- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:16-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将论题由文体转向演说门类与篇章结构部分,指出吕西亚斯长于法庭演说,且在序言的构思与多变性上展现出无与伦比的造诣。
ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη.1 τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου καὶ τρία περιειληφότος διάφορα τοῖς τέλεσι γένη, τό τε δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ καλούμενον ἐπιδεικτικὸν ἢ πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ὁ ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι. κἀν τούτοις δὲ αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, ἢ τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. ὁ βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων ἢ ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα περί τε προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι καὶ δηλώσω, ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ὁ ἀνήρ. διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατʼ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.
在交代了关于美德与基本要素的论述之后,我现在也将就政治技艺所包含的理论考察之门类予以论述。修辞言说三分其类,包含了依目的而相异的三种门类,即法庭性的、审议性的,以及所谓的展示性或节庆性的;此人在所有这些门类中皆值得称道,尤以在法庭论争中为甚。即便是置身于法庭演说之中,他在精妙陈述细小、反常与棘手之事方面,亦胜过有力地言说庄严、重大与平易之事。凡欲精准领会吕西亚斯之力量者,当从其法庭演说而非节庆演说与审议演说中予以考察。为了使我也能就言说的各个组成部分陈述适宜之见,我将搁置这些门类,转而探讨序言、叙事以及言说的其他部分,并阐明此人在每一个部分中表现如何。我将依从伊索克拉底及受其规范之同道所认可的划分方式,从序言起始。
φημὶ δὴ πάντων δεξιώτατον εἶναι τὸν ῥήτορα κατὰ τὰς εἰσβολὰς τῶν λόγων καὶ χαριέστατον, ἐννοούμενος, ὅτι ἄρξασθαι μὲν καλῶς οὐ ῥᾴδιόν ἐστιν, εἰ δή τις τῇ προσηκούσῃ χρῆσθαι βούλοιτο ἀρχῇ καὶ μὴ τὸν ἐπιτυχόντα λόγον εἰπεῖν (οὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλʼ ὃ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἢ ἐπὶ πρώτου ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον),2 ὁρῶν δὲ τὸν ῥήτορα πᾶσι κεχρημένον, οἷς τέχναι τε παραγγέλλουσι καὶ τὰ πράγματα βούλεται. τότε μὲν γὰρ ἀπὸ τοῦ ἰδίου ἐπαίνου λέγων αὐτὸς ἄρχεται, τότε δὲ ἀπὸ τῆς διαβολῆς τοῦ ἀντιδίκου, εἰ δὲ τύχοι αὐτὸς προδιαβληθείς, τὰς αἰτίας πρῶτον ἀπολύεται τὰς καθʼ αὑτοῦ· τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα ὑποδείκνυσι· τότε δὲ ὡς κοινὰ τὰ πράγματα καὶ ἀναγκαῖα πᾶσι καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν ἐπὶ τὴν πρόθεσιν ἐπείγεται, διʼ ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον ἐπὶ τὴν διήγησιν καθίσταται· καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ ἡ πρόθεσις, ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο. καὶ ἀπροοιμιάστως ποτὲ εἰσέβαλε τὴν διήγησιν ἀρχὴν λαβών. καὶ οὐκ ἄψυχος οὐδʼ ἀκίνητός ἐστι περὶ ταύτην τὴν ἰδέαν· μάλιστα δʼ ἄν τις αὐτοῦ θαυμάσειε τὴν ἐν τοῖς προοιμίοις δύναμιν, ἐνθυμηθεὶς ὅτι διακοσίων οὐκ ἐλάττους δικανικοὺς γράψας λόγους ἐν οὐδενὶ πέφηνεν οὔτε ἀπιθάνως προοιμιαζόμενος οὔτε ἀπηρτημένῃ τῶν πραγμάτων ἀρχῇ χρώμενος, ἀλλʼ οὐδὲ τοῖς ἐνθυμήμασιν ἐπιβέβληκε τοῖς αὐτοῖς οὐδʼ ἐπὶ τὰς αὐτὰς κατενήνεκται διανοίας. καίτοι γε τοῦτο καὶ οἱ λόγους ὀλίγους γράψαντες εὑρίσκονται πεπονθότες, λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις·3 ἐῶ γὰρ ὅτι καὶ τὰ παρʼ ἑτέροις εἰρημένα λαμβάνοντες ὀλίγου δεῖν πάντες οὐκ ἐν αἰσχύνῃ τίθενται τὸ ἔργον. οὑτοσὶ δὲ καινὸς ὁ ῥήτωρ ἐστὶ καθʼ ἕκαστον τῶν λόγων κατά γε οὖν τὰς εἰσβολὰς καὶ τὰ προοίμια καὶ δυνατός, ὃ βούλοιτο, διαπράξασθαι· οὔτε γὰρ εὔνοιαν κινῆσαι βουλόμενος οὔτε προσοχὴν οὔτε εὐμάθειαν ἀτυχήσειεν ἄν ποτε τοῦ σκοποῦ. κατὰ μὲν δὴ ταύτην τὴν ἰδέαν ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον αὐτὸν ἀποφαίνομαι.
