῖ τοὺς ἀδικουμένους· λίαν γὰρ φανερὰν τὴν πονηρίαν τῶν ἀδικούντων ἐπιδείκνυσιν. εἰς τοίνυν τὰς ἄλλας ἑορτὰς καὶ θυσίας ἐλογίσατο αὐτοῖς πλέον ἢ τετρακισχιλίας δραχμὰς ἀνηλωμένας ἕτερά τε παμπληθῆ, ἃ πρὸς τὸ κεφάλαιον συνελογίζετο· ὥσπερ διὰ τοῦτο ἐπίτροπος τῶν παιδίων καταλειφθείς, ἵνα γράμματʼ αὐτοῖς ἀντὶ τῶν χρημάτων ἀποδείξειεν καὶ πενεστάτους ἀντὶ πλουσίων ἀποφήνειε καὶ ἵνα, εἰ μέν τις αὐτοῖς πατρικὸς ἐχθρὸς ἦν, ἐκείνου μὲν ἐπιλάθωνται, τῷ δʼ ἐπιτρόπῳ τῶν πατρῴων ἀπεστερημένοι πολεμῶσι. καίτοι εἰ ἠβούλετο δίκαιος εἶναι περὶ τοὺς παῖδας, ἐξῆν αὐτῷ κατὰ τοὺς νόμους, οἳ κεῖνται περὶ τῶν ὀρφανῶν καὶ τοῖς ἀδυνάτοις τῶν ἐπιτρόπων καὶ τοῖς δυναμένοις, μισθῶσαι τὸν οἶκον ἀπηλλαγμένον πολλῶν πραγμάτων ἢ γῆν πριάμενον ἐκ τῶν προσιόντων τοὺς παῖδας τρέφειν, καὶ ὁπότερα τούτων ἐποίησεν, οὐδενὸς ἂν ἧττον Ἀθηναίων πλούσιοι ἦσαν. νῦν δέ μοι δοκεῖ οὐδεπώποτε διανοηθῆναι ὡς φανερὰν καταστήσων τὴν οὐσίαν, ἀλλʼ ὡς αὐτὸς ἕξων τὰ τούτων, ἡγούμενος δεῖν τὴν αὑτοῦ πονηρίαν κληρονόμον εἶναι τῶν τοῦ τεθνεῶτος χρημάτων. ὃ δὲ πάντων δεινότατον,2 ὦ ἄνδρες δικασταί· οὗτος γὰρ συντριηραρχῶν Ἀλέξιδι τῷ Ἀριστοδίκου, φάσκων δυοῖν δεούσας πεντήκοντα μνᾶς ἐκείνῳ συμβάλλεσθαι, τὸ ἥμισυ τούτοις ὀρφανοῖς οὖσι λελόγισται, οὓς ἡ πόλις οὐ μόνον παῖδας ὄντας ἀτελεῖς ἐποίησεν, ἀλλὰ καὶ ἐπειδὰν δοκιμασθῶσιν, ἐνιαυτὸν ἀφῆκεν ἁπασῶν τῶν λειτουργιῶν. οὗτος δὲ πάππος ὢν παρὰ τοὺς νόμους τῆς ἑαυτοῦ τριηραρχίας παρὰ τῶν θυγατριδῶν τὸ ἥμισυ πράττεται. καὶ ἀποπέμψας εἰς τὸν Ἀδρίαν ὁλκάδα δυοῖν ταλάντοιν, ὅτε μὲν ἀπέστελλεν, ἔλεγε πρὸς τὴν μητέρα αὐτῶν, ὅτι τῶν παίδων ὁ κίνδυνος εἴη, ἐπεὶ δὲ ἐσώθη καὶ ἐδιπλασίασεν, αὑτοῦ τὴν ἐμπορίαν φάσκει εἶναι. καίτοι εἰ μὲν τὰς ζημίας τούτων ἀποδείξει, τὰ δὲ σωθέντα τῶν χρημάτων αὐτὸς ἕξει, ὅποι μὲν ἀνήλωται τὰ χρήματα οὐ χαλεπῶς εἰς τὸν λόγον ἐγγράψει, ῥᾳδίως δὲ ἐκ τῶν ἀλλοτρίων αὐτὸς πλουτήσει. καθʼ ἕκαστον μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολὺ ἂν ἔργον εἴη πρὸς ὑμᾶς λογίζεσθαι. ἐπειδὴ δὲ μόλις παρʼ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη τῆς τριηραρχίας. ὃ δὲ ἔφασκεν εἶναι. καὶ ἐλθόντες οἴκαδε εὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν. οὗτος δὲ ἐπέδειξε δυοῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι· ὥστε τούτοις λελογίσθαι, ὅσον περ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται.3 καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν αὐτῷ οὐδεὶς σύνοιδεν, ἀλλʼ αὐτὸς μόνος διεχείριζεν, ὃς, ἃ διʼ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι; καί μοι ἀνάβητε τούτων μάρτυρες. — μάρτυρες. — τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί. ἐγὼ δʼ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω, ὅσον οὐδεὶς πώποτʼ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας. ἐν ὀκτὼ αὗται ἔτεσιν γίγνονται ὀκτακισχίλιαι δραχμαί ἓξ τάλαντα περιόντα τῶν ἑπτὰ ταλάντων, καὶ εἴκοσι μναῖ τῶν τετταράκοντα μνῶν. οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ ὑπὸ λῃστῶν ἀπολωλεκὼς οὔτε ζημίαν εἰληφὼς οὔτε χρήσταις ἀποδεδωκώς.

