← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§25#1

迪奥盖同侵吞遗产并驱逐遗孤

演说者详述了狄奥多托斯在阵亡前将遗嘱与巨额资产托付给其兄弟迪奥盖同的始末,以及迪奥盖同如何隐瞒死讯、侵吞遗产,并在孤儿成年时将其身无分文地逐出家门的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25#1

ἀδελφοὶ ἦσαν, ὦ ἄνδρες δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι. καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο, τῆς δὲ φανερᾶς1 ἐκοινώνουν. ἐργασαμένου δὲ Διοδότου κατʼ ἐμπορίαν πολλὰ χρήματα πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα, ἥ περ ἦν αὐτῷ μόνη. καὶ γίνονται αὐτῷ υἱοὶ δύο καὶ θυγάτηρ. χρόνῳ δὲ ὕστερον καταλεγεὶς Διόδοτος μετὰ Θρασύλλου τῶν ὁπλιτῶν, καλέσας τὴν ἑαυτοῦ γυναῖκα ἀδελφιδῆν οὖσαν καὶ τὸν ἐκείνης μὲν πατέρα αὑτοῦ δὲ κηδεστὴν καὶ ἀδελφὸν, πάππον δὲ τῶν παιδίων καὶ θεῖον, ἡγούμενος διὰ ταύτας τὰς ἀναγκαιότητας οὐδενὶ μᾶλλον προσήκειν δικαίῳ περὶ τοὺς αὑτοῦ παῖδας γενέσθαι, διαθήκην αὐτῷ δίδωσι καὶ πέντε τάλαντα ἀργυρίου παρακαταθήκην, ναυτικὰ δὲ ἀπέδειξεν ἐκδεδομένα ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς,... δισχιλίας δὲ ὀφειλομένας ἐν Χερρονήσῳ. ἐπέσκηψε δέ, ἐάν τι πάθῃ, τάλαντον μὲν ἐπιδοῦναι τῇ γυναικὶ καὶ τὰ ἐν τῷ δωματίῳ δοῦναι, τάλαντον δὲ τῇ θυγατρί. κατέλιπε δὲ καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ καὶ τριάκοντα στατῆρας Κυζικηνούς. ταῦτα δὲ πράξας καὶ οἴκοι ἀντίγραφα καταλιπὼν ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου. ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ Διογείτων τὴν μὲν θυγατέρα ἔκρυπτε τὸν θάνατον τοῦ ἀνδρὸς καὶ τὰ γράμματα λαμβάνει, ἃ κατέλιπε σεσημασμένα, φάσκων τὰ ναυτικὰ χρήματα δεῖν ἐκ τούτων τῶν γραμματείων κομίσασθαι. ἐπειδὴ δὲ χρόνῳ ἐδήλωσε τὸν θάνατον αὐτοῖς καὶ ἐποίησαν τὰ νομιζόμενα, τὸν μὲν πρῶτον ἐνιαυτὸν ἐν Πειραιεῖ διῃτῶντο· ἅπαντα γὰρ αὐτοῦ κατελέλειπτο τὰ ἐπιτήδεια. ἐκείνων δʼ ἐπιλειπόντων τοὺς μὲν παῖδας εἰς ἄστυ ἀναπέμπει, τὴν δὲ μητέρα αὐτῶν ἐκδίδωσιν ἐπιδοὺς πεντακισχιλίας δραχμάς, χιλίαις ἔλαττον ὧν ὁ ἀνὴρ αὐτῆς ἔδωκεν.2 ὀγδόῳ δʼ ἔτει δοκιμασθέντος μετὰ ταῦτα τοῦ πρεσβυτέρου τοῖν μειρακίοιν καλέσας αὐτοὺς εἶπε Διογείτων, ὅτι καταλείποι αὐτοῖς ὁ πατὴρ εἴκοσι μνᾶς ἀργυρίου καὶ τριάκοντα στατῆρας. ἐγὼ οὖν πολλὰ τῶν ἐμαυτοῦ δεδαπάνηκα εἰς τὴν ὑμετέραν τροφήν. καὶ ἕως μὲν εἶχον, οὐδέν μοι διέφερεν· νυνὶ δὲ καὶ αὐτὸς ἀπόρως διάκειμαι. σὺ οὖν, ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη, πόθεν ἕξεις τὰ ἐπιτήδεια. ταῦτʼ ἀκούσαντες, ἐκπεπληγμένοι καὶ δακρύοντες ᾤχοντο πρὸς τὴν μητέρα καὶ παραλαβόντες ἐκείνην ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι καὶ ἀθλίως ἐκπεπτωκότες, κλαίοντες καὶ παρακαλοῦντές με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων μηδʼ εἰς πτωχείαν καταστάντας, ὑβρισμένους ὑφʼ ὧν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν αὐτῶν. πολλὰ ἂν εἴη λέγειν, ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ. τελευτῶσα3 δὲ ἡ μήτηρ αὐτῶν ἠντιβόλει με καὶ ἱκέτευσε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς.

