← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§21-24

控告迪奥盖同的前文与修辞学典范

哈利卡纳苏斯的狄奥尼修斯引用了吕西亚斯的演说《控告迪奥盖同》的案情概要与前文,并分析了该前文如何完全符合修辞学专著的规范,在亲属争讼中赢取听众的好感、理解与注意力,并塑造出谦抑的品格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια παιδία, διαθήκας ἐποιήσατο καταλιπὼν αὐτοῖς ἐπίτροπον τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. αὐτὸς μὲν οὖν ἐν Ἐφέσῳ μαχόμενος ἀποθνῄσκει, Διογείτων δὲ πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος καὶ ἐκ πολλῶν πάνυ χρημάτων οὐδὲν ἀποδείξας αὐτοῖς, ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων δοκιμασθέντος κακῆς ἐπιτροπῆς. λέγει δὲ κατʼ αὐτοῦ τὴν δίκην ὁ τῆς ἐκείνου μὲν θυγατριδῆς τῶν δὲ μειρακίων ἀδελφῆς ἀνήρ.

在伯罗奔尼撒战争中随斯拉绪鲁斯被征募的狄奥多托斯,于格劳基波斯任执政官之年即将扬帆前往亚洲之际,因有幼小的子女,便立下遗嘱,指定自己的兄弟迪奥盖同为他们的监护人,而此人既是孩子们的叔父,又是其外祖父。狄奥多托斯本人在以弗所作战时阵亡,而迪奥盖同经手了孤儿们的全部财产,在极其巨额的资财中却未向他们拿出任何东西;在此人依然在世之际,一位通过成年资格审查的年轻男子便就监护失职之罪对其提起诉讼。针对他发表诉讼演说的,则是迪奥盖同之外孙女、亦即那些年轻男子之姐妹的丈夫。

§22

προὔλαβον δὲ τὴν ὑπόθεσιν, ἵνα μᾶλλον γένηται καταφανές, εἰ μετρίᾳ καὶ προσηκούσῃ ἀρχῇ κέχρηται·

我预先交待这桩案件的概要,是为了让人们能更清楚地看出,他是否采用了一个适度且得体的前文:

§23

εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδὼς ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται. ἐπειδὴ μέντοι, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφʼ ὧν ἥκιστα ἐχρῆν ἐπʼ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. ἔχω δὲ τούτων μὲν ἀδελφὴν Διογείτονος δὲ θυγατριδῆν· καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισʼ αὐτοὺς τοῖς φίλοις ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι. ἐπειδὴ δὲ Διογείτων, ἃ φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλʼ ἠβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν1 καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων, ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου, ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια· εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι. ἐξ ἀρχῆς δʼ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι.

“审判员诸公,倘若争议之事不是这般重大,我绝不会允许他们来到你们面前,因为我认为与至亲争讼乃是极可耻之事,且我知道,在你们看来不仅行不义者为人鄙劣,即便是那些遭受亲属侵害却不能忍耐之人,亦同样被视为鄙劣。然而,审判员诸公,鉴于他们被剥夺了巨额财产,在遭受了本最不当侵害他们之人诸多可怕的折磨之后,投奔到身为姻亲的我这里,我便有了替他们陈辞的必要。我娶了他们的姐妹、亦即迪奥盖同的外孙女;在向双方多次请求之后,我起初说服他们将仲裁托付给友人,因为我极其重视不让任何外人得知他们的事务。然而,既然迪奥盖同对于已被明白查实为其所占有之事,不敢听从其自身友人的任何劝告,反而宁愿规避诉讼并提起莫须有的诉讼,甘冒极大的风险,也不愿行正义之事以摆脱与他们之间的指控,因此我恳求你们:如果我能证明他们受其外祖父监护之可耻,乃是城邦中从未有人甚至在毫无亲属关系之人手中所曾遭受过的,就请按正义协助他们;如若不然,则请在一切事上相信此人,并在今后的岁月里将我们视为卑劣之徒。我将尝试从头向你们说明关于这些事的始末。”

§24

τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. ἅπαντες γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν πρὸς οἰκείους ὁ ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. κελεύουσίν τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν καὶ ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων. ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ. δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. ταῦθʼ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπʼ ἀρχῆς καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατευθὺ ἀπʼ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς ὁ Λυσίας. καὶ πρόσεστι τούτοις τὸ λεῖον τῆς ἑρμηνείας καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς, ὧν μάλιστα δεῖ τοῖς ὑπʼ οἰκείων προοιμιαζομένοις.2 ἄξιον δὲ καὶ τὴν διήγησιν ὡς ᾠκονόμηται καταμαθεῖν. ἔχει δὲ οὕτως·

这篇前文具备了一篇前文应当具备的一切美德。倘若将修辞学专著中的准则与它并置对照,便可一目了然。因为所有编撰修辞专著之人想必都会嘱咐:凡与亲属打官司时,当留意莫让原告显得奸恶或好讼。他们要求首先将指控与诉讼的双重责任推归对方,并陈明:不义之行极为重大,无法以温和态度予以忍受;诉讼乃是为了关系更为亲近、孤立无援且更不应被忽视之人,若不协助他们,自身将显得更为恶劣;此外,在向对方提出和解、将事项托付友人并容忍尽可能的让步之后,却未能获得任何合情合理的结果。修辞著作的撰写者们告诫要践行这些,以便让说话者的品格显得更为谦抑。这能够为他们争取到好感,乃是修辞构建中最为有力的部分。我见这一切皆通过这篇前文得以达成。再者,为了使听众易于理解,他们指示要概括案情而予以言说,以免审判员对案件概要一无所知,并且从一开始就确立与将要陈述之事相适应的前文,在给出案情范例后尝试直接由修辞三段论切入。这篇前文确实亦兼备了这些特征。此外,关于引人注目,他们大体做出了如下理论规定:凡意欲令听众全神贯注之人,既当言说令人惊奇和出乎意料之事,亦当恳求审判员倾听。显然,吕西亚斯亦做到了这些。除这些之外,尚有表达的圆融与结构的质朴,而这正是由亲属遭受侵害而作前文之人最为需要的。考察叙事是如何被编排布置的,亦是十分值得的。其内容如下:

语法注2 条
  1. 23καὶ μὴ οὔσας διώκειν

    此句与前文之 φεύγειν δίκας(规避诉讼/作为被告逃避应诉)形成对比,διώκειν 意为“作为原告追诉/提起诉讼”,省去了宾语 δίκας,故 μὴ οὔσας 修饰隐含义的诉讼,指“提起莫须有(不存在/无事实根据)的诉讼”。这生动刻画了迪奥盖同既逃避确凿指控、又恶意提起虚假诉讼以行拖延的顽劣行径。

  2. 24ὦν μάλιστα δεῖ τοῖς ὑπʼ οἰκείων προοιμιαζομένοις

    非人称动词 δεῖ 支配表示所需事物的属格 ὦν(其先行词为前文的 τὸ λεῖον 与 τὸ ἀφελές)以及表示需要主体的与格分词 τοῖς ... προοιμιαζομένοις。介词短语 ὑπʼ οἰκείων 含有被动意义的施事或渊源,意指“在遭受亲属侵害(或因受亲族之害)而作前言的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:21-24