- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:5.1-5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引出步骑兵建制与编列的论题,阐述将乱众整编为小队(列)的重要性,确立以十六人为基准纵深,并强调选拔最优秀者担任小队长。
ἑκάστης δὲ τάξεως πεζικῆς τε καὶ ἱππικῆς συστήματά τʼ ἐστὶ καὶ ἡγεμόνες καὶ ἀριθμὸς καὶ ὀνόματα, ὑπὲρ ὧν ἤδη λεκτέον.
步兵与骑兵的各个编队都有其建制、指挥官、兵额与名称,关于这些,如今必须逐一论述。
πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων παραλαβόντα1 πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι· τὸ δʼ ἔστιν καταλοχίσαι τε καὶ συλλοχίσαι, ἀριθμόν τε ἐπιθεῖναι τῷ πλήθει παντὶ σύμμετρον καὶ ἐπιτήδειον ἐς τὰς μάχας.
将帅职责中首要且最重大的一项,便是接管聚集在一起却杂乱无章的人群,将其置于编队与秩序之中;这也就是将其编组为分队(列)并加以统合,给全军赋予适合战斗且比例恰当的定额人数。
τὸ γὰρ συντεταγμένον στράτευμα ἔν τε τῇ πορείᾳ κουφότερον καὶ ἐν τῇ στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα δι’ ἀταξίαν διαφθαρέντα ἴσμεν2 ὑπὸ ἐλάττονός τε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλισμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατήσαντα περισσοῦ πλήθους τῇ εὐταξίᾳ.
一支组织严密的军队,行军时更加轻捷,扎营时更加安全,作战时更加有效;因此我们已经知道,规模庞大且装备精良的军队曾因秩序混乱而被兵力较少且装备不完备的军队歼灭,而较弱且装备欠佳的军队则凭借井然的秩序战胜了数量占优的敌军。
τὸ μὲν δὴ καταλοχίσαι ἐστὶν ἐς λόχους συντάξαι· ὁ δὲ λόχος ὀνομάζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. ἀριθμὸν δὲ τοῦ λόχου οἳ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν, οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα. κείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα. σύμμετρον γὰρ τοῦτο πρός τε τὴν ἐπὶ μῆκος τάξιν καὶ πρὸς τὴν ἐς βάθος τῆς φάλαγγος καὶ πρὸς τὸ ὑπερτοξεύεσθαί τε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν3 τῶν ἐφεστηκότων.
所谓编入分队,即是将人马编组为列(小队);而小队所指的是由领队之人及其后依次排列之人,直迄纵深最后一人(该人正是所谓的殿后兵)的人数。关于小队的兵额,有人定为八人,有人定为十人,有人定为十二人,甚至有人定为十六人。我们权且将其最大纵深定为十六人。因为这对于方阵的宽度排列与纵深排列而言,以及对于在后策应的轻装兵越过头顶放箭和投掷标枪而言,都是比例合宜的。
καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, ἡ τάξις σύμμετρος ἔσται· εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς ἡ φάλαγξ. τὴν δὲ ἐς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας, ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου τασσόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι· ὃ δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ ἡγεμὼν καλεῖται.
并且,假若需要将纵深增加一倍至三十二人,阵列依然比例合宜;又或者将正面展开而纵深缩至八人,方阵也不致过于单薄。然而若想将八人纵深进一步延展至四人,方阵便会变得过于单薄。因此,小队长作为配置于小队之首的人,必须挑选最优秀之人担任;同一人既被称为排头兵,亦被称为领队者。
- 5.2παραλαβόντα
阳性宾格单数分词 παραλαβόντα 充当不定式 καταστῆσαι 的逻辑主语(表示泛指主语,“人在接管……之后”)。句首的 πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων 省略了系动词 ἐστί,整体构成“接管乌合之众并将其置于编队之中,是将帅首要且最重大的职责”这一主系表与不定式主语从句结构。
- 5.3διαφθαρέντα ἴσμεν
表示认知与知识的动词 ἴσμεν(οἶδα 的第一人称复数完成时直陈式)接补足分词 διαφθαρέντα 以及并列的 κρατήσαντα,构成间接引语性质的补足语结构,意为“我们已知(庞大军队)被歼灭……而(较弱军队)取得胜利”。
- 5.5πρὸς τῶν ψιλῶν
与前文表示目的/适用性(“适于……”)的“πρός + 宾格”(πρὸς τὸ ὑπερτοξεύεσθαι...)相对,此处的“πρός + 属格”表示被动语态不定词(ὑπερτοξεύεσθαι / ὑπερακοντίζεσθαι,“被从头顶越过射击/投掷”)的动作执行者或来源(“由后方部署的轻装兵/从其处”)。
