- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:12-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者凭借措辞的神采与年代考证,判定传统上归在吕西亚斯名下的涉及伊菲克拉特斯的演说实系伪作,并在最后总结了吕西亚斯文风的美德与其局限。
τεκμηρίῳ γʼ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος ἢ τῷ καθʼ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους, ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου,1 καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου. ὧν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος, ὃν οἶδʼ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. οὗτος μέντοι ὁ λόγος ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων ἄχαρίς ἐστι καὶ πολλοῦ δεῖ2 τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα. μάλιστα δʼ ἐγένετό μοι καταφανὴς ὅτι οὐχ ὑπʼ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφʼ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης ἰδιώτης γίνεται καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότʼ ἔτεσιν ἑπτὰ πρότερον τετελευτηκότος τῆς γραφῆς Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς διʼ ὑποψίας ἔλαβον οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές· οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι ῥήτορος οἱ περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις ἔχοιμʼ ἂν εἰπεῖν· ἡ γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν. εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος, ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. ἀλλʼ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.
因此,仅凭他所言之事皆以悦人之趣表达这一无与伦比的确证,对于许多归在他名下、被大众确信为吕西亚斯最真实的作品且在其他方面绝非不当的演说,我早在怀疑并审验之后便发现它们并非出自吕西亚斯之手,因为它们并未显现吕西亚斯式的神采,亦不具备那种措辞所特有的流利顺畅。其中便包括关于伊菲克拉特斯雕像的那篇演说,我知道许多人甚至会将其视为他才能的特征与准绳。然而,这篇演说在词句表达上虽显强劲有力,在论点构思上亦极尽精巧,且具备诸多其他美德,却毫无神采,绝未显现吕西亚斯式的言谈风貌。而当我推算年代时,它绝非出自那位演说家之手便对我而言昭然若揭了。因为若有人假定吕西亚斯活到八十岁、在尼康或瑙西尼库斯担任执政官期间去世,那么这位演说家的去世将比该法令的起诉整整早了七年。盖正是在雅典人、斯巴达人与波斯大王缔结和约的阿尔基斯忒涅斯执政官之后,伊菲克拉特斯交出军权成为平民,关于雕像一事便发生在那时,即在起诉前七年吕西亚斯便已去世,早于为伊菲克拉特斯撰写这场诉讼之前。同样地,关于那篇亦归在吕西亚斯名下的当事人自辩演说,尽管在内容上绝非不当,在字句上亦绝非软弱,我因其措辞之上未绽放吕西亚斯式的神采而将其列入怀疑;在比对年代之后,我发现它比这位演说家的去世不仅晚了几年,而是整整二十年。因为正是在同盟战争期间,伊菲克拉特斯参与了弹劾审判并接受了将军之职的决算审查,正如从演说本身即可昭然若揭;而这场战争正是发生在阿加托克利斯与埃尔皮尼斯担任执政官之时。因此,关于雕像与背叛的这些演说究竟出自哪位演说家,我尚无法断言。但根据许多证据我可以指出,两篇皆出自同一人之手;盖两者显现出同样的志趣与才能,关于这些目前尚非细察的时机。我推测它们出自伊菲克拉特斯本人;因为此人在战事上骁勇,在言辞上亦不可小觑,两篇演说的措辞皆带有极浓重的粗粝与军伍气息,显现出的并非修辞上的机敏,而是军人的自负与夸诞。但关于这些,将在别处作更详尽的阐明。
ἀνιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα, ὅτι κράτιστόν ἐστι3 τῶν Λυσίου ἔργων καὶ χαρακτηρικώτατον τῆς δυνάμεως ἡ κοσμοῦσά τε καὶ ἀνθίζουσα τὴν λέξιν αὐτοῦ χάρις, ἣν οὔθʼ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὐθεὶς οὔτε εἰς ἄκρον ἐμιμήσατο. καὶ τὰ μὲν περὶ τὴν ἑρμηνείαν ἀγαθὰ τοῦ ῥήτορος ταῦτα· συγκεφαλαιώσομαι γὰρ τὰ ῥηθέντα· τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄψυχον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ τὸ πειστικὸν καὶ ἡ χάρις καὶ ὁ πάντα μετρῶν καιρός. ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. ὑψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν ἡ Λυσίου λέξις οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ οὐδὲ τὸ πικρὸν ἢ τὸ δεινὸν ἢ τὸ φοβερὸν ἐπιφαίνουσα οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ οὐδʼ, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ οὐδʼ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι. ἀσφαλής τε μᾶλλόν ἐστιν ἢ παρακεκινδυνευμένη καὶ οὐκ ἐπὶ τοσοῦτον ἰσχὺν ἱκανὴ δηλῶσαι τέχνης, ἐφʼ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως.4
然而,我们必须返回到我们离题探讨这些之前的原点,即吕西亚斯作品中最卓越且最能体现其才能特征的,乃是修饰并点缀其措辞的神采韵味,后世无人超越它,亦无人能完全摹仿它。关于这位演说家在表达方面的长处即是这些;因为我将概括前述内容:用词的纯洁,方言的严谨,以本义而非比喻性的建构来传达意旨,明晰,简洁,凝练并圆融其概念,将所表述之物呈现在感官之前,绝不设定毫无生气或缺乏性格塑造的人物,摹仿平民口吻的词语组合之愉悦,为给定的人物与事实配以恰如其分的言辞,真实可信,具有说服力,神采韵味,以及衡量一切的得当时机。人若从吕西亚斯处汲取这些,便能获益。然而吕西亚斯的措辞并非崇高壮丽,凭宙斯起誓,亦非震人心魄且令人惊叹,既不显露辛辣、猛烈与可怖,亦无强烈的触动与紧凑的张力,既不充溢着激愤与气魄,亦不像在性格塑造上令人信服那样在激情的传达上强而有力,亦不能像其能够悦人、说服与取悦那样去压服与强制。它宁可说是稳健而非弄险,且未能如足以摹拟自然之真实那样去显露技艺的伟力。
- 12τεκμηρίῳ γʼ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος ἢ τῷ καθʼ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων ... ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου
本句的骨架为:χρώμενος(分词短语)+ πολλοὺς τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων(宾语)+ ὑποπτεύσας τε καὶ βασανίσας(分词短语)+ εὗρον οὐκ ὄντας Λυσίου(主动词及补充性分词)。与格 τεκμηρίῳ 受动词 χρώμενος 支配;由于其间插入了修饰语及从属从句,主语及主动词 εὗρον 之间产生了大幅度的语序离隔。
- 12πολλοῦ δεῖ
由无人称动词 δεῖ 与表示分离的属格 πολλοῦ 构成的习惯用法,意为“远未……”、“绝不……”,在此处统辖后接的不定式短语 τὸ ... ἐπιφαίνειν στόμα。
- 13ἀνιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα, ὅτι κράτιστόν ἐστι
由动词性形容词 ἀνιτέον(应当返回)所统摄的句子。ὅθεν 引导包含先行词的关系副词从句(“返回到我们……的地方”),而连词 ὅτι 则引出说明性的从句,阐明应当返回探讨的论点核心内容。
- 13οὐκ ἐπὶ τοσοῦτον ἱκανὴ δηλῶσαι τέχνης, ἐφʼ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως
利用相关对应结构 ἐπὶ τοσοῦτον ... ἐφʼ ὅσον(“未能如……那样……”)形成的比较表达。形容词 ἱκανή 支配两个不定式(δηλῶσαι 与 εἰκάσαι)作为补足语,τέχνης 与 φύσεως 则分别作为属格修饰前面的名词 ἰσχύν 与 ἀλήθειαν。
