- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:43.1-43.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在记述了针对中央靶标的飞石与机械箭矢等多种投射操练后,作者接着详述了长枪技法(托卢特贡)、长剑劈刺以及在奔驰战马上披甲飞身跃骑的操演。
ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλʼ ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὅ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι.1
然而在此之后,便进行多种多样的投射操演:或是轻投枪,或是非由弓射出而是由机械发出的箭矢,抑或是手掷或投石带甩出的石块,皆射向立于我已提及的两个靶标中间的那个靶标。在此若能以石块击碎那本不易被击碎的靶标,亦被视为精彩绝伦。
οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι·2 οἳ δὲ ὡς ἐπʼ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται.
不仅如此,他们的训练绝不以此告终:他们起初将长枪平直端起如同迎敌突刺般向前冲锋,随后做出刺中败逃之敌的动作;接着又如迎战另一名敌人一般,在战马回旋之际将大盾高擎过头顶移至背后,同时将长枪在头顶翻转,做出刺击另一名迎面冲来之敌的姿态。这一操演在凯尔特语中被称为“托卢特贡”。
καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἷόν τε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες. ἐπὶ τούτῳ μέντοι πηδήσεις3 ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως· καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.
随后,他们熟练地拔出长剑,不断变换施展各种劈刺动作,以便尽可能地追刺逃敌、诛杀倒地之徒、或在从侧旁疾驰掠过时予以打击。此外,他们还尽可能以骑士所能上马的各种方式与姿态,施展极其多样的跃身上马技巧;最后,他们展现在战马疾驰之中全身披甲跃身上马的动作,他们将此称为“行进跳跃”。
- 43.1ὃ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι
此处的 ὃ(正文中作 ὅ)是在 δὲ 前带重音符号的阳性单数主格指示代词 ὁ(与第2节 οἳ δὲ 的标音惯例相同),指代前文的阳性名词 τὸν σκοπόν(故表语形容词亦用阳性单数主格 εὐμαρὴς)。由于 δὲ 分句与前文的 εἰ 条件分句(εἰ συντρίψειαν)并列延续假设条件,τύχοι 采用不带 ἄν 的祈愿语气,意为“而它(靶标)又恰好不易被击碎”。
- 43.2ὡς πολεμίου φεύγοντος ἐξικόμενοι
助词 ὡς 与属格独立结构(πολεμίου φεύγοντος)结合,表示虚拟或设想的情境(“宛如敌人正在败逃”);同时动词 ἐξικνέομαι 支配属格(πολεμίου),意为“触及/刺中”。分词 ἐξικόμενοι 连同主句动词 ἐπελαύνουσιν,表示操练中一连串相继发生的动作。
- 43.3ἐπὶ τούτῳ μέντοι πηδήσεις
介词短语 ἐπὶ τούτῳ(在此之上/此外)后接后置助词 μέντοι,πηδήσεις(受 ποικιλωτάτας 修饰的复数宾格)作宾语,与中动态动词 ποιοῦνται 构成句子的主干结构。
