- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:25#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述叙者召集亲友举行质询,孩子的母亲当面出示文书证据,痛斥迪奥盖同侵吞巨额遗产并无情驱逐孤儿的行径,令在场众人泣不成声、默然动容。
ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν πραγμάτων. Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη. ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος. καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε, φησί, δεδιέναι, ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει, πέντε τάλαντα παρʼ αὐτοῦ παρακαταθήκην, καὶ περὶ τούτων ἐγὼ θέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι, ὅπου ἂν οὗτος λέγῃ· καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταναλίσκειν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν.1 ἔτι τοίνυν ἐξήλεγχεν αὐτὴ ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμὰς καὶ τούτων τὰ γράμματʼ ἀπέδειξεν. ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ βιβλίῳ ἐνεγκεῖν2 πρὸς αὐτήν. ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια, φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν. ἔπειτα σὺ ἐτόλμησας, ἔφη, εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας; ἅ περ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα· καὶ ἐκβάλλειν τούτους ἠξίωκας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου, οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων, ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν, ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο. καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας (καὶ ταῦτα μὲν καλῶς ποιεῖς), τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ. καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων. τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας οἷα ἦσαν πεπονθότες, ἀναμιμνησκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δέ, ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι· ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ.3
于是我前去向娶了他女儿的赫格蒙表达愤慨,并向其他亲友陈说此事,要求此人就产业账目接受查验。迪奥盖同起初不肯,但最终在友人逼迫下不得不就范。当我们聚齐之后,那女子质问他,究竟怀着怎样的心肠,竟以为能以这般态度对待孩子们,要知道他既是他们父亲的兄弟,又是我的父亲,既是他们的伯父,又是他们的外祖父。“哪怕你对任何人都不知羞耻,”她说,“你也应当敬畏诸神才是;当他出航时,你从他那里接受了五塔兰同作为信托存款。关于此事,我愿意让自己身旁立着这些孩子以及后来为我所生的子女,在此人指定的任何地方起誓。然而,我绝非如此卑劣、亦非如此看重金钱,以至于要指着自己的孩子发假誓来虚度余生,并不义地夺取〔我〕父亲的财产。”不仅如此,她还证实他已收回了七塔兰同又四千德拉克马的海运借款,并出示了相关的凭证;因为在搬迁时,当他从柯利图斯搬往斐德罗的住宅时,孩子们偶然发现了一本被丢弃的账册并交给了她。她还揭露他收回了以地产为抵押借出的计息贷款一百明那,以及另外两千德拉克马和贵重家具,并且每年还有粮食从赫尔松涅索斯运抵他们手中。“既然手握如此巨款,”她说,“那你怎敢声称他们的父亲只留下了两千德拉克马和三十枚斯塔特金币?而那恰恰是他去世时留给我、由我交给你的!你竟然忍心将这些身为外孙的孩子,仅穿着破旧短袍、赤着脚、没有随从、没有被褥、没有外衣、没有父亲留给他们的家具、也没有父亲存放在你那里的存款,就这样逐出他们自己的家门!如今,你让我继母所生的孩子们在丰厚资财中享尽安乐受教育(这倒做得很体面),却侵害我的孩子,急欲将他们受尽屈辱地逐出家门,由富家子变成乞丐。做出这等行径,你既不敬畏神明,亦不在深知底细的我面前感到羞愧,亦不念及兄弟之情,反将我们所有人看得不如金钱。”审判员诸公,那时,在听了那女子陈述的大量触目惊心之事后,在场的所有人被此人的所作所为和她的言辞深深震动;我们目睹孩子们所遭受的苦难,忆及亡者竟留下了这样一位配不上其家产的监护人,并深思要物色一个可托付自身财产之人是何等艰难——以致于,审判员诸公,在场者没有一个人能说得出话来,反而流着不亚于受难者的眼泪,默默散去。
- 25ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταναλίσκειν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν
与前面的 οὐχ οὕτως... οὐδʼ οὕτω 相呼应的 ὥστε + 不定式结果从句。由于逻辑主语与主句主语(ἐγώ)一致,分词 ἐπιορκήσασα 采用主格。κατὰ τῶν παίδων 指指着自己的孩子发假誓(使其承担背誓咒诅),其后连接 καταναλίσκειν 与平行的 ἀφελέσθαι。
- 25ἐνεγκεῖν
接在 ἐν γὰρ τῇ διοικίσει... 之后的间接引语不定式,依附于前句 ἀπέδειξεν 所蕴含的说明语意。其逻辑主语为宾格 τοὺς παῖδας,由分词 ἐπιτυχόντας 修饰,用以陈述账簿落入她手中的原委。
- 25ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ
呼应前文 οὕτω διετέθημεν 的 ὥστε 结果从句。不定式 δύνασθαι 的逻辑主语为宾格 μηδένα τῶν παρόντων,而后半句 ἀλλὰ ... οἴχεσθαι 中省略的主语则由宾格复数分词 δακρύοντας 与 ἀπιόντας 修饰并保持一致,生动呈现了在场者极度震撼之下无人言语、默然离去的场景。
