← 阿利安

战术

§4.1-4.9

骑兵的分类及其武装与战法

作者论述了骑兵的武装分类,详述了全装重骑兵与非全装骑兵、近战长矛骑兵与远射游击骑兵(如塔兰托骑兵与骑射手)的划分,并在最后阐释了罗马骑兵的装备与战术。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

τῆς δʼ ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγχάνει οὖσα, ἣ δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν ἡ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις· ἄφρακτος δὲ ἡ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. καὶ δορατοφόροι μὲν οἱ πελάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομαχόμενοι, ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι.

另一方面,在骑兵的武装中,一种恰好是全装重骑兵,另一种则是非全装骑兵。全装重骑兵是指战马与骑手皆备防护者——骑手配有鳞甲、麻甲或角质胸甲以及护大腿甲,战马则备有护肋甲与护额甲;而非全装骑兵则与之相反。 在这些人当中,有些是长矛骑兵,有些是游击投射骑兵。长矛骑兵是那些接近敌军阵列并用长矛搏杀者,而游击投射骑兵则是从远处进行骚扰射击者,正如亚美尼亚人以及帕提亚人中非持重枪者那样。

§4.4

τῆς προτέρας δὲ ἰδέας1 οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφʼ ὧν ξυστοφόροι.

在前一类型(长矛骑兵)中,有些携带有长盾,被称为持长盾骑兵;有些则不带长盾,纯粹以长矛作战,他们正是专称的长矛骑兵,也有人称他们为持长枪骑兵。

§4.5

ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δʼ ἕτεροι ἱπποτοξόται.

那些不与敌军短兵相接而是从远处掷投标枪者,可被称为游击投射骑兵。在他们当中,有些使用投枪进行骚扰作战,有些则使用弓箭。那些以投枪骚扰作战的被称为塔兰托骑兵,另一类则被称为骑射手。

§4.6

αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν· οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον2 ὑπολειπόμενοι ἢ καὶ τῇ σπάθῃ διαχρώμενοι· καὶ οὗτοι καλοῦνται ἐλαφροί. —

在塔兰托骑兵自身当中,有些纯粹保持远距离或绕圈驰骋进行骚扰作战,这些人才是纯正的塔兰托骑兵;而另一些人则是先投掷标枪,随后与敌军交战,或是留存所持长矛中的一支,或是使用阔剑作战;这些人被称为轻装兵。

§4.7

Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν3 κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι. σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρτηται αὐτοῖς ἀπὸ τῶν ὤμων, καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς.

在罗马人中,有些骑兵携带重枪,按照阿兰人和萨尔马提亚人的方式冲锋,有些骑兵则配备标枪。他们肩上悬挂着又长又宽的阔剑,手持宽大的长椭圆形盾牌,头戴铁盔,身着编织而成的锁子甲,并佩戴小胫甲。

§4.9

λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι·4 συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.

他们携带标枪用于双重目的:既可以在需要时从远处投掷,又可以在近距离肉搏中使用;然而,一旦必须贴身进行近战肉搏,他们便以阔剑作战。他们当中有些人还携带有四周皆有刃口的精小战斧。

语法注4 条
  1. 4.4τῆς προτέρας δὲ ἰδέας

    部分属格(或所属属格)。指前文提及的两大类别中的前者,即靠近敌阵近战的“长矛骑兵(δορατοφόροι)”;后文的主语 οἳ μέν ... οἳ δέ 作为该属格所限定范围内的分支被引出。

  2. 4.6ἓν ὧν ἔσχον

    关系代词的格的吸引(attraction)。关系代词受先行词中省略的指示代词属格 ἐκείνων 的同化而变为属格 ὧν(其底层完整结构为 ἓν [ἐκείνων] ἃ ἔσχον,意为“在他们拥有的那些[标枪]中留下一支”)。

  3. 4.7Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν

    Ῥωμαίοις 为关系与格或所有与格(“在罗马人当中”)。οἱ ἱππῆς 与后面的 οἳ μέν ... οἳ δέ 构成整体与部分同位语(partitive apposition),即先提出总括主语 οἱ ἱππῆς,紧接着以 οἳ μέν 展开其各个组成部分。

  4. 4.9ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι

    不定式短语 καὶ ἀκοντίσαι ... καὶ ... ἀπομάχεσθαι 作为介词短语 ἐς ἀμφότερα(“为了双重目的”)的说明性同位语(或表目的或结果),具体列述了两种用途。时间从句 ὁπότε τούτου δέοι 搭配希求法,表示可能出现的情形或反复假设(“每当需要此举时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:4.1-4.9