← 哈利卡纳苏斯的狄奥尼修斯

论吕西亚斯

§14-15

驳泰奥弗拉斯托斯及对发明与编排的评价

哈利卡纳苏斯的狄奥尼修斯驳斥了泰奥弗拉斯托斯根据为尼基阿斯辩护之伪作而将吕西亚斯斥为过度追求修辞修饰的观点,随后转向吕西亚斯的内容与构思特质,赞赏其发明论据的卓越才能,同时指出其在论据编排与推演上的简朴,建议读者向其他演说家汲取编排之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

καὶ θαυμάζειν ἄξιον, τί δή ποτε παθὼν1 ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἴεται ζηλωτὴν γενέσθαι λόγων καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν. ἐν γοῦν τοῖς Περὶ λέξεως γραφεῖσι τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὤν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς. κωλύσει δʼ οὐδὲν ἴσως καὶ τὴν λέξιν αὐτὴν θεῖναι τὴν Θεοφράστου. ἔστι δὲ ἥδε· ἀντίθεσις δʼ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον παιδιῶδες καὶ καθαπερεὶ ποίημα· διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. φαίνεται γὰρ ἀπρεπὲς σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν· ἐκλύει γὰρ τὸν ἀκροατήν. οἷον ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν· Ἑλλήνων κλαίω ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες ἀνακαλοῦντές τε συγγένειαν, εὐμένειαν. ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἄν ἐπιτιμήσεως ἀξιοῖτο χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥς περ ἔστιν, ὁ κατηγορῶν, ἃ μὴ προσῆκε, τοῦ ἀνδρὸς μεμπτότερος. ὅτι δὲ οὐκ ἔγραψε Λυσίας τὸν ὑπὲρ Νικίου λόγον οὐδʼ ἔστιν οὔτε τῆς ψυχῆς οὔτε τῆς λέξεως ἐκείνης τὸ γράμμα, πολλοῖς πάνυ τεκμηρίοις ἀποδεῖξαι δυνάμενος οὐκ ἔχω καιρὸν ἐν τῷ παρόντι λόγῳ. ἰδίαν δὲ περὶ τοῦ ῥήτορος πραγματείαν συνταττόμενος, ἐν ᾗ τά τε ἄλλα δηλωθήσεταί μοι καὶ τίνες εἰσὶν αὐτοῦ λόγοι γνήσιοι, τὴν ἀκρίβειαν ἐν ἐκείνοις καὶ περὶ τοῦδε ἀποδοῦναι πειράσομαι τοῦ λόγου.

而令人大感惊异的是,泰奥弗拉斯托斯究竟是出于何种念头,竟认为他成了粗俗而过度修饰之言辞的追奉者,且追求诗意甚于真实。至少在《论措辞》一书中,他在指责其他热衷于对仗、对偶、类音及类似修辞格式之人的同时,确实也将吕西亚斯列入其中,并引用了雅典将领尼基阿斯身为战俘时在叙拉古人面前所发表的辩明演说,将其视作由这位演说家所撰写。将泰奥弗拉斯托斯的原话列于此处,或许亦无不可。其文如下: “对仗有三种情形:当相反之事附加述定于同一主体,或相同之事述定于相反主体,或相反之事述定于相反主体之时。盖其得以联结之方式凡此种种。而在这些对仗中,句式等长与读音相似乃是儿戏之态,宛如作诗;故而更不适用于严肃之论述。盖在致力于严肃事实之时以言辞戏耍,并藉由措辞剥夺其激情,实显不当;因其会使听者懈怠。正如吕西亚斯在尼基阿斯的自辩中欲引发怜悯时所言:‘希腊人未战于陆、未战于海而招致的毁灭,我为之垂泣,他们自身作为神明的哀求者端坐,却揭露你们为誓言的背叛者,呼唤着同族之谊与善意。’” 盖若吕西亚斯确曾写下这些话,他在不适宜的关头弄巧作态,被视为理当受谴责固属应当。但若该演说如其事实那般出自他人之手,那么将不当之辞加于此人的指责者则更当受咎。吕西亚斯并未撰写为尼基阿斯辩护的演说,那篇文字亦绝非出自那种心灵与那种措辞,我虽能以极为繁多的证据予以证明,但在当下的论述中并无此机缘。然而,当我就这位演说家撰写专论——在其中我将阐明其他事宜以及哪些演说是他的真作——之时,我将尝试在彼处就这篇演说亦提供严谨的论析。

