- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞美了吕西亚斯在叙事部分无与伦比的简炼与说服力,指明他在事实论证与品格刻画(ethos)上的卓越以及在唤起情感(pathos)上的欠缺,并进而选取《控告迪奥盖同》一篇进行具体检验。
ἐν δὲ τῷ διηγεῖσθαι τὰ πράγματα, ὅπερ οἶμαι μέρος πλείστης δεῖται φροντίδος καὶ φυλακῆς, ἀναμφιλόγως ἡγοῦμαι κράτιστον αὐτὸν εἶναι πάντων ῥητόρων, ὅρον τε καὶ κανόνα τῆς ἰδέας ταύτης αὐτὸν ἀποφαίνομαι. οἴομαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. καὶ γὰρ τὸ σύντομον μάλιστα αὗται ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήθʼ ὅλην διήγησιν μηδεμίαν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι· τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην τὰ λεγόμενα καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας εἴτʼ ἀληθῆ ὄντα εἴτε πεπλασμένα. ὥσθʼ ὅπερ Ὅμηρος ἐπαινῶν τὸν Ὀδυσσέα ὡς πιθανὸν εἰπεῖν1 καὶ πλάσασθαι τὰ μὴ γενόμενα εἴρηκε, τοῦτό μοι δοκεῖ κἂν ἐπὶ Λυσίου τις εἰπεῖν· "εἶσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα." πᾶσί τε καὶ παντὸς μάλιστα τοῦτο παρεκελευσάμην ἀσκεῖν τὸ μέρος ἐν τοῖς Λυσίου παραδείγμασι ποιουμένους τὰς γυμνασίας. κράτιστα γὰρ ἂν ἀποδείξαιτο ταύτην τὴν ἰδέαν ὁ μάλιστα τοῦτον τὸν ἄνδρα μιμησάμενος. ἐν δὲ τῷ πιστοῦσθαι τὰ πράγματα τοιοῦτός τις ὁ ἀνήρ ἐστιν.
在叙述案情方面——我认为这一部分最需要深思与戒慎——我无可争议地认为他在所有演说家中最为杰出,并断言他是这一门类的准则与规范。我也认为,诸修辞专著中凡谈及叙事而有可称道之处者,其规诫与取资之处,无不主要是取自吕西亚斯所撰写的篇章。盖这些叙事最兼具简炼与明晰,悦人耳目非他者可比,极富说服力,同时暗中随带确信,以致无论整篇叙事还是其任何局部,皆不易被发觉虚妄或缺乏说服力;其言辞具有如此深厚的说服力与魅力,以至于无论所言属实抑或虚构,听者皆浑然不觉。因此,荷马称赞奥德修斯善于精妙言说并虚构未曾发生之事时所说的那句话,在我看来亦可由人用来评述吕西亚斯: “他讲述了许多谎言,却让它们宛如真事。” 我已向所有人建议,应当高于一切地磨砺这一部分,在吕西亚斯的范例中进行操练。因为凡最能摹仿此人者,必能最出色地展现这一部分。 在确证案情方面,此人的表现如下。
ἄρξομαι δὲ ἀπὸ τῶν καλουμένων ἐντέχνων πίστεων καὶ χωρὶς ὑπὲρ ἑκάστου μέρους διαλέξομαι. τριχῇ δὴ νενεμημένων τούτων εἴς τε τὸ πρᾶγμα καὶ τὸ πάθος καὶ τὸ ἦθος τὰ μὲν ἐκ τοῦ πράγματος οὐδενὸς χεῖρον εὑρεῖν τε καὶ ἐξειπεῖν δύναται Λυσίας. καὶ γὰρ τοῦ εἰκότος ἄριστος ὁ ἀνὴρ εἰκαστὴς καὶ τοῦ παραδείγματος, πῇ τε ὅμοιον εἶναι πέφυκε καὶ πῇ διαφέρον, ἀκριβέστατος κριτὴς τά τε σημεῖα διελεῖν τὰ παρεπόμενα τοῖς πράγμασι καὶ εἰς τεκμηρίων δόξαν ἀγαγεῖν δυνατώτατος. καὶ τὰς ἐκ τῶν ἠθῶν γε πίστεις ἀξιολόγως πάνυ κατασκευάζειν ἔμοιγε δοκεῖ. πολλάκις μὲν γὰρ ἐκ τοῦ βίου καὶ τῆς φύσεως, πολλάκις δʼ ἐκ τῶν προτέρων πράξεων καὶ προαιρέσεων ἀξιόπιστα κατασκευάζει τὰ ἤθη. ὅταν δὲ μηδεμίαν ἀφορμὴν τοιαύτην λάβῃ παρὰ τῶν πραγμάτων, αὐτὸς ἠθοποιεῖ καὶ κατασκευάζει τὰ πρόσωπα τῷ λόγῳ πιστὰ καὶ χρηστά, προαιρέσεις τε αὐτοῖς ἀστείας ὑποτιθεὶς καὶ πάθη μέτρια προσάπτων καὶ λόγους ἐπιεικεῖς ἀποδιδοὺς καὶ ταῖς τύχαις ἀκόλουθα φρονοῦντας εἰσάγων καὶ ἐπὶ μὲν τοῖς ἀδίκοις ἀχθομένους καὶ λόγοις καὶ ἔργοις, τὰ δὲ δίκαια προαιρουμένους ποιῶν καὶ πάντα τὰ παραπλήσια τούτοις, ἐξ ὧν ἐπιεικὲς ἂν καὶ μέτριον ἦθος φανείη, κατασκευάζων. περὶ δὲ τὰ πάθη μαλακώτερός ἐστι καὶ οὔτε αὐξήσεις οὔτε δεινώσεις οὔτε οἴκτους οὔθʼ ὅσα τούτοις ἐστὶ παραπλήσια νεανικῶς πάνυ καὶ ἐρρωμένως κατασκευάσαι δυνατός. οὐ δεῖ δὴ ταῦτα ἐπιζητεῖν παρὰ Λυσίου. κἀν τοῖς ἐπιλόγοις δὲ τὸ μὲν ἀνακεφαλαιωτικὸν τῶν ῥηθέντων μέρος μετρίως τε καὶ χαριέντως ἀπαριθμεῖ, τὸ δὲ παθητικὸν ἐκεῖνο, ἐν ᾧ παράκλησίς τε καὶ ἔλεος καὶ δέησις καὶ τὰ τούτοις ἀδελφὰ ἔνεστι, τοῦ προσήκοντος ἐνδεεστέρως ἀποδίδωσι.
