- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:6.1-6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者概述了小队的别称及其下属单位恩诺摩提亚的不同界定,继而阐述了小队内前排兵与后排兵的交替配置,以及小队长与殿后兵的重要地位。
τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ δὲ δεκανίαν, τυχὸν οἷς ἐκ δέκα ὁ λόχος ἦν. ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν· οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο,1 οἳ δὲ τὸ τέταρτον τοῦ λόχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμόταρχον τὸν τούτου ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν ἡγούμενον τούτων διμοιρίτην.
有人已经将小队称为列,也有人称之为十人队,这或许是发生在那些小队由十人组成的人们中间。关于恩诺摩提亚,人们的看法则存在分歧;因为有人说这是小队的另一个名称,而另一些人则将小队的四分之一称为恩诺摩提亚,并称其长官为恩诺摩塔克,将两个恩诺摩提亚称为迪摩伊利亚,并称其长官为迪摩伊利特。
Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἡ ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ· ὅτι δὲ μεῖον πάντως γε τῷ ἡμίσει,2 δηλοῖ ἐν ᾧ λέγει ὅτι οἱ λοχαγοὶ κατʼ ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν αὑτοῦ λόχον.
色诺芬并未阐明恩诺摩提亚是小队的几分之几;但他表明它绝不足半数,这见于他说各位小队长各自按恩诺摩提亚编组自己小队之处。
ὁ μὲν δὴ τοῦ λοχαγοῦ κατόπιν ἑστὼς ἐπιστάτης καλεῖται, ὁ δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, ὁ δʼ ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν τετάχθαι παραλλὰξ ἱσταμένων.3 χρὴ δὲ μὴ μόνον τὸν λοχαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι· πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπιτέτραπται.
站在小队长身后的士兵被称为后排兵,在其后方的士兵又被称为前排兵,其后的又被称为后排兵,依此类推,以至于整个小队的纵列是由交互站立的前排兵与后排兵组成的。而且不仅小队长应当是小队中最优秀的,殿后兵也应当挑选不比他逊色太多的人;因为在战事中,有许多且绝非微不足道的重任也托付给了他。
εἴη ἂν οὖν ὁ λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦ τε καὶ οὐραγοῦ συντεταγμένος.
因此,小队应当是配置在小队长与殿后兵之间、由后排兵与前排兵组成的一条单列。
- 6.2οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο
承接前句的名词性谓语 ἀμφιγνοούμενόν ἐστιν(存在分歧),在 οἳ μὲν ... οἳ δὲ 的对照结构中省略了说话动词(如 λέγουσι),从而引出不定式补足语 εἶναι(主词为 τοῦτο,宾格)。亦可理解为不定式直接由 ἀμφιγνοούμενόν ἐστιν 支配,但补足说话动词更能与后文并列的限定动词 καλοῦσιν 保持语意平衡。
- 6.3μεῖον πάντως γε τῷ ἡμίσει
τῷ ἡμίσει 是修饰比较级 μεῖον 的“表差异程度的与格”,字面意为“少了一半”,即“绝对不足半数”。
- 6.4ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν τετάχθαι παραλλὰξ ἱσταμένων
连词 ὡς 引导结果从句,接完成时不定式 τετάχθαι,其逻辑主语为宾格 τὸν πάντα τοῦ λόχου στίχον。属格分词短语 παραλλὰξ ἱσταμένων 并非属格独立结构,而是作定语修饰前述属格名词 πρωτοστατῶν καὶ ἐπιστατῶν(“交替站立的前排兵与后排兵”)。