§15

νυνὶ δὲ περὶ τῶν ἑξῆς διαλέξομαι, τίς ὁ πραγματικός ἐστι Λυσίου χαρακτήρ, ἐπειδὴ τὸν ὑπὲρ τῆς λέξεως λόγον ἀποδέδωκα· τουτὶ γὰρ ἔτι λείπεται τὸ μέρος. εὑρετικὸς γάρ ἐστι τῶν ἐν τοῖς πράγμασιν ἐνόντων λόγων ὁ ἀνήρ, οὐ μόνον ὧν ἅπαντες ἂν εὕροιμεν, ἀλλὰ καὶ ὧν μηθείς. οὐδὲν γὰρ ἁπλῶς Λυσίας παραλείπει τῶν στοιχείων, ἐξ ὧν οἱ λόγοι, οὐ τὰ πρόσωπα, οὐ τὰ πράγματα, οὐκ αὐτὰς τὰς πράξεις, οὐ τρόπους τε καὶ αἰτίας αὐτῶν, οὐ καιρούς, οὐ χρόνους, οὐ τόπους, οὐ τὰς ἑκάστου τούτων διαφορὰς ἄχρι τῆς εἰς ἐλάχιστον τομῆς, ἀλλʼ ἐξ ἁπάσης θεωρίας καὶ παντὸς μερισμοῦ τὰς οἰκείας ἀφορμὰς ἐκλέγει. δηλοῦσι δὲ μάλιστα τὴν δεινότητα τῆς εὑρέσεως αὐτοῦ οἵ τε ἀμάρτυροι τῶν λόγων καὶ οἱ περὶ τὰς παραδόξους συνταχθέντες ὑποθέσεις, ἐν οἷς πλεῖστα καὶ κάλλιστα ἐνθυμήματα λέγει καὶ τὰ πάνυ δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα εὔπορα καὶ δυνατὰ φαίνεσθαι ποιεῖ,2 κριτικὸς ὧν δεῖ λέγειν καὶ ὅτε μὴ πᾶσιν ἐξῆν χρῆσθαι τοῖς εὑρεθεῖσι, τῶν κρατίστων δὲ καὶ κυριωτάτων ἐκλεκτικός, εἰ μὴ καὶ μάλιστα τῶν ἄλλων ῥητόρων, οὐδενός γε ἧττον. τάξει δὲ ἁπλῇ τινι κέχρηται τῶν πραγμάτων καὶ τὰ πολλὰ ὁμοειδεῖ, καὶ περὶ τὰς ἐξεργασίας τῶν ἐπιχειρημάτων ἀφελής τις καὶ ἀπερίεργός ἐστιν· οὔτε γὰρ προκατασκευαῖς οὔτʼ ἐφόδοις οὔτε μερισμοῖς οὔτε ποικιλίαις σχημάτων οὔτε ταῖς ἄλλαις ταῖς τοιαύταις πανουργίαις εὑρίσκεται. χρώμενος,. ἀλλʼ ἔστιν ἀπέριττός τις ἐλευθέριός τε καὶ ἀπόνηρος οἰκονομῆσαι τὰ εὑρεθέντα.3 ἐκ δὴ τούτων παρακελεύομαι τοῖς ἀναγινώσκουσιν αὐτὸν τὴν μὲν εὕρεσιν τῶν ἐνθυμημάτων καὶ τὴν κρίσιν ζηλοῦν, τὴν δὲ τάξιν καὶ τὴν ἐργασίαν αὐτῶν, ἐνδεεστέραν οὖσαν τοῦ προσήκοντος, μὴ ἀποδέχεσθαι τοῦ ἀνδρός, ἀλλὰ παρʼ ἑτέρων, οἳ κρείττους οἰκονομῆσαι τὰ εὑρεθέντα ἐγένοντο, περὶ ὧν ὕστερον ἐρῶ, τοῦτο τὸ στοιχεῖον λαμβάνειν.

如今,既然我已交代了关于措辞的论述,我将探讨紧随其后的议题,即吕西亚斯在内容处理上的特征究竟为何;因为这部分尚待论述。盖此人极擅于发现事实中蕴含的论据,不仅包括我们所有人皆能发现者,亦包括无人能发现者。吕西亚斯对构成言论的诸要素绝无丝毫遗漏:无论是人物、事实、行为本身,还是其方式与动因、时机、时间、地点,乃至其中每一项细至极微的差异,他皆不遗落,而是从一切审视与一切剖析中拣选适宜的凭借。而那些缺乏证人的演说以及围绕非常规论题所撰写的演说,最能彰显他构思发现之卓绝,在其中他陈述了最多且最精妙的推论,并使旁人看来全然棘手且不可能之事显得易行且可能;他审断何者当言,且在无法运用全部所发现之论据时,能遴选最有力且最关键者,即使未必冠绝其他演说家,亦绝不逊于任何人。然而在事实的编排上,他运用了一种简朴且大体单一的方式,且在论证的推演阐发方面颇显朴素而无繁饰;因为人们未能发现他运用铺垫预设、迂回切入、细密分割、辞格变化或诸如此类的任何其他技巧手段。相反,他在编排所发现之论据方面乃是素朴、自在且无所弄巧的。因此,基于这些缘由,我劝诫阅读他的人,应当效法其推论之构思与审断力,但关于论据之编排与推演,因其不及应有之水准,切莫从此人处采纳,而当从其他更善于编排所发现之论据的人——关于他们我随后将予论述——那里汲取这一要素。

语法注3 条
  1. 14τί δή ποτε παθὼν

    疑问词与分词 παθών 结合的习用表达,意为“究竟出于何种想法/究竟着了什么魔”。常用于对某人的动机或想法表示不解与惊异。

  2. 15τὰ πάνυ δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα εὔπορα καὶ δυνατὰ φαίνεσθαι ποιεῖ

    由动词 ποιεῖ 支配的多重嵌套结构:宾语为实体化分词短语 τὰ πάνυ δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα(“在其他人看来完全棘手且不可能之事”),宾语补足语为不定式短语 εὔπορα καὶ δυνατὰ φαίνεσθαι(“显得易行且可能”)。

  3. 15οἰκονομῆσαι τὰ εὑρεθέντα

    不定式 οἰκονομῆσαι 用作解释性(限定性)不定式,修饰前面的三个形容词 ἀπέριττος(素朴的)、ἐλευθέριος(自在的)、ἀπόνηρος(无矫饰的),表示“在编排所发现之论据方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:14-15