审判员诸公,狄奥多托斯与迪奥盖同乃是同父同母的兄弟。他们分割了隐性财产,而显性财产则共同持有。当狄奥多托斯通过通商积攒了巨额财富后,迪奥盖同说服他娶了自己的女儿——她亦是他唯一的独生女。狄奥多托斯由此得育二子一女。后来,当狄奥多托斯随斯拉绪鲁斯被征募为重装步兵时,他召集了自己的妻子(亦即他的侄女)以及妻子的父亲(亦即他自己的岳父与兄弟,亦是孩子们的外祖父与伯父);他认为因这些血亲之绊,再无人比此人更有责任公正地对待自己的子女,便交给他一份遗嘱,并交存了五塔兰同白银作为信托存款,还向其出示了七塔兰同又四十明那的海运借款,……以及在赫尔松涅索斯被欠有的两千德拉克马。他嘱咐道,倘若自己发生不测,要给妻子一塔兰同作为嫁妆,并赠予卧室中的器物,再给女儿一塔兰同。他还留给妻子二十明那以及三十枚基齐库斯斯塔特金币。办完这些事并把副本留在家中之后,他便随斯拉绪鲁斯出征去了。当狄奥多托斯在以弗所阵亡后,迪奥盖同向其女儿隐瞒了其丈夫的死讯,并取走了他密封留下的文件,声称海运借款须凭这些凭据来收回。后来,随着时间推移,他向他们公布了死讯,待他们行过惯例的丧礼后,头一年他们便在比雷埃夫斯生活;因为一切生活必需品都留在了那里。当那些物资耗尽时,他把男孩们送回城里,并把他们的母亲改嫁出去,附赠了五千德拉克马的嫁妆,比她丈夫给的少了一千。此后第八年,当两名青年中年长者通过成年资格审查后,迪奥盖同将他们召来并宣称,他们的父亲只给他们留下了二十明那白银和三十枚斯塔特金币。“因此,为了你们的给养,我已经花去了自己许多的家产。只要我还有资力,我本不在意;但如今我自己亦身处困境。所以你既然已经通过了成年审查、成了成年男子,如今就该自己考虑从何处获取生活给养了。”听闻此言,他们震惊落泪,跑去母亲那里,又带上母亲来到我这里;他们因遭受这一变故而处境凄惨,狼狈地被扫地出门,哭泣着恳求我莫要坐视他们被剥夺父产、陷入赤贫,莫任由他们遭受最不该加害于他们的人之侮辱,而要看在其姐妹与他们自身的份上施以援手。要讲述当时在我家中笼罩着何等巨大的悲伤,那将是极冗长的言语。最后,他们的母亲央求并恳请我,将她的父亲和诸位友人召集在一起,并说:即便自己此前从未习惯在男人们面前开口讲话,灾难的严重性亦将迫使她向我们全盘陈明关于他们所遭侵害的始末。

语法注3 条
  1. 25ἀφανῆ οὐσίαν ... τῆς δὲ φανερᾶς

    雅典法律中财产分类的习惯用语:ἀφανὴς οὐσία(“隐性财产”)指货币、贵金属、借贷等动产;φανερὰ οὐσία(“显性财产”)指土地、房产等不动产。此处指兄弟二人瓜分了动产,而对不动产继续保持共有。

  2. 25χιλίαις ἔλαττον ὧν ὁ ἀνὴρ αὐτῆς ἔδωκεν

    χιλίαις 是表示差异程度的与格(“少一千德拉克马”)。ὧν 为比较属格,此处省去了先行词 τούτων,并将宾格关系代词 ἅ 吸引为属格,由 τούτων ὧν 紧缩为 ὧν。

  3. 25τελευτῶσα

    阴性现在分词 τελευτῶσα 作副词性惯用表达,意为“最后”、“终于”,修饰主句动词 ἠντιβόλει 与 ἱκέτευσε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:25#1