因此,审判官诸位,我请求你们留心查阅这笔账目,以便你们一方面因这些青年所遭不幸之深重而怜悯他们,另一方面认为此人理应受到全体公民的愤怒谴责。因为狄奥盖同使所有人对彼此产生了如此深重的猜忌,以至于无论在生前还是在临终之际,人们对至亲之人的信任丝毫不比对死敌更多。他竟敢否认占有其中一部分财物;而对于其余部分,他在最后虽承认持有,却声称在八年间为两个男孩和一个妹妹所耗费的收支相抵,恰好等于七塔兰同又七千德拉克马白银。他厚颜无耻到了这般地步,以至于在不知该把钱款推派到何处时,竟开列了每天五个奥波尔作为两个幼童和一个妹妹的菜肴费;而对于鞋履、洗衣、衣服和理发费用,他既没有按月也没有按年记录,而是一揽子将整个时期算作了一塔兰同以上的银子。此外,他在父亲的陵墓上花费连五千德拉克马中的二十五明那都不到,却将其中一半算在自己名下,将另一半记在这些孩子账上。接着,审判官诸位,关于狄奥尼索斯节——因为提及此事似乎并非离题——他声称用十六德拉克马买了一只小羊,却将其中的八德拉克马计入孩子们的开销。对于此事,我们尤为愤怒。诸位,在巨大的损害之中,有时微小的事项对受害者造成的痛苦毫不逊色,因为它们将行恶者的卑劣暴露得太过于露骨。随后,对于其他节日和祭祀,他又向他们记入了四千多德拉克马的开销,以及无数被他合并计入总账的其他杂项;仿佛他被指定为孩子们的监护人,就是为了给他们出示账簿以替代钱财,让他们沦为赤贫以替代富足,并且使他们哪怕原本有父辈的宿敌,也会忘却宿敌,转而在被剥夺了祖传家业的境况下同监护人开战。然而,如果他真想对孩子们公正无私,他本可以依照针对孤儿所立、无论对无力料理还是有能力料理的监护人皆适用的法律,将产业出租以免去诸多烦扰,或者购置土地用收益来抚养孩子们;无论他采取这两者中的哪一种,孩子们都会同雅典任何富人一样富有。但现在依我看,他从未想过要将财产公之于众,而只想将他们的财产据为己有,认为自己的奸诈应当成为死者财产的继承人。而所有事情中最骇人听闻的是:审判官诸位,此人与阿里斯托狄科斯之子阿莱克西斯共同承担三列桨座战船捐助时,声称自己向对方分摊了差两明那即满五十明那的款项,却将其中一半记在了这些身为孤儿的孩子名下——而城邦不仅在他们身为孩童时免除了税赋,甚至在他们通过成年资格审查后,还免除了他们一整年的一切公共捐赋。然而此人身为外祖父,却违法地从自己的外孙们那里索取自身战船捐助的一半费用!此外,他派遣了一艘价值两塔兰同的商船前往亚得里亚海,在发船时,他对他们的母亲说风险由孩子们承担,但当船只安然返回且本金翻倍时,他却声称这趟贸易是他自己的。然而,如果他将损失推给他们,而将保全回来的资金据为己有,那么钱财耗费在何处,他在账目上自不难随意书写,并且能轻而易举地侵吞他人的财产以自肥。因此,审判官诸位,要逐项在你们面前算清将是一桩浩繁的工作。但当我费尽周折从他手中拿到账簿后,我带着证人询问阿莱克西斯的兄弟阿里斯托狄科斯(因为阿莱克西斯本人恰已离世),问他是否有战船捐助的账目。他说有。我们前往他家,发现狄奥盖同为战船捐助向对方实际分摊了二十四明那。然而此人却出示账目称自己花费了差两明那即满五十明那;以至于他自己所发生的全部开销,竟全额被记在了这些孩子们的名下。然而,诸位以为,在那些无旁人知晓、唯独他一人经手的事情上,他又做了些什么呢?要知道,在那些经由他人经办且并不难查明的事情上,他都敢于撒谎并侵吞自己外孙二十四明那!现在,请证人们就这些事情为我出庭。 ——证人出庭——审判官诸位,证人的证言你们已经听到了。对于他在最后自己承认持有的资金,即七塔兰同又四十明那,我将在此为他进行核算:假定没有任何收益,全数从现有本金中支出,并以本邦前所未有的优厚标准,为两个男孩、一个妹妹、一个家庭教师和一名女仆每年定为一千德拉克马,每天略少于三德拉克马。这在八年间共计八千德拉克马;七塔兰同中余下六塔兰同,四十明那中余下二十明那。因为他绝不可能证明自己曾遭海盗劫掠,或蒙受损失,或偿还了债权人。

语法注3 条
  1. 27λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι

    λῆμμα καὶ ἀνάλωμα(进项与开销)由不定式ἀποδεῖξαι支配,与ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμάς构成同位/表语关系。其句法含义指他声称收入与支出正好等额(均为7塔兰同7000德拉克马),从而虚构所有本金全部耗尽、结余为零。

  2. 27ὃ δὲ πάντων δεινότατον

    用于同位修饰后接整句的句子同位语(宾格或主格)。后接说明性的γάρ,是呼唤听众注意的经典惯用句式('而诸事中最骇人听闻的是……')。

  3. 27ὥστε τούτοις λελογίσθαι, ὅσον περ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται

    在由ὥστε引导的结果从句中,使用完成时被动不定式λελογίσθαι,其主语为关系代词从句'ὅσον περ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται'(相当于他自己实际承担的全部开支额)。与格τούτοις为受损与格('记在这些孩子账下/转嫁给他们')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:27