我断言,这位演说家在言论的开端处最显练达,亦最具魅力;我之所以如此断言,盖因考虑到若真欲运用适宜的开端而不作随意之言,则欲有一个精妙的起始绝非易事(因为并非凡属首先说出的即是开端与序言,唯有对所提出的言说而言、在开端处最能发挥无可替代之效用者,方得称为开端与序言),亦因见及这位演说家动用了一切为修辞规程所吩咐、为案情本身所要求的手段。有时,他从陈说自我赞誉起始,有时则从毁谤对手起始;若他本人恰好预先蒙受诽谤,他便首先洗清加诸自身的罪责。有时,他赞美并奉承审判官,使他们亲睦于自身及案情;有时,他点明自身的孱弱与对手的贪得无厌,以及这场争讼对双方而言并非处于均等之势。有时,他声称该事件关乎众人、切合万民,不当为听众所漠视;有时,他又建构起其他足以利己并削弱对手的论点。他以简炼素朴的方式,借助端正的心思、适时的格言与适度的论证融会这些要素,随即急进于题旨阐明;通过这一阐明,他预先宣示了将在求证部分陈述的内容,并使听者对随后的言说做好受教领会的准备,从而顺理成章地进入叙事。而题旨阐明在他那里多半构成了两部分的分界,但他也曾仅由此题旨起始,甚至曾毫无序言地径直以叙事作为开端切入。关于这部分,他绝非毫无生机,亦非僵化呆板;倘若念及他撰写的法庭演说不少于两百篇,却未曾见他在任何一篇中作无说服力的开场,亦未曾见他采用脱离实情的起首,更未曾诉诸相同的论据,亦未曾滑向相同的心思,人们当最叹服其在序言中的力量。然而,即便是那些撰写篇数寥寥之人,人们也发现他们罹患此病,我指的是诉诸相同的论题(更遑论几乎所有人皆取用他人之辞,却不以为耻)。然而这位演说家在每一篇言论中——至少在开篇与序言方面——皆推陈出新,并有能力实现所愿;盖无论他意欲激发善意、专注抑或领悟力,皆绝不致偏离其目标。因此,在这项组成部分上,我判定他要么居于首位,要么绝不逊于任何人。
- 16ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη
先行词 θεωρήμασιν 被纳入关系从句之中,与关系代词/形容词 οἷς 同化。其底层句法结构相当于 ἐρῶ νῦν καὶ περὶ τοῦ γένους τῶν θεωρημάτων, ἐν οἷς ἐστιν ἡ πολιτικὴ τέχνη(“论及政治技艺所包含的那些理论考察之门类”)。
- 17οὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλʼ ὃ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἢ ἐπὶ πρώτου ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον
该句以 οὐ... ἀλλʼ...(不是……而是……)为对比骨架。关系从句 ὃ ... ὠφελήσειε(希求法表普遍潜在条件)由随后的指示代名词 τοῦτο 加以承接概括,作为主语指向表语名词 ἀρχή τε καὶ προοίμιον(系动词 ἐστί 被省略)。
- 17λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις
带冠词不定式短语 τὸ ... ἐπιβαλεῖν 作为前文 τοῦτο(“遭受此病”)的同位语,用于具体阐明其所指内容。短语 λέγω δὲ... 属于习惯表达,用来引入补充说明(“我指的是……”)。