我将从所谓的技艺性证明起始,并就每一个组成部分分别展开论述。在这些证明三分于案情、情感与品格之际,吕西亚斯在发现与阐发源于案情本身的证明方面绝不逊于任何人。因为此人是对盖然性最擅推断之人,亦是对范例在何处具有自然相似性、在何处存在差异的最精确评判者,且最擅长辨析伴随案情出现的征兆,并将其提升至确凿证据的威信。在我看来,他也极其出色地构建了源于品格的证明。盖他常常依据生平与天性,又常常依据以往的行迹与抉择,将品格塑造得切实可信。而当他未能从案情本身获得任何此类凭借时,他便自行刻画品格,并通过言辞将人物塑造得可信而善良:赋予他们文雅的抉择,附加上适度的情感,分配以谦抑的言辞,引介他们秉持符合其境遇的志向,使他们对不义的言行感到愤懑而对正义之事心怀抉择,并营建一切与此相类、足以显现谦抑节制品格的事物。然而在情感方面,他则较为软弱,既无力以极富活力和强劲有力的方式营建夸张、愤激与哀怜,亦无力营建任何与此相类的情感。因此,决不可向吕西亚斯苛求这些。即便在结语中,他固然能适度而优雅地枚举综述已陈之事的部分,但对那个包含劝勉、怜悯、祈求以及与此同类诸事的动情部分,其表现却较应有水准有所欠缺。
τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ.2 εἰ δέ τις ἄλλα παρὰ ταῦτα ἔγνωκεν, λεγέτω· κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ χάριν εἴσομαι. ἵνα δὲ βέλτιον τῷ βουλομένῳ ἐγγένηται μαθεῖν, εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν ἐξέτασιν ἐπὶ τῶν ὑπʼ ἐκείνου γραφέντων ποιήσομαι προχειρισάμενός τε ἕνα λόγον (οὐ γὰρ ἐγχωρεῖ πολλοῖς χρῆσθαι παραδείγμασιν) ἐξ ἐκείνου τήν τε προαίρεσιν καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα.3 ἔστι δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος κατὰ Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε·
吕西亚斯的风格特征,正如我关于他所持的见解,确乎便是如此。若有人持不同见解,尽可言明;倘其见解更具说服力,我将深表谢意。但为了让有意者能更好地明了我们确信这些是正确且恰当的,抑或我们在评断上完全失当,我将基于他所撰写的作品进行检验;在选出一篇演说之后(因为不可能运用诸多范例),我将据此阐明此人的意图与力量,盖我认为对于受过良好教养且持重的心智而言,以小见大、以寡见众已然足矣。这篇演说是监护案件中的一篇,题为《控告迪奥盖同》,其案情概要如下:
- 18ὥσθʼ ὅπερ Ὅμηρος ἐπαινῶν τὸν Ὀδυσσέα ὡς πιθανὸν εἰπεῖν καὶ πλάσασθαι τὰ μὴ γενόμενα εἴρηκε, τοῦτό μοι δοκεῖ κἂν ἐπὶ Λυσίου τις εἰπεῖν
此句以 ὅπερ... τοῦτο(“凡……者,此正……”)的呼应为骨架。主句中 κἂν(καὶ ἄν)与不定式 εἰπεῖν 结合,充当以主格 τις 为主语的人称动词 δοκεῖ 的补足成分,表达潜在可能(“在我看来,人们亦可就……说出此话”)。ὡς 伴随分词 ἐπαινῶν 说明赞美的缘由,后接并列不定式 εἰπεῖν 与 πλάσασθαι,二者共同支配宾语 τὰ μὴ γενόμενα。
- 20ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ
副词 ὡς(具关系词性质)与动词 ἔχω 支配表示状态或性质的属格 δόξης,构成惯用表达(ἔχειν 伴属格表示“处于……的状态”),意为“正如我对他就意见而言所持的状态”,即“依我关于他所持的见解”。
- 20μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα
不定式 γενέσθαι 的主语是中性复数形式 μικρά 与 ὀλίγα,述语名词为 δείγματα(证据、范例)。属格 μεγάλων 与 πολλῶν 依附于 δείγματα,作说明性属格或宾格性属格(“重大之事的微小凭证,众多之事的稀少凭证”)。
